203
ἀγαλλιάσονται ἐν τῷ λάρυγγι αὐτῶν", "καὶ ῥομφαίαν δίστομον ἐν ταῖς χερσὶν αὐτῶν". ῥομφαίας διστόμους̣ ἔχουσιν ἐν τα̣ῖς χερσίν. ἔχουσιν δὲ καὶ "ἐπὶ μηρόν". καὶ ἐπεὶ ἐπιθαλάμιόν ἐστιν τὸ δρᾶμα περὶ νυ´̣μφης καὶ νυμφίου γάμων τοὺς̣ περὶ τὸν νυμφίον 292 σώφρονας λέγει θέλει δεῖξαι καὶ λέγει, ὅτι ἐπὶ τὸν μηρὸν ἔχουσιν ῥομφαίαν περιτέμνοντες τὰς αἰσχρὰς ὀρέξεις. 4 ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ. τοῦτο λέγει· οὐ βραχεῖαν τῷ μεγάλα νοσήσαντι ἴασιν δέδωκεν, ἀλλ' "ὅλην τὴν κοίτην αὐτοῦ" ἔστρεψεν ἀπὸ τῆς ἀρρωστίας, ἵνα μηκέτι ἀρρωστῇ, ἀλλ' ὑγιαίνῃ, ὡς εἶπον περὶ τοῦ παραλυτικοῦ. ἐρεῖς δὲ καὶ περὶ τοῦ Λαζάρου τοῦ εἱλκωμένον ἔχοντος σῶμα ὅτι, ὅτε μετηνέχθη ἐντεῦθεν ὑπὸ τῶν ἀγγέλω̣ν, ὅλη ἡ κοίτη αὐτοῦ ἐστράφη, ὅλη ἡ ἀρρωστία αὐτοῦ. οὐκέτι ἀρρώστως ἐβέβλητο. εἰς κόλπους γοῦν τοῦ Ἀβραὰμ λοιπὸν διέτριβεν. 5 ἐγὼ εἶπα Κύριε, ἐλέησόν με. λοιπὸν λέγει ὅτι· συνήργησεν τὸ ἐφ' ἡμῖν τῷ ῥυσθῆναι ἀπὸ τῆς κοίτης τῆς α᾿̣ρρωστίας καὶ βοηθηθῆναι ἀπὸ τῆς κλίνης τῆς ὀδύνης· ἐγὼ γὰρ τοῦτο ἐποίησα, "ἐγὼ εἶπα Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι". ὁρᾷς ὅτι, ὅτε ἡμάρτησεν, τότε ε᾿̣ν̣όσ̣ει καὶ τότε ἐβέβλητο ἐπὶ κοίτης̣ καὶ κλίνης. ὅταν τις οὖν γνῷ τὸν δυνάμενον ῥυσθῆναι, τεύξεται τοῦ σπουδαζομένου, παραπλησίως τῷ· "θέλω, καθαρίσθητι", "ἔγειρε, ἆρον τὸν κράβακτόν σου καὶ περιπάτει". "ἐγὼ" οὖν τοῦτο "εἶπα Κύριε, ἐλε´̣ησον". διὰ τοῦ εἰπεῖν· "κύριε, ἐλέησόν με", ἔδειξα ὅτι ἐμαυτῷ οὐκ ἠδυνάμην ἐλεηθῆναι. 5 ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. σοὶ ἥμαρτον. οὕτω πλησίον σχεδὸν πάντες ἁμαρτάνομεν εἰς θεὸν πολλὰ ἀγνοο̣ῦντες τῶν περὶ αὐτοῦ, πολλὰ παρο ρῶντες τῶν κατὰ τοὺς νόμους αὐτοῦ δεῖ ποιεῖν. "ἥμαρτον" οὖν "σοι", ἀλλὰ ε̣ἰπὼν "Κύριε, ἐλέησόν με", ἔσ̣χ̣ο̣ν τὸ τῆς αἰτήσεως. 6 οἱ ἐχθροί μου εἶπον κακά μοι Πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; ἔλεγον τὸν ψαλμὸν τοῦτον ἐκ προσώπου τοῦ σωτῆρος κατὰ τὸν ἄνθρωπον λέγεσθαι. καὶ ἐπεὶ ἐχθροὶ αὐτοῦ γεγόνασιν οἱ Ἰουδαῖοι οἷον προδόται τῆς ἀληθείας, οἱ μὴ νοήσαντε̣ς τὸν ἐπιδημήσαντα, γέγονεν δὲ καὶ ὁ Ἰούδας εἷς τῶν μαθητῶν ὑπάρχων, περὶ τῶν ἐχθρῶν λέγει τῶν κατ' αὐτοῦ ἐπεληλυθότων ὁτὲ μὲν ἑνικῶς εἰς τὸν Ἰούδα ἀνάγων τὸν λόγον τὸν ἔξαρχον τῆς προδοσίας, ὁτὲ δὲ πληθυν̣τικῶς διὰ τοὺς ἀκολουθοῦντας αὐτῷ καὶ ἀναιρήσαντας τὸν Ἰησοῦν. οὐκ ἐνταῦθα δὲ μόνον τοῦτο γίνεται, ἀλλὰ κ̣αὶ ἐν τῷ ἑκατοστῷ ὀγδόῳ ψαλμῷ λέγεται· "ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ καὶ λόγοις μίσους ἐκύκλωσάν με. ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην· καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ"- τοῦτο ἑνικῶς περὶ Ἰούδα λέγει-· "ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος". ὁτὲ μὲν οὖν περὶ τοῦ Ἰούδα, ὁτὲ δὲ περὶ τῶν ὁμοφρονησάντων αὐτῷ λε´̣γει, κ̣αὶ διὰ το̣ῦτο ἐν τοῖς αὐτοῖς στίχοις ὅπου μὲν ἑνικῶς, ὅπου δὲ πληθυντικῶς. καὶ ὧδε οὖν λέγει· "οἱ ἐχθροί μου εἶπον". τοῦτο εἴρηκαν· τ̣ὰ κακά, ἃ νομίζουσιν κακά, κατ' ἐμοῦ εἶπον· "πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ"; ἐνόμισαν γάρ, ὅτι ἀποθανόντος τοῦ Ἰησοῦ σβέννυται αὐτοῦ ἡ διδασκαλία καὶ ἡ περὶ αὐτοῦ φήμη, κα̣ὶ ἐ´̣λεγον· "πότε ἀποθανεῖται"; τοὐναντίον δὲ ἀπέβη ᾧ ἐνόμισαν. οὐχ οὕτως τὸ ὄνομα αὐτοῦ διέλαμψεν ὅτε ἔζη καὶ ἐν βίῳ ἦν ὡς ὅτε ἐσταυρώθη καὶ ἀνελήμφθη. πρὸς δὲ ἀναγωγὴν περὶ ετερ τῶν ἑτεροδόξων τοῦτο λημπτέον· ὅσοι γὰρ οὐκ ὀρθῶς φρονοῦσιν, ἀλλὰ ἀπατώμενα καὶ ἀσεβῆ λέγουσιν περὶ τοῦ σωτῆρο̣ς, ἐκεῖνοι εἶπον κατ' αὐτοῦ κακά. καὶ ἐπειδὴ ἔστιν τις ἔξαρχος τῶν αἱρέσεων, ὁ ψευδοσλόγος ἢ καὶ ὁ ὑποβολε̣ὺς αὐτο̣ῦ διάβολος, διὰ τοῦτο καὶ ἑνικῶς λέγει περὶ τοῦ τοιούτου. ἐπερ · ἡ τοῦ σωτῆρος οὖν ψυχὴ ἥμαρτε̣ν̣; - ψυχ̣ὴ αὐ293 τοῦ ἐστιν πᾶσ̣α̣ ἡ σπουδαία, οὐχ ὅταν ἁμαρτάνῃ. ὡς λέγομεν θεοῦ