204
ἄνθρωπον, οὕτω καὶ ψυχὴν Ἰησοῦ. ὁτὲ μὲν λέγομεν ψυχὴν Ἰησοῦ αὐτὴν ἣν ἀνείληφεν, ὁτὲ δὲ ψυχὴν Ἰησοῦ οὕτως τὴν οἰκειωθεῖσαν αὐτῷ, καθ' ὃ σημαινόμενον λέγεται· "αἱ ψυχαὶ πᾶσαι ἐμαί εἰσιν". εἰ δὲ πᾶσαι τοῦ σωτῆρός εἰσιν, καὶ ἑκάστη. ἐπερ · ἡ τῶν ἁγίων οὖν ψυχὴ ἁμαρτάνει; -ἡ τῶν ἁγίων οὖν ψυχὴ ἁμαρτάνειν̣ λέγεται οὕτω, ὅταν γένηται ἐν προπαθείᾳ. καὶ πολλάκις ἐκείνῳ τῷ παραδείγματι κεχρήμεθα ὅτι· τὸ ῥυπωθὲν ἱμάτι̣ον ἐὰν λάβῃ τινὰ μολυσμὸν ἀπὸ θίξεως, οὐδὲ φαίνεται ὅλως. ἐὰν δέ μοι λάβῃς ὁλοκάθαρον ἱμάτιον ευ᾿̣θ̣έως ἐκ γναφείου ἐλθόν, κἂν ψαύσῃς αὐτοῦ, λέγεται μεμολύνθαι. ἐπερ · τὸ σῶμα οὐ γίνεται ἐν ἁμαρτίᾳ; -ἡ ψυχή μου γ̣ίνεται ἐν π̣ροπα̣θείᾳ· "ἤρξατο" γοῦν "θαμβεῖσθαι καὶ ἀ δημονεῖν". ἐντεῦθεν ἐλέγχονται οἱ ὀρεκτικὴν δύναμιν τὴν λεγ̣ομε´̣νην̣ ἄλογον προσάπτοντες τῷ Ἰησοῦ. τὸ ἄλογον ζῷον δύναται μὲν ἄρξασθαι τοῦ θ̣αμβεῖσθαι, οὐ μὴν ἀδημονεῖν̣· ξένον γάρ ἐστιν ζῴου τὸ ἀδημονεῖν. ἀπὸ τοῦ ἀδημονεῖν καὶ τοῦ θαμβεῖσθαι τὴν ἀρχὴν αὐτῷ προσῆψαν. οὔκ ἐστιν̣ δὲ ἀρχὴ ἡ μετὰ τὴν προπάθειαν· οἷον τὸ πάθος οὔκ ἐστιν ἀρχή, ἀλλ' ἡ πρ̣οπάθεια αὐτή. καὶ ἐν ἄλλῳ γοῦν ψαλμῷ λέγεται· "ἀντιλήμπτωρ μου· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον". ἐπερ · τὸ ἀδημονεῖν τί ἐστιν̣; -λύπη ἐστὶν λογικοῦ μετὰ τοῦ ἀναπολεῖν τὰ αἴτια τῆς λύπης. 7 καὶ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει. περὶ τοῦ Ἰούδα λοιπο`̣ν λέγει· εἴ ποτε "εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει"· ὡς ἔλεγον ἀρτίως, ὅτι ὁ ἔχων τι πλέον περὶ ἄλλους λόγους ἔχει τι πλέον τῶν ἄλλων ἀνθρώπων, οὕτω καὶ ὁ Ἰούδας εἶχέ τι πλέον τῶν ἄλλων προδοτῶν· ὠφέλητο γὰρ πολλῷ χρόνῳ καὶ εἶχεν ἐνκατάλειμμα καὶ ζώπυρον τῆς παιδεύσε̣ως. εἰσήρχετο οὖν πολλάκις πρὸς τὸν Ἰησοῦν, ὡς καὶ ἐν τῷ συνσιτίῳ εὑρεθῆναι τοῦ πάσχα, ἀλλὰ "μάτην ἐλάλει" ὅτε ἔλεγεν ὅτι· "ῥαββί", καὶ ἐφίλησεν αὐτ̣όν̣. λέγει· "ὃ ποιεῖς, ποίησον ἐν τάχει". ῥήματα τιμῆς ἐνέφαινεν πρὸς τὸν Ἰησοῦν. μάτην δὲ ἐλάλει αὐτά· ἵνα δείξῃ γὰρ αὐτὸν τοῖς ἐληλυθόσιν ἐπὶ συνλήμψει αὐτοῦ, εἴρηκεν αὐτά, οὐχ ἵνα τῷ ὄντι τὸ σέβας ἐνφανίσῃ το`̣ πρὸς τὸν διδάσκαλον ὡς πρότερον ἐποίει. πάντα οὖν τὰ μὴ κατὰ λόγον ἀληθ̣ῶς γινόμενα μάτην ἀπαγγέλ λεται. 7 ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ. εἰ καὶ συνήγαγε̣ν̣ ἀνομίαν ἡ καρδία αὐτοῦ, ἀλλ' οὐκ ἄλλῳ ἢ ἑαυτῷ. "τί μοι θέλετε δοῦναι, κἀγὼ παραδίδωμι ὑμῖν αὐτόν". συνήγαγεν ἀνομίαν ἡ καρδία αὐτοῦ ποιε̣ῖν ὅτε ἔδωκεν τὴν καρδίαν τῷ διαβόλῳ· "καὶ εἰσῆλθεν μετὰ τὸ ψωμίον ὁ διάβολος εἰς αὐτόν". ἀνομίαν οὖν πεποίηκεν ὁ Ἰούδας. ἄνομον ἦν τὸ προδοῦναι τὸν Ἰησοῦν, τὸ ἐχθρὸν τοῦ διδασκάλου τοῦ τοσαῦτα ὠφ̣ελήσαντος αὐτὸν εὑρεθῆναι. ταύτην οὖν τὴν ἀνομίαν, ἣν συνῆγεν νομίζων ὅτι περιβαλεῖ θανάτῳ τὸν διδάσκαλον αὐτοῦ, ἑαυτῷ συνηγ̣ίοχεν· οὐχ ἥψατο γὰρ ἐκείνου. ἀνέστη οὖν ἐκ νεκρῶν, καὶ πάντα τὰ ἐκείνων σπ̣ουδάσματα ····· ····· ····· ·· μεγαλειότης ἀνεδείχθη. 7 ἐξεπορεύετο ἔξω καὶ ἐλάλει. τοῦτο ἐγίνετο ····· ····· ····· ····· ····· · καὶ μετά τινος τιμῆς προσήρχετο εἴτ' "ἐξήρχετο ἔξω"-ἡ καρδία αὐτοῦ περὶ τ····· ····· ····· ····· ····· · ἐλθοῦσιν ἐπὶ συνλήμψει τοῦ Ἰησοῦ ὅτι· "οὗτός ἐστιν, κρατήσατε αὐτόν". "ἐξεπορεύετο ····· ····· ····· ····· ····· · καὶ ἐξεπορεύετο. εἰώθασιν γοῦν τινες λέγειν ὅτι οὐδὲ ἔξω οὐδε`̣ ἐ´̣σω ε᾿̣στίν. τέλος ····· ····· ····· ····· ····· · ὅτι προδέδωκεν τὸν Ἰησοῦν. "εἰδὼς" δέ, φησίν, "ὅτι κατεκρίθ̣η, ἀπελθὼν ἀπήγξατο". ····· ····· ····· ····· ··το· "εἰδὼς ὅτι κατεκρίθη" Ἰησοῦς ὑπὸ τοῦ Πιλάτου, μετεμελήθη πάνυ, "καὶ ἀπελθὼν ἀπήγξατο". ····· ····· ···· "ἑωρακὼς ὅτι κατεκρίθη" αὐτὸς προδοθέντος τοῦ τηλικούτο̣υ διδασκάλο̣υ, 294 ····· ····· ····· ····· ····· ····· προδέδωκεν, καὶ ἀπελθὼν τὸ ζῆν ἀνχόνῃ προσαπέρηξεν. 8 κατ' ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου. οὐδεὶς αὐτῶν μετὰ παρρησίας κατ' ἐμοῦ ἐλάλει. καὶ τοὺς Ἰουδαίους οὖν εὑρίσκεις ζητοῦντας, πῶς λάθρα αὐτὸν λάβωνται, καὶ ἐψιθύριζον πρὸς τὸν Ἰούδα, καὶ αὐτὸς πρὸς αὐτούς· μὴ γὰρ ἐν συναγωγῇ εἰσελθὼν ἀνεβόησεν τοῦτο̣· "τί μοι θέλετε δοῦναι, κἀγὼ ὑμῖν αὐτὸν παραδώσω". αὐτοὶ γοῦν ἐκεῖνοι οὐχ