1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

205

ἡμέρας ἦλθον συνλαβεῖν αὐτόν. τοῦτο οὖν αὐτὸς λέγει ὁ Ἰησοῦς· "καθ' ἡμέραν διδάσκω" ἐν τῇ συναγωγῇ, καὶ νῦν "ὡς ἐπὶ λῃστὴν ἤλθατε". 9 λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ. τὰς γραφὰς ἀνεγίγνωσκον "κατὰ πᾶν σάββατον", ἵνα μάθωσιν τὰ τοῦ νόμου. καὶ ἐκ τοῦ ἐναντίου δέον̣ σ̣ὺν νόμῳ αὐτοὺς ἀναγιγνώσκοντας γνῶναι, τίς ἐστιν ὁ προφητευόμε νος καὶ ὁ μαρτυρούμενο̣ς̣ ὑπὸ τῶν γραφῶν, "παράνομον λόγον ἔθεντο κατ' ἐμοῦ" λέγοντες ὅτι· "οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεεζεβούλ". "εἰ ἦν οὗτος ὁ ἄνθρωπος παρὰ θεοῦ, οὐκ ἔλυεν τὸ σάββατον̣". "οὐ καλῶς ἐλ̣έγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις"; οὗτός ἐστιν ὃν κατέθεντο κατ' αὐτοῦ λόγον παράνομον. δ̣υνατὸν δέ, ἐπεὶ καὶ ε᾿̣πὶ ὑπομνημάτων δικαστοῦ "3κατέθετο"3 πολλάκις λαμβάνεται· φωνὰς κατέθεντο ἐπὶ τοῦ Πιλα´̣του κατ' αὐτοῦ. 9 μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι; λοιπὸν αὐτὸς λέγει· ἐπεὶ περιέβαλ̣όν με θανάτῳ, ἐκοιμήθην· ἐν ταῖς γραφαῖς γὰρ τὸ ὄνομα τῆς κοιμήσεως σημαίνει ποτὲ τὸν θάνατον. λέγεται καὶ ὁ ὑ´̣πνος κοίμησις, λέγεται καὶ ἡ σύνοδος ἀνδρὸς πρὸς γυναῖκα κοίμησις. λέγεται δὲ καὶ ὁ θάνατος κατὰ τὴν γ̣ραφη`̣ν κοίμησις διὰ τὴν προσδοκίαν τῆς ἀναστάσεως· ὅνπερ γὰρ τρόπον ὁ κοιμώμενος, εἰ μηδὲν̣ παρα`̣ φύσιν πάθῃ, ἐγερθείη, οὕτως ὁ ἀποθνῄσκων ἀναστήσεται. οὕτω γοῦν "πάντες κοιμηθησόμεθα" εἴρηται, καί· "οὐ θέλω ὑμᾶς ἀγνοεῖν περὶ τῶν κεκοιμημένων", τουτέστιν περὶ θνητῶν. Ἕλληνες γοῦν λέγουσιν τοῦτο. 10 καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα. τὸ "3ἤλπισα"3 ὧδε τὸ "3ἐθάρρησα"3 περὶ τοῦ ἀνθρώπου· τοῦτο γὰρ καὶ τὸ εὐαγγέλιον ἐμνημόνευσεν, ὅτι οὗτος "ὁ ἄν θρωπος τ̣η῀̣ς εἰρήνης μου ᾖρεν πτερνισμόν"· ἔλεγον γὰρ ὅτι καὶ ἐν πεντηκοστῷ τετάρτῳ ψαλμῷ περὶ αὐτοῦ λέγει· "σὺ δέ, ἄνθρωπε ἰσόψυχέ μου". "εἰ ὁ ἐχθρός μου ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν ἐπ' ἐμὲ ἐμεγαλορημόνησεν, ἐκρύβην ἂν ἀπ' αὐτοῦ. σὺ δέ, ἄνθρωπε ἰσόψυχέ μου" -ἐπὶ τοῦ ὁμονοοῦντος λαμβάνομεν, καὶ πάλιν "ἡ γυνη` ̣ ἡ ἐν τῷ κόλπῳ σου" ἰσόψυχός σού ἐστιν-, "ἡγεμών μου καὶ σωτήρ μου". ἡγεμόνα σε εἶχον, οὐκ ἄρχοντά μο̣υ, ἀλλὰ ἡγεμόνα μο̣υ̣, προτρέχοντά μου. καὶ ἐνταῦθα· "ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα". θαυμαστὸν οὐδέν, εἰ ἐψιθυρίσασθε κατ' ἐμοῦ καὶ λόγον παράνομον κατ' ἐμοῦ ἔθεσθε, εἰ γὰρ "ὁ τῆς εἰρήνης μου ἄνθρωπος" ἔξαρχος ὑμῶν τῆς κακίας ταύτης γέγονεν. "ἐπῇρεν" οὖν "τὴν πτέρναν", οὐ τὴν κεφαλὴν "ἐπ' ἐμέ". 10 ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. "ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα", "ἐπῆρε̣ν̣ ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ", πτερνίσαι με ἠθέλησεν. πάλαισμα δέ ἐστιν ····· ····· ····· ···· καὶ ὁ Ἰακὼβ πτερνιστὴς λέγεται· ἐπτέρνισεν γὰρ τὸν Ἰσαῦ, ὅτε τὴν εὐλογίαν ····· ····· ··· πρεσβύτερον. τὸ σὺν̣ δόλ̣ῳ ἐπιθέσθαι τινὶ πτερνισμὸς λέγεται. ἐστίν τις ····· ····· ····· ····αγ̣εσιν, ἵνα λάβῃ αὐτοῦ τὸ ἱμάτιον. ὁ δὲ ἐπὶ θάνατόν τινος δολιευόμενος ····· ····· ····· ····· ····· 11 σὺ δέ, κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. 295 ἔξω με ποίησον τῶν κακῶν καὶ τοῦ πτερνισμοῦ τοῦ φαύλου λόγου οὗ κατ' ε᾿̣μοῦ ἔθεντο. ταῦτα πάλιν ἀνθρωπικώτερον λέγεται περὶ τοῦ κατὰ τὸν ἄνθρωπον Ἰησοῦν. "σὺ δέ, κύριε, ἐλέησον, καὶ ἀνταποδώσω αὐτοῖς". κριτὴς αὐτῶν ἔσομαι. ὁ ἀναστὰς τοῦ ἀνταποδοῦναι καὶ κρῖναι, ὡς εὑρίσκει τὰς διαθέσεις, ἀποδίδωσιν. πολλοὶ πεῖραν λ̣α̣β̣όντες κ̣ακώσεως ἢ θεωροῦντες ὅτι ὅν ποτε κατεδίκασαν, αὐτὸς μέλλει αὐτοὺς κρίνειν, κατὰ τό· "ὄψονται εἰς ὃν ἐξεκέντησαν", ἐν καταγνώσει γίνονται καὶ οἶδαν, πῶς ἐπιμένει αὐτοὺς τὰ ἀντάξια̣. 12 ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με. γνῶσίς ἐστιν καὶ ἀπόδειξις αὕτη τὸ θελητόν σοι εἶναι ἐμέ· ἐν τούτῳ γάρ με γνώσονται ἐκεῖνοι. τὸ "ἐν τούτῳ ἔγνων" οὐ τῇ ἑαυτοῦ γνώσει τοσοῦτον ἀναφέρει, μᾶλλον οἱ ἐμοῦ ἐν τούτῳ γνώσονται. ἐπερ · καταδικασθέντες αὐτὸν γνώσονται; -πάντες οἱ αἴσθησιν λαβόντες τῆς μεγαλειότητος αὐτοῦ εἴτε ἐχθροὶ πρότερον ἦσαν ἢ γνώριμοι. 12 ὅτι οὐ