206
μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ' ἐμέ. ὅταν θε̣λητός σοι ἀποδειχθῶ, ὅταν ἀναστῶ καὶ γνωσθῶ, ὅτι κατὰ τὸ θέλημά σου. δύναται καὶ αὐτ̣ὸν τὸν Ἰούδα καὶ τὸν ἐνεργήσαντ̣α αὐτὸν διάβολον. ἵνα χαρῶσιν, περιέβαλον αὐτὸν θανάτῳ· ἀναστάν̣τος αὐτοῦ οὐκ ἐπιχαίρου̣σιν, ἀλλὰ μ̣ᾶλλο̣ν αἰσχύνην ὀφλισκάνουσιν καὶ φόβον ὑφίστανται θεωρήσαντες ὃν ἐξεκέντησαν. 13 ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου. οὐκ ἔγνων γὰρ ἁμαρτίαν, εἰ καὶ γέγονα ἁμαρτία̣· εἰ καὶ γέγονα κατάρα, οὐ διὰ προλαβοῦσαν ἁμαρτίαν ἀπεδείχθην κατάρα, ἀλλ' ἵνα λύσω τὴν κατάραν καὶ εὐλογίαν παράσχω̣. καὶ ὥσπερ γέγονεν ἁμαρ̣τία, ἵνα δικαιοσύνην θεοῦ ποιήσῃ τοὺς ὑπὲρ ὧν ἁμαρτία γέγονεν, οὕτω κατάρα γέγονεν, οὐχ ἵνα κρατηθῇ ὑπὸ τῆς κατάρας. αὐτὸ τοῦτο οὖν κατάρα ἐπὶ εὐλογίᾳ γέγονεν, ἁμαρτία ε᾿̣πὶ δικαιοσύνῃ, θάνατον ἀνεδέξατο διὰ ζωήν. ἡ ἀκακία οὖν πολλάκις τὴν ἀφέλειαν σημαίνει, ἔστιν δὲ ὅτε̣ τὴν παντελῆ καθαρότητα ἀπὸ ἁμαρτ̣ίας. ὅταν δὲ λέγῃ· "ἄκακος πιστεύει παντὶ λόγῳ", καὶ τό· "φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί", τὰ ἐπιπόλαια χρηστὰ ἤθη λέγει. λέγεται δὲ καὶ ἀκακία ἡ παντελὴς ἀρετή, περὶ ἧς λέγει· "ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι". 13 καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα. ο̣ὐ πρὸς ὀλίγον οὖν οὐκ̣ ε᾿̣σ̣φ̣άλην, ἄκακος ἤμην, πρὸ τοῦ περιπεσεῖν ἐχθροῖς, ἀλλ' ἔμεινα ἄκακος· "ἐβεβαίωσάς με" γα`̣ρ "εἰς αἰῶνα". οὐχ̣ ἁπλῶς οὖν, ἀλλ' "ἐνώπιόν σου". οὐ πᾶς δὲ ὁ βεβαιούμενος ἐπίπροσθεν θεοῦ βεβαιοῦται, ἀλλ' ὁ τελείαν βεβαι´̣ωσιν ἔχων. "ὁ δὲ βεβαιῶν ὑμᾶς σὺν ἡμῖν εἰς Χριστόν". σοῦ οὖν μαρτυροῦντος τῇ α᾿̣κακίᾳ μου. 14 Εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα. γένοιτο γένοιτο. ὁ τοῦ Ἰσραὴλ νοῦν ἔχουντος ὁρῶντα̣ θεὸν θεὸς εὐλογητός ἐστιν. αὐτῷ τὴν χάριν καὶ τὴν νίκην ἐπιγράφω, οὐχ ἡμετέρᾳ δυνάμει· εἰ γὰρ καὶ ἄκακός εἰμι, ἀλλ' ο̣ὐ τῇ ἀκακίᾳ μου τὸ ὅλον δίδωμι, ἀλλὰ τῇ συνεργίᾳ τοῦ θεοῦ. τὸ "3γένοιτο γένοιτο"3 ὡς τὸ "3ἀμὴν"3 λέγουσιν οἱ ἄλλοι ἑρ̣μη̣νευταί. τὸ δὲ "3ἀμὴν"3 ὁτὲ δὲ ἀντὶ ὅρκου λαμβάνεται· ὅταν γὰρ λέγῃ· "ἀληθῶς λέγω ὑμῖν", τὴν αὐτὴν λέξιν γράφει Μαθθαῖος καὶ Λουκᾶς, καὶ ὁ μὲν Μαθθαῖος λέγει· "ἀμὴν ἀμ̣ὴν λέγω ὑμῖν", ὁ δὲ Λουκᾶς· "ἀληθῶς λέγω ὑμῖν". ἀμέλει γοῦν καὶ ἐν ταῖς γραφαῖς λέγεται· "ἰδοὺ" γοῦν "ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου". λέγεται δὲ καὶ παρὰ τῶν ἑρμηνευόντων τὰς Ἑβραϊκὰς φωνὰς ὅτ̣ι̣ τὸ πε̣π̣ιστευμένον σημαίνει.
296 1 Εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κόρε ψαλμός. υἱοὶ τοῦ Κόρε τρεῖς
ἱεροψάλται ἐγένοντο. καὶ τὰ ὀνόματα αὐτῶν φέρεται ἐν τῇ Ἐξόδῳ καὶ ἐν ταῖς Παραλειπομέναις. οὗτοι, ὥσπερ τινὲς ἀπὸ πίστεως μίαν ψυχὴν και`̣ μίαν καρδίαν λαμβάνουσιν, οὕτω καὶ οὗτοι ἀπὸ τοῦ συνόντος πνεύματος τοῦ τὸ ψάλλειν χαριζομένου λαβόντες ψυχη`̣ν μίαν, διὰ τοῦτο ἑνικῶς ἐκφέρουσιν τοὺς στίχους τοῦ ψαλμοῦ. ἐστὶν δὲ ὁ ψαλμὸς οὗτος οὐχ ὁ τυχὼν μυστηρίων πεπληρωμένος. διὰ τοῦτο "εἰς σύνεσιν" ἐπιγέγραπται. οὕτω γοῦν καὶ ἐν τῷ τριακοστῷ πρώτῳ ἐλέγομεν, ὅτι ε᾿̣στὶν τῆς "σ̣υνέσεως τῷ ∆αυίδ", ὅτι μυστ̣ήρια περιεῖχεν καὶ αἰνίγματα. καὶ ὧδε οὖν πολλὰ αἰνίγματα κεῖται. συνέσεως̣ οὖν χρεία τῷ ἐντυγχάνοντι τοῖς τοιούτοις ψαλμοῖς τοῖς οὕτως ἐπιγεγραμμένοις. καὶ ὥσπερ "προςε´̣χ̣ειν" δ̣εῖ "τῇ ἀναγνώσει" "τῆς θεοπνεύστου γραφῆς", οὐ μόνης τῆς τῶν γραφῶν, ἀλλὰ καὶ "πάσης", οὕτω καὶ οὗτοι μετα`̣ συνέσεως καὶ λέγεσθαι ὀφείλ̣ουσιν καὶ ἀκούεσθαι. ἐπειδὴ δὲ τὸ τῆς συνέσεως ὄνομα πρὸς τῷ προχ̣είρως δηλουμένῳ καὶ ἄλλο δηλοῖ ἐν τῷ· "σύνεσις δὲ ἀγαθὴ πᾶσιν τοῖς ποιοῦσιν αὐτήν". ὧδε ἡ γινομένη καὶ πραττομε´̣νη σύνεσις η῾̣ ἠθική ἐσ̣τιν ἀρ̣ετή· μάλιστα γὰρ αὕτη ῥυθμίζει τὸ ἦθος τῶν ἀνθρώπων. λέγει τοίνυν, ὅτι ὁ ψαλμὸς οὗτος οὐ φωνῇ μόνῃ λέγεσθαι ὀφείλει, ἀλλὰ καὶ νοεῖσθαι καὶ πράττειν τὰ κατάλληλα αὐτῷ ἔργα κατὰ τὸ ἕτε ρον τῆς συνέσεως σημ̣αινόμενον, περὶ οὗ καὶ