1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

207

Παῦλος λέγει. περὶ τῆς διακονίας γράφων καὶ τῆς λειτουργίας τῆς εἰς τοὺς ἁγίους λέγει· "δῳ´̣η σοι ὁ θεὸς σύνεσιν ἐν πᾶσιν"· μὴ γὰρ σύνεσιν λέγει τὴν ἐπιστήμην συνβλητῶν καὶ ἀσυνβλήτων, ἀλλὰ τὴν πρακτικὴν ἀρετήν· τίς γὰρ οὕτω συνετός ἐστιν ἢ ὡς ὁ κατορθώσας ἑαυτοῦ τὸ ἦθος καὶ ῥυθμίσας; ἐπερ · καὶ αὐτοι῀̣ς τοῖς λ̣έγουσιν καὶ τοῖς ἀκούουσιν; -ὁ σωφρόνως διδάσκων περὶ σωφροσύνης καὶ αὐτὸς σωφροσύνης ἔχει τὴν ἀρετη`̣ν ἣν καὶ οἱ παιδευόμενοι πρὸς αὐτοῦ· διὰ τοῦτο γὰρ παιδεύει ὁ ὀρθο`̣ς λόγος διδάσκαλος καὶ μάλιστα ὁ τῶν ἠθικῶν, ἵνα τοιοῦτοι γένωνται οἱ ἀκούοντες οἷός ἐστιν ὁ λέγων. 2 ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός. λέγεται τὸ ζῷον τ̣οῦτο η῾̣ ἔλαφος ἀναιρετικὴ εἶναι τῶν ὄφεων. καὶ ὅταν ἀνέλῃ τοὺς ὄφεις, ὑπὸ τοῦ ἰοῦ αὐτῶν ἔκδιψος γίνεται καὶ σπ̣εύδει εὑρεῖν πηγὴν̣ ὕδατος, ἵνα κ̣αὶ τὸ δίψος ἀκέσηται καὶ καθοπτρισθῇ· λέγεται γάρ, ὅτι οἱ ὄφεις σπαραττόμενοι ὑπὸ τοῦ ζῴου τούτου κινούμενοι τὸ πρόσωπον τῆς ἐλάφου ὥσπερ αἱμάτων καὶ τῶν̣ ἄλλων πληροῦσιν, και`̣ ἀπε´̣ρχε̣ται ἐσοπτρίσασθαι, ἵνα ἀποπλύνηται τὴν προσγεναμένην ἀκαθαρσίαν ἐκ τῆς ἀναιρε´̣σεως τῶν ὄφεων. λέγεται δὲ καὶ ἄλλο περὶ αὐτοῦ τοῦ ζῴου· ὅταν, φησίν, παλαιωθῇ καὶ ἀπο̣βάλῃ τὰς τρι´̣χ̣ας, ἐσθίει ὄφιν καὶ ἀνα νεοῦται. ἡ βρῶσις τῶν ὄφεων νέαν αὐτὴν αὖθις ποιεῖ. ἐπερ · τῶν τοιῶνδ̣ε ὄφεων; -τῶν ἰοβόλων πάντων τοῦ εἴδους ὅλου τῶν ὄφεων ἢ καὶ τοῦ γένους. καὶ τοῦτο δέ, ὅταν ἀπὸ γήρ̣ως ἀποβάλῃ τὰ κ̣έρατα, φωλεύει που, ἕως ἀνατείλῃ κέρατα αὐτὴ καὶ ἰσχυρὰ γένηται· εὐεπιβούλευτος γάρ ἐστ̣ιν κέρατα οὐκ ἐ´̣χουσα· ὅπλα γὰρ αὐτῆς ἐστιν καὶ ἀμυντήρια. ἐν τοῖς δρυμοῖς οὖν ὅταν διαβαίνωσιν, ὑπ̣ολαμβάνο̣νται τὰ κέρατα αὐτῶν καὶ οὕτως ἀποσπῶνται· διὸ καὶ παροιμία τοιαύτη φαίνεται· "ο̣ὐαὶ ἐλάφοις κέρατα οὐκ ἐχούσαις". ἡ παροιμία δὲ αὕτη αἰνίττεται ὅτι· οὐαὶ ἀνθρώπῳ τῷ ἀβοηθήτῳ τῷ μὴ ἔχοντι ἅλι̣ς̣ δύναμιν βοηθεῖν ἑαυτῷ. 297 τὸ ἕτερον οὖν τῶν σημαινομένων ἐνταῦθα λέγεται δείκνυται. διὰ τοῦ φάναι· "ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς̣ πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός μου", ὡμοίωσεν τὸν πρὸς θεὸν πόθον τῷ πόθῳ τῆς ἐλάφου τῷ ἐπὶ τὰς πηγάς· πηγὴ γάρ ἐστιν καὶ ὁ θεός, καὶ ὁ λόγος αὐτοῦ πηγή ἐστιν· "ἐνκατελείψατε τὴν πηγὴν τῆς σοφίας". "ὅτι παρὰ σοὶ πηγὴ ζωῆς". καὶ πάλιν· "ἐμὲ ἐνκατέλιπον, πηγὴν ὕδατος ζῶντος", ὁ θεὸς λέγει. καὶ τὸ ἅγιον πνεῦμα πηγή ἐστιν, εἴ γε τὰ χαρίσματα πάντα ἀπ' αὐτοῦ ῥεῖ καὶ ἀπ' αὐτοῦ ἔχει τὴν ἀρχήν. ὃν τρόπον ο̣ὖν ἐπιποθεῖ ἡ αἰσθητὴ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἡ η῾̣μετέρα ψυχὴ ἔλαφος γινομένη καὶ ἀναιρετικὴ τῶν βλαπτόντων πρὸς σὲ ἐπιποθεῖ, ὦ θεέ. οἱ "ἑτοίμως ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν", οὗτοι ἔλαφοί εἰσιν ἀναιροῦντες τοὺς ὄφεις τῆς ἀδικ̣ίας. καὶ οἱ λαβόντες "ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων", ἔλαφοί εἰσιν. αὗται δὲ αἱ ἔλαφοι κα̣ὶ τὰ ὑψηλὰ μεταδιώκουσιν. ὥσπερ καὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτω καὶ τὰ ὑψηλά· "ὄρη" γὰρ "τὰ ὑψηλὰ ταῖς ἐλάφοις". καὶ πάλιν ὁ α̣ὐτός· "ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάφου", ἵνα καταρτισθέντες̣ τὰ νοητὰ μεταδιώκουσιν. καὶ ἐπειδὴ πολλάκις εἶπον, ὅτι τὰ νοητὰ κατὰ ἄλλην καὶ ἄλλην ἐπ̣ίνοιαν ἕτερα καὶ ἕτερα δ̣οκ̣οῦσιν εἶναι οὐτῇ ὑποστάσει ὄντα τὰ αὐτά, αἱ πηγαὶ τῶν ὑδάτων ἃς ζητεῖ ἡ πνευματικὴ ἔλαφος, καὶ ὑψηλὰ ὄρη εἰσίν. ᾗ ἀναγομένως καὶ ὑψόθεν δέδονται, ὑψηλά εἰσιν, ᾗ δὲ ποτίζουσιν καὶ ποταμ̣οὺς γεννω῀̣σιν ἐν τοῖς πιοῦσιν, πηγαὶ λέγονται. λοιπὸν ῥητέον καὶ ἠθικῶς τοὺς ὄφ̣εις ἡδονάς· ποικίλ̣η γάρ ἐστιν ἡ ἡδ̣ονή. "ἀγόμεναι" δὲ "ἡδοναῖς ποικίλαις καὶ ἐπιθυμίαις". περὶ τῶν φαύλων λέγει γυναι̣κῶν ὧν αἰχμαλωτίζο̣υσιν οἱ ἑτερόδοξοι. αὗται οὖν αἱ ποικίλαι ἔλαφοι οὐκ ἐπιποθοῦσιν εὑρεῖν θεόν, οὐ μίαν ζητοῦσιν ἐπιθυμίαν. μία δὲ ἐπιθυμία ἐστὶν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν. ὡς δὲ λέγεται σοφία καὶ ἀλήθεια καὶ φῶς καὶ δικαιοσύνη, οὕτω καὶ