1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

209

τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικ̣όν σου ἐνώπιόν μ̣ου". καί· "οὐκ ὀφθήσεται ἐνώπιόν μου κενός". οὐδεὶς κενὸς ὀφθήσε̣ται̣ αὐτῷ. ε᾿̣π̣εὶ τοίνυν καὶ ο̣ὗτος ποθεῖ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, εὔχεται πληρωθῆναι, ἵνα ἥξῃ καὶ ὀφθήσεται τῷ προσώπῳ τοῦ θεοῦ οὐκέτι κενὸς ὑπ άρχων. ἐπερ·· ἐρωτᾷ οὖν; -ἐνίοτε οὐκ ἄλλου ····· ····· ····· ····· ··· δ̣ιαλέγεται ὅτι· "3πότε ἄρα τεύξομαι τοῦ τελείου ἀγαθοῦ, ἵν' ὀφθεὶς τῷ προσώπῳ ····· ····· ····· ····· ·· τῶν πρὸς αὐτοῦ διδομένων χαρίτων"3; 4 ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός. τοῦτο λέγει· ἐπεὶ ἔγνων ἐμαυτὸν ἔτι ἀπολειπόμενον τοῦ προσώπου τοῦ θεοῦ ····· ····· ····· ····· ···σα κλαυθμὸν τ̣ὸν συντελοῦντα πρὸς ἀνάλημψιν ἀρετῆς, τὸν ἀπὸ πόνου καὶ····· ····· ····· ····· ···α. κατὰ τοῦτο γοῦν τὸ σημαινόμενον λέγεται· "οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν. πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν. ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν". σπ̣ε̣ι´̣ρ̣ο̣υσιν ἐν δάκρυσιν 299 σὺν ἱδρῶτι τὰ τῆς ἀρετῆς σπέρματα, τὰ τοῦ πνεύματος, καταβαλλόμενοι. ὅταν οὖν θερίσουσιν, οὐκέτι πονοῦσιν· τετυχήκασιν γὰρ τοῦ τέλους τοῦ σπουδαζομένου. ὅτε δε`̣ "πορευόμενοι ἐπορευόμεθα", "ἐκλαίομεν αἴροντες τὰ σπέρματα αὐτῶν". ὅτε προεκόπτομεν ἔτι, τὸν σπ̣όρον καταβεβλημένοι ἐξεδεχόμεθα τὴν τοῦ καρποῦ τελείωσιν. ὅτε δε`̣ η᾿̣ρχόμε̣θα ἐν ἀγαλλιάσει, τὰ δρ̣άγματα ᾔρομεν, οὐκέτι τὰ σπέρματα. ταῦτα οὖν τὰ δάκρυα τροφὴ γίνεται τοῦ ποθοῦντος θεὸν ἰδεῖν καὶ ἐφορᾶσθαι ὑπ' αὐτοῦ. διὸ λέγει· "τὰ δάκρυά μου ἐγενήθη μοι ἄρτος ἡμέρας καὶ νυκτός". οὐκ ε᾿̣πιπολαίως κλαίω οὐδ' ἐν τοῖς ἡδέσιν̣ ὥστε ὁτὲ μὲν τρυφῇ σχολάζειν ὁτὲ δὲ κλαυθμῷ μετανοίας, ἀλλὰ κ̣αὶ ἐν τοῖς σκυθρωποῖς· καλεῖται γὰρ τὰ σκυθρωπὰ νύξ. ἔχεις γοῦν καὶ ἐν ἄλλῳ ψαλμῷ φωνὴν τοιαύτην λέγουσ̣αν· "ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων καὶ ποτιεῖς με ἐν δάκρυσιν ἐν μέτρῳ". μεμετρημένως δεῖ καὶ τὰ τῆς μετανοίας προφέρειν δάκρυα, ὅπως̣ ἄρτος καὶ ποτὸν γένωνται. καὶ λοιπὸν ἄλλα τινὰ ὑπάρξει τὰ δ̣ιαδεχόμενα τὸν πόνον, τὰ ἐκ τῶν δακρύων ἐπιγενόμενα γενήματα. 4 ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν Ποῦ ἐστιν ὁ θεός σου; διὰ τοῦτο καὶ τὰ τοσαῦτα προέφερον δάκρυα ὡς τροφήν μοι γενέσθαι, ὅτι ἤκουσ̣ά μοι αὐτ̣ῶν λεγόντων· "ποῦ ἐστιν ὁ θεός σου̣"; τοῦτο καὶ ὁ Σενναχερὶ καὶ ὁ Ῥαψάκης εἴρηκαν· "3"ποῦ ὁ θεός" σου; καὶ σ̣ὺ οὖν, Ἰσραηλῖτα, "που῀̣ ὁ θεός" σου, ἵνα ῥύσηταί σε"3; τροφ̣ή μοι οὖν ἐγένετο τὰ δάκρυα, ἀλλὰ "ἐν μέτρῳ" καὶ ἔπινον αὐτὰ καὶ ἠ´̣σθιον· ᾔδειν γάρ̣, ὅτι διαδέχεταί τι χαρᾶς π̣οιητι̣κὸν τὰ δάκρυα καὶ τὸν πόνον τούτων. 5 ταῦτα ἐμνήσθην καὶ ἐξέχεον ἐπ' ἐμὲ τὴν ψυχήν μου. ὅτε ἐν ἀναπολήσει καὶ μνήμῃ ἐγενόμην τούτων τῶν λεγόντων τοὺς ὀνειδισμ̣ούς, τούτων τῶν ἐχθρῶν μου, οὐκ ἔξω ἐχώρησα, οὐκ ἐξέχεα τὴν ψυχήν μου ἔξω, ἀλλ' ἐπ' ε᾿̣μὲ ἐξέχεον. ἐστὶν τοιοῦτο· "ἐταράχθην καὶ οὐκ ἐ λάλησα", καὶ ὃ λέγει Παῦλος· "ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς". τοῦτό τοι καὶ περὶ τοῦ Ἰὼβ εἴρηται· πρότερον λέγει ὅτι· "οὐδὲν ἥμαρτεν Ἰώβ", δεύτερον δέ· "τοῖς χείλεσιν". ὧδε τὴν ψυχὴν τὴν διάνοιαν λέγει. ὅταν δὲ λέγῃ· "κομιζόμενοι τὸ τέλος τοῖς πιστεύουσιν σωτηρίαν ψυχῶν", αὐτὰς τὰς οὐσίας τὰς ψυχούσας τὰ σώματα οὕτως ὠνόμασεν. ὅταν δὲ λέγῃ· "τὰς ψυχὰς ἡμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας", τὰς διανοι´̣ας λέγει. οὕτω γοῦν εἰώθασιν λέγειν καὶ κ̣αλοψύχους ἀνθρώπους. καί· "σὺ δέ, ἄνθρωπε ἰσόψυχέ μου"· τὴν ἴσην διάν̣οιαν καὶ διάθεσιν̣ λέγει. 5 ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ. εἴπομεν πολλάκις, ὅτι ἡ τελείωσις τῶν ἀρετῶν οἶκος θεοῦ ἐστιν, σκη̣νὴ δὲ η῾̣ προκοπή· προκοπτόντων γὰρ καὶ μεταβαινόντων ἐκ τόπου εἰς τόπον οἰκία ἐστὶν ἡ σκηνή. ὅτε γο̣ῦν ····· ····· ····· ····· · θεόν, ἐν σκηνῇ αὐτὸν ἐθεράπευον μαρτυρουμένῃ· "σκηνὴ" γὰρ "μαρτυρίου" ····· ····· ····· ····· ··· ἐπαινετόν ἐστιν. καὶ τοὺς λόγους τοῦ θεοῦ γοῦν