210
"3μαρτύριον"3 πολλάκις λέγομεν ····· ····· ····· ···· καὶ ἀποδεδειγμένα. διοδεύοντες οὖν ἐν τῇ ἐρήμῳ το····· σκηνη μ····· ····· ····· ···· θεραπεύωσιν θεὸν ἐκεῖ, τὰς εὐχὰς ἀναπέμπωσιν, τὰς ἱερουργίας ε᾿̣κτελῶσιν ····· ····· ····· ····· ··· ἐκεῖθεν ἔχωσιν ἐπινεύοντα θεόν. ὅτε δὲ ἔφθασαν εἰς τὴν̣ ἁγίαν γῆν ····· ····· ····· ····· ··· γενέσθαι καὶ αὐτοὶ οἱ ἄνθρωποι οὐκέτι σκηνάς, ἀλλὰ οἴκους εἶχον τελειο····· ····· ····· ····· ἡ θεραπεία τοῦ θεοῦ οὐκέτι ἐν σκηνῇ, ἀλλ' ἐν οἴκῳ ἐγένετο. τέλος τοῦ φθαρτοῦ σώματος λαβόντος οὐκέτι χρεία σκηνωμάτων ἐστίν. ὅταν "ὁ θεὸς πάντα ἐν πᾶσ̣ιν" γένηται ····· ····· ····· ····· ·· 300 ····· · ἵνα̣ μὴ καὶ ἐν ἀλόγοις ἄλογον γένηται, οὔκ εἰσιν φθ̣αρτὰ σώματα, ἵνα μὴ ἐν φθαρτοῖς φθαρτὸς γένηται, ἀλλὰ γίνεται "πάντα ἐν πᾶσιν". γίνεται δὲ ἐν πᾶσιν οὐ τοπικῶς, ἀλλὰ μετεχόμενος, οὐδὲ σῶμα αὐτοῦ μετέχει οὐδὲ ἄλογον ζῷον οὐδὲ ἄψυχον πολλῷ πλέον. εὖ δὲ καὶ τὸ "3θαυμαστῆς"3 εἰπεῖν· ἐπεὶ θεία ἐστὶν ἐπεὶ θεία ἐστὶν α̣ὕτη ἡ σκηνή, θαύματος ἀξία ἐστίν. αἱ προκοπαὶ αἱ τῶν μεγάλων τελῶν ἄλλαις προκοπαῖς τέλη γινόμεναι ὑπὲρ τέλη εἰσὶν̣ καὶ θαυμαστόν τι ἔχουσιν, ὡς τὴν αὐτὴν καὶ σκηνὴν εἶναι καὶ οἶκον, προκοπὴν καὶ τέλος. 5 ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχους ἑορταζόντων. λοιπὸν λέγει· οὐχ ὡς ἔτυχεν οὐδὲ μετὰ τῆς τυχούσης κα̣ταστάσεως ἡ διάβασίς μοι γίνεται, ἀλλ' "ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως". οὐκ ἔνι θρῆνος, ὅτε̣ ἡ δια´̣βασις καὶ σπουδὴ ἐπὶ τὸν οἶκον γίνεται τοῦ θεοῦ, ἀλλὰ ἀγαλ λίασις. ὁ "Ἀβραὰμ" γοῦν̣ οὕτ̣ω̣ς̣ "ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ ἰδὼν ἐχάρη". εἶδεν δὲ τὴν ἡμέραν τ̣οῦ κ̣υρίου εἰς τὸν οἶκον αὐτοῦ φ̣θ̣άσας, εἰς τὴν π̣ίστιν τὴν τελείαν. τὸ τῆς ἐξομολογήσεως ὄνομα ἐν ταῖς γραφαῖς δύο̣ σημαίνει, ἵνα μὴ εἴπω καὶ τρίτον σημαινόμενον. τὴν ἐξαγόρευσιν τὴν ἐπὶ ἁμαρτίαις καλεῖ ἐξομολόγησιν, ὡς ε᾿̣ὰν λέγῃ· "συναγαγὼν ἐξομολόγησαι ἐπὶ ἁμαρτίαις σου". τοῦτο οὖν ἐν τῷ Βαρναβᾷ κεῖται, ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ· "συναγαγὼν ἐξομολόγησαι ἐπὶ ἁμαρτίαις σου". καὶ πάλιν· "ἐξομολογεῖσθε ἀλλήλοις τὰς ἁμαρτίας ὑμῶν". "τὴν ἁμαρτίαν μου ἐγνώρισά σοι καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα· εἶπα Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ". ἐξομολογεῖται ἀποκλαιόμενος καὶ ἀποδυρόμενος τὰ πρότερα ἑαυτοῦ ἁμαρτήματα. δηλοῖ δὲ καὶ τὴν εὐχαριστίαν, ὡς ἐὰν λέγῃ ὁ σωτήρ· "ἐξομολογήσομαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἔκρυψας τὰ θεῖα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις". οὐκ ἐπὶ τούτῳ εὐχαριστεῖ ε᾿̣πὶ τῷ κεκρύφθαι "τὰ θεῖα ἀπὸ σοφῶν καὶ συνετῶν", ἀλλὰ ἐπὶ τῷ οἰηθέντ̣ων ἰδ̣εῖν ἐκείνων ἀποκεκαλύφθαι αὐτὰ τοῖς νηπίοις. οὗτοι δέ εἰσιν οἱ ἀπὸ τῶν ἐθνῶν πιστε̣ύσαντες, οἱ δε`̣ σοφοὶ καὶ οἱ συνετοί, ἀφ' ὧν κέκρυπται τὰ θεῖα, οἱ ἐκ περιτομῆς εἰσιν ····· ········· ····· ···· ἐφώνησεν τ̣οῦτο· "πῶς ἐρεῖτε ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νό μος κυρίου ἐστὶν μεθ' ἡμῶν; εἰς μάτην ἐγενήθη πλο· ···· καὶ π···ε̣ν̣ων γραμματεύςα. ᾐσχύνθησαν σοφοὶ καὶ ἐνεκάλεσαν, ἐπεὶ τὸν λόγον κυρίου ἀπεδοκίμασαν". ἐπεὶ αὐτοὶ ἀπεδοκίμασαν, ἡ γραφὴ αὐτοῖς ματαία γέγονεν. διὰ γὰρ τῆς ····· ····· ····· ····· ··η γέγονεν. λέγεται δὲ ὅτι, ὅτε τὰ γράμματα ἀρχὴν ἐλάμβανεν, ἐν σχοιναρίοις ····· ····· ····· · εὑρι´̣σκοντο, πάλιν̣ αὐτὸ μετὰ γραφίδων ἐποίουν. καὶ ἐπειδὴ τὰ ἐν δέλτοις γραφόμενα ····· ····· ····· ἐπεν̣όησαν, ὅπως τὰ διάφορα ἐργαλεῖα ἔχωσιν καταγράφοντα ταῦτα. "ᾐσχύνθησαν" οὖν "σοφοὶ καὶ ἐπτοήθησαν, ὅτι τὸν λόγον κυρίου ἀπεδοκίμασαν· σοφία τίς ἐστιν ἐν αὐτοῖς"; πῶς γὰρ ····· ····· ····· ····· · τοὺς ἀποδοκιμάσαντας τὸν λόγον τοῦ κυρίου; ἡ εὐχαριστία οὖν δηλοῦται διὰ τῆς ἐξομολογήσεως. καί· "ἐξομολογησ̣ω´̣μεθά σοι, ὁ θεός, ἐξομολογησώμεθά σοι λαοὶ πάντες. διηγήσομαι πάντα τὰ θαυμάσιά σου, ὅταν λάβω και301 ρόν". ὁ ἐπὶ διηγήσει τῶν θαυμασίων ἐξομολογούμενος ἀνθομολογεῖται οὐκ ἐπὶ ἁμαρτίαις ἑαυτοῦ. καὶ πάλιν· "ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου· εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί". καὶ