217
ταῖς ἀρχαίαις ἡμέραις, οἷον ἐν Ἐξόδῳ· ἐν Αἰγύπτῳ ἔξοδον γεγενῆσθαι ἀδύνατον μαθεῖν ἦν ἐκείνων ο̣ὐκ̣ α᾿̣π̣αγγελλόντων, εἰ μὴ ἄρα τοὺς συνγραψαμένους ····· ····· ····· ἐκ παντὸς γὰρ τρόπου δεῖ τὰ γεγενημέν̣α πάντα λέγειν, ἵνα μὴ ἔλθῃ τις καὶ εἴπῃ ····· ····· ····· ····ς̣ ἁρπάσῃ. "ἐν ἡμέραις" οὖν "ἀρχαίαις", ἐν πρώταις ἡμέραις. τί δέ ἐστιν τοῦτο, α····· ····· ····· ····· ···· γέγονεν ····· ····· ····ω̣ν καὶ χείρονος γῆς ἐπὶ τοὺς ἁγίους καὶ τὴν ····· ····· ····· ····· ····· ····· ····· ····· ····· 309 γεγενημένον. οὐ πάντως δὲ αὐτὸ τοῦτο προηγουμένως σημαίνεται, ἀλλὰ λέγεται, ἵνα διὰ τούτου ἐκεῖνο θεωρηθῇ. μετατίθεται ὁ θεὸς τοὺς̣ ἀνθρώπους ἀπὸ τοῦ περὶ γῆν τόπου εἰς τοὺς ὑψηλοὺς οὐρανούς. "3ἔργον"3 οὖν ἐὰν λέγῃ, οὐχ ἓν λέγει τῷ ἀριθμῷ, ἀλλὰ τῷ εἴδει ἢ καὶ τῷ γένει. ἐν τῷ φωτισμῷ αὐτῶν-ἐπεὶ γὰρ ἐπιστήμονας λαμβάνομεν τοὺς πατέρας, λέγομεν ὅτι· "ἐν ταῖς ἡμέραις", αἷς ἔσχον καταυγαζόμενοι ὑπὸ τοῦ ἀληθινο̣υ῀̣ φωτὸς τοῦ ἡλίου τῆς δικαιοσύνης-γέγονεν ἐν τῷ φωτισμῷ τοῦ βίου αὐτῶν ἔργον, ὃ οὐκ ἐφθόνουν̣ ἡμῖν μεταδοῦναι. εἶπεν, τί, καὶ μέμνηται· ἔθνη ἑπτὰ ὑπὸ τῆς ὕστερον κληθείσης ἁγίας γῆς καθεῖλεν. κατεφυτεύθησαν εἰσαχθέντες ὑπὸ θεοῦ εἰς ἐκείνην τὴν χώραν. ἀμέλει γοῦν Μωϋσῆς εὔχεται ἐπιμίσγων πάλιν τὸ μυστικόν· "εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, ἁγίασμα, κύριε, ὃ ἡτοίμασαν αἱ χεῖρές σου". θεώρει ὅτι οὐδεὶς ἐξωτ̣ερικ̣ῶς βιῶν καὶ ἀκούων δύναται εἰς τὸ ὄρος τὸ ἅγιον εἰσελθεῖν. οἱ ἐν παραβολαῖς οὖν ὄχλοι ἀκούοντες ἔξω ὄντες οὐκ̣ εἰση῀̣λθον εἰς ὄρος τὸ ἅγιον, ἔνθα αἱ παραβολαὶ ἐσαφηνίζοντο. δεῖ οὖν εἰσαχθῆναι πρ̣ῶτον, εἶτ' οὕτω καταφυτευθῆναι. 3 ἡ χείρ σου ἔθνη ἐξωλέθρευσεν, καὶ κατεφύτευσας αὐτούς. οὐ τοῦ θεοῦ ἐν τ̣αῖς ἡμέραις ἀρχαίαις. ἀρχαῖος ἡμερῶν ἦν, καὶ οὐ λέγομεν ὅτι ἐν ἡμέραις ἀρχαίαις ἠ῀̣ν, ἀλλὰ ἀρχαῖος ἡμερῶν ἦν· ἦν γὰρ πρὸ ἡμερῶν, πρὸ παντὸς χρόνου· καὶ ἴσον ἐστὶν τῷ ἀρχαῖον ἡμερῶν αὐτὸν εἶναι τὸ ὑπάρχειν πρὸ τῶν αἰώνων, ὡς εἴρηται· "ὁ ὑπάρχων πρὸ τῶν αἰώνων". "ἡ χείρ σου" οὖν "ἔθνη ἐξωλόθρευσεν". ἡ κολαστική σου δύναμις. δύνανται καὶ οἱ ὑπηρετοῦντες ταῖς κολάσεσιν ἄγγελοι χεῖρες το̣ῦ θεοῦ λέγεσθαι, ὡς λέγομεν χεῖρα βασιλέως, καὶ οὐ δήπου τὸ μέλος τοῦ σώματος διὰ τούτων σημαίνομεν. καὶ ὁ Ἰὼβ δὲ περὶ τῆς κολαστικῆς δυνάμεως-αὐτὸς δὲ ἦν ὁ διάβολος ἦν-ἔλεγεν· "ἀπόστειλον τὴν χεῖρά σου". τοῦτο οὖν λέγει· "ἡ χείρ σου" ἤτοι ἡ κολαστικὴ δύναμις ἤτοι ἡ δραστήριος τῶν ἐπιπόνων ἤτοι ἡ διακονοῦσα δύναμ̣ίς σου "ἐξωλόθρευσεν ἔθνη". τὸν δὲ ὄλεθρον τῶν ἐθνῶν κατὰ ἀναγωγὴν λάβε θάνατον ἀνθρώπων ᾗ ποιῶν καὶ ἀποβολὴν τῆς ζωῆς, καθ' ἣν ἔθνη ἦσαν ἀλλότρια τοῦ θεοῦ. "καὶ κατεφύτευσας" τοὺς πατέρας̣ η῾̣μῶν. τὰ δὲ ἔθνη ἐξολεθρεύονται ἀφ' ἧς ἔχουσιν κακίας· χώρα γὰρ καὶ πόλις ἦν αὐτῶν ἡ κ̣ακία̣. καὶ κατ̣αφυτεύον̣ται ἐκεῖνοι οὐχ ὑπὸ ἄλλης ἢ τῆς δεξιᾶς αὐτοῦ. οὐ ταὐτὸν δέ ἐστιν χεὶρ καὶ δεξιά· ἡ μὲν γὰρ δεξ̣ιὰ πάντως χείρ ἐστιν, οὐ πᾶσα δὲ χεὶρ δεξιά· ἔχομεν γὰρ τὰ ἐπαινετῶς γινόμενα διὰ δεξιᾶς ἐπιτελούμεν̣α εἰπεῖν. ο̣ὕτως ε᾿̣ν ψαλμοῖς λέγει· "ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου". ἡ πρακτικὴ δύν̣αμις τῶν καλῶν ἐστιν ἡ δεξιά, ἡ ἀριςτερὰ δὲ ἡ ἀντικειμένη. καὶ ἐπεὶ τὰ πραττόμενα ἀπὸ διαθέσεως γίνεται καὶ ἀπὸ νοήσεως "3καρδία"3 λεγομένης, λέγεται δὲ ὁ σοφὸς καρδίαν ἔχειν εἰς δεξιάν, ὁ δὲ ἄφρων εἰς ἀριστεράν, ὧδε οὐ λαμβάνομεν τόπους σωμάτων. ὁ σοφὸς δὲ νοῦν ἔχει δεξιῶς̣ ν̣ο̣οῦντα, σύνεσιν ἔχει περ̣ὶ τῶν νοητῶν. καρδία δὲ ἄφρονος ἀριστερά ἐστιν, περὶ τὰ ὑλικὰ στρέφεται μόνα. πολλάκις δὲ κεῖται ἐν γραφαῖς ἡ ἀριστερὰ οὐκ ἐπὶ ψόγου, ἀλλ' ἐπὶ ἐλαττώσεως, ὡς ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων λέγει ὅτι· "εὐώνυμος αὐτοῦ ἐπὶ τὴν κεφαλήν μου, καὶ δεξιὰ αὐτοῦ περιλήμψεταί με". καὶ π̣ερ̣ὶ 310 τη῀̣ς σοφίας εἴρηται· "μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ"-μῆκος δὲ τὰ ἀθάνατα, τὰ μὴ καταλυόμενα-, "ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτον κ̣αὶ δόξαν". δίδωσιν δὲ πλοῦτον τὸν αἰσθητόν. ἀριστερᾶς δὲ τῆς σοφίας