218
χειρὸς δόματα ταῦτα οὐ φαῦλα. 3-4 ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς· οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς. ἐκείνους οὓς ἐξε´̣βαλες, κακώσας ἐξέβαλες. τὴν κάκωσιν δὲ ἐπήγαγες αὐτοῖς, ἵνα παιδευθῶσιν. πολλάκις δὲ ἡ κάκωσις παιδεύει· κάκωσιν γὰρ ἐνταῦθα οὐ τὴν ἐξ ἁμαρτίας λέγομεν, ἀλλὰ τὴν ἐξ ἐπιπόνου παιδεύσεως. ἐπεὶ οὖν οὐ προσήκαντο ὡς δεῖ τὴν παίδευσιν τὴν ἐπίπονον, ἐξεβλήθησαν λοιπὸν καὶ ἀπεδοκιμάσθησαν. "οὐ γὰρ ἐν τῇ ῥομ̣φαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν". οἱ πατέρες ἡμῶν οἱ κοινοὶ τῶν ἐκβληθέντων τὴν γῆν ε᾿̣π̣' ἱστορίας εἰληφότες οὐχ ἱδίῳ πολέμῳ, οὐχ ἱδίᾳ δυνάμει ἔσχον τὴν ἀπ' ἐκείνων ἀφα̣ιρεθεῖσαν γῆν· "οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν, οὐδὲ ὁ βραχίων αὐτῶν" κατίσχυσεν αὐτούς, "ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου". ἔνθα ὁ φωτισμός, καὶ ἡ σωτηρία. δι' ἧς οὖν γίνεται ἡ κάκωσις κ̣αὶ ἡ ἐκβολή, ἁπλῶς χείρ. οὕτω καὶ ἐν ἑνὶ τῶν ψαλμῶν περὶ Χριστοῦ λέγεται τό· "καὶ θήσει ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ". ἔνθα ζάλη καὶ ἁλμυρίς ἐστιν, ἡ χεὶρ ἁπλῶς τίθεται κατὰ τῶν πονηρῶν δυνάμεων· πονηραὶ γὰρ δυνάμεις εἰσὶν αἱ νῦν διὰ τῆς θαλάσση̣ς δηλούμεναι. "ε᾿̣ν" δε`̣ "ποταμοῖς τὴν δεξιάν". ποταμοὶ δέ εἰσιν οἱ προφῆται σχόντες ἀπὸ τῆς πηγῆς τοῦ ὕδατος τοῦ "ἁλλομένου εἰς ζωὴν αἰώνιον" ῥεύματα· "ὁ πιστεύων" γὰρ "εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσ̣ουσιν ὕδατος ζῶντος. τοῦτο δὲ ἔλεγεν περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες". οὗτοι οὖν ποταμοὶ ὄντες "κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό". συμφωνίας δέ ἐστιν πρᾶξις. ἴδε οὖν, ἡ χείρ, ἔνθα ἡ θάλασσα, ἡ ἁλμυρίς, ἡ ζάλη. 4 ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. ἔχει ἡ δεξιὰ καὶ βραχίονα κατάλληλον. οὐκ ἐν τῇ ἑαυτῶν οὖν χειρὶ ἢ τῷ ἑαυτῶν βρα̣χίονι ἐκληρονομήσατε γῆν, ἀλλ' ὁ θεοῦ βραχίων καὶ ἡ δεξιὰ καὶ ὁ φωτισμὸς τοῦ προσώ πο̣υ αὐτοῦ τοῦτο ὑμῖν παρέσχεν. ἑκατέρως αὐτὸ πρὸς τροπολογίαν, ὅτι οὐχ ἱδίᾳ δυνάμει οὐδ̣' ἰδίᾳ̣ π̣ράξει ἐλευθε̣ρώθητε καὶ γεγόνατε ἐν τῇ ἁγίᾳ γῇ. ἐὰν δὲ πρὸς ἀλληγορίαν ὑψηλοτέραν λάβῃς, κ̣αὶ ὁ βραχίων αὐτοῦ καὶ ἡ δεξιὰ καὶ ὁ φωτισμὸς τοῦ προσώπου αὐτοῦ ὁ σωτήρ ἐστιν. οὐκ ἐν ἑαυτοῖς οὖν, ἀλλ' ἐν τούτῳ ἐρύσθ̣ητε, μετοικίσθητε ἐκ τῆς χείρονος χώρας εἰς τὴν καλήν. ····· ····· ····· · ἑτοιμάσας ἐνίκ̣η̣σεν, ἀλλὰ θεοῦ συμμαχήσαντος, ὡς τό· "οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ". 4-5 ὅτι εὐδόκησας ἐν αὐτοῖς. σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου. οὐ γὰρ μόνον θεός μου εἶ δημιουργός μου ὢν καὶ εἰς τὸ εἶναί με ἀγαγών, ἀλλὰ καὶ βασιλεύς, ὅτι ὑπὸ ····· ····· ····· · προνοίας ἄρ̣χομαι οὐκ ἐν̣πλεκόμενος ἔτι "ταῖς τοῦ βίου πραγματείαις". καὶ θεὸς μέν μου εἶ ᾑ῀̣ κ̣τίσμα θεοῦ εἰμι-καὶ πᾶν μὲν κτίσμα θεὸν ἔχει τὸν θεόν-ᾗ δὲ στρα····· ····· ····· ····· ····· ····· ····· ····· · εἶ. 5 ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ. 311 τῷ Ἰακὼβ τῷ πτερνίζοντι τὴν κακίαν τὰς σωτηρίας ἐντέλλῃ βασιλεὺς καὶ θεὸς ὤν. σωτηρίας δὲ ἐντέλλεται τοῖς πνεύμασιν τοῖς διακονοῦσιν τὰς σωτηρίας, περὶ ὧν ὁ ἀπόστολος· "οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀ ποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν"; οὐχ ἵνα βεβαιω´̣σωσιν καὶ δῶσιν αὐτήν, ἀλλ' ἵνα προαναφωνήσωσιν αὐτὴν ἀκούσαντες· "εἴπατε τῇ θυγατρὶ Σιὼν Ἰδοὺ σωτὴρ παραγίνεταί σοι". "σωτηρίαι" δὲ τοῦ "Ἰακὼβ" δύνανται εἶναι αἱ κατ' εἶδος ἀρετ̣αὶ ἢ αἱ δύο ἀρεταί, ἡ πρακτικὴ καὶ διανοητική, ἡ θεωρία τῆς ἀληθείας καὶ ἡ ποιητικὴ τῶν ἔρ̣γων τῶν ἐπαινετῶν. 6 ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. θεωρεῖς, οὐχ ἱδίο̣ις κέρασιν χρώμενοι ἀνατρέπομεν τοὺς ἐχθροὺς ἡμῶν. σὺ δὲ κέρας ἡμῶν εἶ καὶ ἀμυντήριον. ἔχεις οὖν λεγόμενον ἐν ἑνὶ τῶν ψαλμῶν ὑπὸ τῶν ἁγίων πάντων· "καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν". οὐ τὸ αἰσθητόν· πάλιν γὰρ ἀμυντη´̣ριόν ἐστιν̣ τὸ κέρας τῶν ἐχόντων. δι' αὐτοῦ ἀπαλεξήσουσιν τὰ ἐπερχόμενα