219
ἐπιβλαβῆ. οὐκ ἔχουσιν ο̣ὖν, φησίν, οἱ ὑπὸ σὲ βασιλέα καὶ θεὸν ὄντα ἕτερον κέρας ἢ σέ. αἰτιᾶται οὖν τινας ὁ λόγος ἐν ἑνὶ τῶν ∆ώδεκα· "οἱ λέγοντες Οὐκ ἐν τῇ ἰσχύι ἡμῶν ἔσχομεν κέρατα"; κ̣ε´̣ρας ἔχοντες καὶ δυ´̣ν̣αμιν ἔχοντες κερατίζομεν τοὺς ἐχθρούς. διὰ τοῦτο καὶ συντρίβεται τούτων̣ τὰ κέρατα· "καὶ πάντα" γὰρ "τὰ κέρατα τοῦ ἁμαρτωλοῦ συνθλάσω". δυνατὸν δὲ καὶ κέρας λαμβάνειν βασιλέα καὶ βασιλείαν, ὡς̣ ἐν τῷ ∆ανιὴλ φέρεται· "τὰ δέκα κέρατα, δέκα βασιλεῖαι". διὰ τοῦτο οὖν σὲ βασιλέα ἔχοντες σὲ κέρας ἔχομεν καὶ "ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν". "καὶ ἐν τῷ ὀνόματί σου", ἐπεὶ τὴν σὴν προ̣σ̣η̣γορίαν ἔχομεν ἐφ' ἑαυτούς, "ἐξουδενοῦμεν" πάντας "τοὺς ἐπανισταμένους ἡμῖν", ἔχοντες ὅπλ̣ον ἀκαταμάχητον τὴν σὴν προσηγορίαν. ἔχειν δὲ προσηγορία̣ν δεῖ οὐ ψιλω῀̣ς. οὐχ ὁ λέγων ἑαυτὸν Χριστιανὸν πάντως ἔχει τὸ Χριστοῦ ὄνομα, ἀλλὰ ὁ ὢν Χρισ̣τιανός. 6 καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσαμεν τοὺς ἐπανισταμένους ἡμῖν. καὶ ἐκ̣ τούτου πάλιν δείκνυται, ὅτι προαιρέσει ἐπανιστάμενοί εἰσιν. οὐ κατὰ φύσιν εἰσὶν τοιοῦτοι, οὐδὲ κατ̣ὰ φύσιν οἱ υ̣πετ̣ι̣····· ····· ···νις εἰσιν, ὡς οἱ τὰς φύσεις εἰσηγούμενοι λέγουσιν. 7 οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. ἔχω μὲν τόξον καὶ ῥομφαίαν, ἐπεὶ ἐνδεδυμένος εἰμὶ "τὴν πανοπλίαν τοῦ θεοῦ", ἀλλ' οὐκ ἐν τούτοις ἐλπίζω· οὐ τὸ ὅλον τῆς προσδοκ̣ίας εἰς ταῦτα ανα····· ····· ····· ··· χρώμενος αὐτοῖς θέλω θεὸν σύμμαχον καὶ πρόμαχόν μου γε̣νέσθαι, ἵν' ἰσχὺν ····· ····· ···· δυνηθῶ βα̣λ̣εῖν πρὸς οὓς πέμπω μου τὰ βέλη, καὶ ἵνα ἡ ῥομφαία μου καιρίως ····· ····· ····· ··· ἀντιδίκους. ἀόρατοι δέ εἰσιν οὗτοι. πολλάκις ῥομφαία̣ τῶν ἐχόντων ὁ λόγος λέγεται· "οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν"· καί· "υ̣ἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα". καὶ ἄλλο δε´̣· "ῥομφαία αὐτοῦ 312 ἐπὶ μηρὸν αὐτοῦ". οὐ μόνον "ἐν ταῖς χερσὶν" ἔχουσιν ῥομφαίας, ἀλλὰ καὶ ἐπὶ τῶν μηρῶν. καὶ τάχα οἱ περὶ τῆς σωφροσύνης λόγοι οἱ νεκροῦντες "τὰ μέλη τὰ ἐπὶ τῆς γῆς" ἐπὶ μηρούς εἰσιν ῥομφαῖαι. πολλάκις καὶ τὰ τῆς γενέσεως διὰ τοῦ ὀνόματος τοῦ μηροῦ σημαίνεται. ὅταν γοῦν λέγῃ ἐν τῷ Ἰεζεκιήλ· "καὶ πᾶς μηρὸς ὑγρανθήσεται ὑγρασίᾳ", τοῦτο λέγει· πάντες ἀκόλαστοί εἰσιν τὴν ὑγρότητα τῶν ἡδονῶν μεταδιώκοντες. 8 ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς. ἐπεὶ ἔσωσας καὶ ἡμᾶς ἐκ τῶν θλιβόντων, ἔγνωμεν ὅτι "ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν". διὰ τοῦτο τοίνυν, ἐπεὶ τοῦτο ὑπῆρκται ἡμῖν ἐκ σοῦ, ἔγνωμεν ὅτι οὐκ ἐπὶ τῷ τόξῳ ἐλπίζειν δεῖ-χρᾶσθαι μὲν αὐτῷ, οὐχ ὡς ἀναντιρρήτως δέ-κατατοξεύσαντες. 8 καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. διαφορὰν πάλιν ἔχουσιν οἱ μισοῦντες πρὸς τοὺς θλίβοντας ὁτὲ μὲν τῇ ὑποστάσει ὁτὲ δὲ τ̣ῇ ἐπινοίᾳ̣. πολλάκις οἱ αὐτοὶ καὶ θλίβουσιν καὶ μισοῦσιν, καὶ οὗτοι κατ' ὑποκείμενον οἱ αὐτοί εἰσιν. ἐνίοτε δὲ ὁ μισῶν οὐχ οἷός τέ ἐστιν ἐχθρο`̣ς εἶ ναι, ὅταν ἀσθενὴς ᾖν· καὶ γὰρ ὁ ἀσθενὴς δύναται μισεῖν, ἐχθρεύειν δὲ ἐκ τοῦ προφανοῦς̣ οὐ δύναται· βλάψει γὰρ αὐτόν. πλὴν κἂν οἱ αὐτοὶ ὦσιν κατ' ὑποκείμενον τῇ ἐπινοίᾳ μόνον διαφέροντες, κἂν ἕτεροι καὶ ἕτεροι ὦσιν, ὁ θεὸς ἐκ τούτων ῥύεται καὶ σῴζει καὶ καταισχύνει αὐτούς̣. 9 ἐν τῷ θεῳ῀̣ ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν. τῶν ἐπαινουμένων οἱ μὲν δια`̣ κ̣άλ̣λος σώματος ε᾿̣παινοῦν̣ται, οἱ δὲ διὰ ἰσχύν. οἱ πύκται ἐν τῇ ἰσχύι ἐπαινοῦνται, ἄλλοι δὲ ἐν ἄλλῃ τέχνῃ, καὶ ἄλλοι διὰ πλοῦτον, δι̣ὰ εὐγένειαν, ἀλλ' ἐν σοὶ ἡμεῖς ἐπαινεσθησόμεθα. οὐκ ἔχομεν αἴτιον ἐπαίν̣ου ἄλλον ἢ σέ· κἂν γὰρ ὑπάρξῃ ἡμῖν ἐπίπονα, ἐπεὶ διὰ σοῦ αὐτὰ εἰλήφαμεν καὶ "ἐν τῷ θεῷ ποιοῦμεν δύναμιν", ἐν σοὶ ἔχομεν τὸν ἔπαινον. πολ̣λάκις ἡ ἡμέρα τὸν χρόνον τῆς ζωῆς τῶν λεγόντων σημαίνει, ὡς τό· "ἕνεκα σ̣ο̣ῦ θανατούμεθα ὅλην τὴν ἡμέραν", τουτέστιν διὰ βίου. 9 καὶ τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα. η῾̣ σὴ προσηγορία πολλὴν ἡμῖν παρέχει δύναμιν. ἐν αὐτῇ γοῦν "ἐξουθενοῦμεν" πάντας "τοὺς ἐπανισταμένους ἡμῖν". διὰ τοῦτ̣ο "ἐν τῷ ὀνόματι τῷ σῷ ἐξομολογούμεθα εἰς