1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

220

τὸν αἰῶνα". τὸ τῆς ἐξομολογήσεως ὧδε̣ ὄνομα τὴν εὐχαριστί αν σημαίνει· "ἐξομολογήσομαί σοι, ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀνε̣κάλυψας αὐτὰ νηπίοις". ἵνα δοτικὴ ᾖν, δύναται οὕτω ὅτι· "τῷ ὀνόματί σου ἐξομολογούμεθα", ὅτι αὐτὸ η῾̣μῖν σωτηρίας γέγονεν αἴτιον. δυνατὸν δὲ καὶ τοῦτο· ἐν τῷ σῷ ὀνόματι τῷ ἐπικληθέντι ἐφ' ἡμᾶς, ὡς̣ ἐὰν λέγῃς· ἐν τῇ ἐπιστήμῃ ἢ ἐν τῇ ἀρετῇ ἐξομολογήσομαι. 9-10 διάψαλμα. νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν. "σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου". συν····· · τῷ θεῷ ἡ φωνή· τῶν γὰρ ἐγγιζόντων καὶ πλησιαζόντων ····· ····· ·····ων θεὸς και`̣ βασιλεύς ἐστιν. "ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ". τοῖς ἐγγὺς ····· ····· ····· ····· · τὰς σωτηρίας ἐντέλλεται καὶ ὅλα χρηστά. περὶ αὐ313 τῶν λέγει· "ἐν σοὶ ἐπαινεςθησόμεθα ὅλην τὴν ἡμέραν καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα", τουτέστιν εὐχ̣αριςτήσομεν. καὶ λέγει· "νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν". ὅτε δὲ ἐξήρχου ἐν ταῖς δυνάμεσιν ἡμῶν τῆς στρατιωτικῆς αὐτοῦ ἢ τῇ δυνάμει τῇ ἰσχύι ἡμῶν, ἠνύαμεν ἀεὶ πάντα. πᾶν δὲ τοὐναντίον ἐνταῦθα ὑπάρχει ἡμῖν. καὶ ἐπεὶ ἔλεγον, οὐ δεῖ τὰ προβληματικὰ εἰπεῖν̣ ῥητῶς περὶ αὐτῶν· ὁ Ἰσραὴλ ἁμαρτὼν μετῳκίσθη ἀπὸ τῆς Ἰερου σαλὴμ εἰς Βαβυλῶνα αἰχμαλωσίας τρόπῳ. καὶ ∆ανιὴλ δὲ καὶ οἱ τρεῖς ἐκεῖνοι καὶ Ἰησοῦς ὁ Ναυὴ καὶ Ἰεζεκιὴλ καὶ οἱ ἄλλοι τῶν ∆ώδεκα Προφητῶν ἦσαν ἐκεῖ, Ἅγγεος καὶ Ζαχαρίας. οὗτοι οὐκ αἰχμαλωσίας τρόπῳ μετηνέχθησαν εἰς τὴν Βαβυλῶνα, ἀλλ' ἕνεκα τοῦ μετόχους εἶναι βοηθῶν καὶ ἰατρῶν τοὺς καταδικασθέντας ἐκεῖ. καταδικάζει τινὰ θεὸς μετὰ φειδώ, τουτέστιν οὐκ ἐᾷ αὐτὸν ἀβοήθητον. καὶ ἀγγέλους ἐκπέμπει καὶ ἄνδρας ἁγίους ποιεῖ ὑπο̣π̣ε̣σεῖν κ̣ακώσει καὶ αἰχμαλωσίᾳ οὐ διὰ ἁμαρτήματα ἑαυτῶν, ἀλλὰ τῆς ἄλλων ἕνεκ̣α σωτηρίας. ἐς τοὐναντίον ο̣ὐ῀̣ν με̣ταβολὴν λέγουσιν γεναμένην ἀπὸ τῶν καλῶν ἐπὶ τὰ φαῦλα, α᾿̣π̣ὸ τοῦ βοηθεῖσθαι καὶ ἔχειν αὐτὸν α᾿̣ντιλήμπτορα εἰς τὸ ἐνκαταλελεῖφθαι, ἀλλὰ τρόπον τινὰ ἐνκατελε̣ίφθησαν γενόμενοι βοηθοὶ ἄλλων, οὐχ ἵνα ἀπόλωνται, ἀλλὰ ἵν' ὠφελήσωσιν καὶ μὴ ἐπιτρέψωσιν ἐπὶ πλέον τὰ ἁμαρτήματα τῶν καταδικασθέντων γενέσθαι. "ἀπώσω" οὖν "ἡμᾶς νῦν". καὶ τὸ "ἀπώσω" δὲ οὐ πάνυ ψόγον φέρει· "ἐξῆλθεν Κάϊν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ". οὐκ ἀπώσατο αὐτὸν ὁ θεός, ἀλλ' αὐτοκελεύστῳ προθυμίᾳ̣ ἠσπάσατο τὸ κακόν, ὥρμησεν ἐπὶ τὴν κακίαν. περὶ δὲ τοῦ Ἀδὰμ οὐ πάν̣υ ἀποπεσόντος εἴρηται ὅτι· "ἐξέβαλεν τὸν Ἀδὰμ" ὁ θεὸς ἀντιποιούμενον δηλονότι τῶν ἔσω καὶ μὴ θέλοντα ἐξελθεῖν. ἐκεῖνος δὲ τῆς Εὕας τῆς γυναικὸς ἕνεκα ἐκβέβληται ἐκ τοῦ παραδείσου· καὶ γὰρ αὐτῆς ἕνεκα τὸν κανόνα παρέβη· πυνθανομένου γὰρ τοῦ θεοῦ λέγει· "τίς σοι ἀνήγγειλεν"; λέγει· "ἡ γυνή, ἣν ἔδωκας μετ' ἐμοῦ". οὐκ εἴρηκεν· "ἣν ἔδωκας", ἀλλὰ "μετ' ἐμοῦ αὐτὴν ἔδωκας". καὶ οὗτός ἐστιν ὁ σκοπός· κἀγὼ ἐ´̣δ̣οξα δέ, ὅτι ἀπατηθεῖσα ὑπὸ τοῦ διαβόλου, ὡς αὐτὴ ὡμολόγησεν, ἐκβάλλεται τοῦ παραδείσου, ἔδοξα τὸ αὐτὸ α̣ὐτῇ ποιεῖν, ἵνα ἐκβληθῶ κἀγὼ τοῦ παραδείσου· εἰ μὴ γὰρ συνεκβληθεὶς ἦν ὁ Ἀδάμ, οὐκ εἰσήρχετο εἰς τὸν̣ παρ̣άδεισον ἡ γυνή. οὐ π̣ᾶς ἔλεγεν ὁ λαός· "ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν". καὶ μεθ' ὁλίγα· "ἀλλ' ἡ δεξιά σου καὶ ὁ βρ̣αχ̣ίων σου ····· ·· καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου". οὐ πᾶς ὁ λαὸς τοῦτο ἔλεγεν̣. ἐμνημονευσ̣····· ····· ····· ····· τοῦ ἐν τῇ πρὸς Κορινθίους λεχθέντος τοῦ· "εὐχαριστῶ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει". εἶτα πάλιν· "ἀκούεται ἐν ὑμῖν πορνεία". οὐ πε̣ρὶ ἑνὸς οὖν ἦν τ̣····· ····· ····· ····· ἐπὶ τοῦ λαοῦ τούτου οἱ μὲν ἰδίῳ τρόπῳ. οὗτοι οὖν οὐκ̣ ἐξεπέτασαν χεῖρας προ`̣ς θεὸν ἀλλότριον. "νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς". οὐδεὶς ἁμαρτάνων ὑπὸ θεοῦ καταισχύνεται, ἀλλ' ὑφ' ἑαυτοῦ. καταισχύνει δὲ ὁ θεὸς τρόπον τινά, ὅτε τὸν μὴ ἁμαρτωλο`̣ν σὺν τοῖς α῾̣μ̣αρτωλοῖς ····· ····· ····· ····· 314 ···· καὶ ὁ καταισχυνμὸς ἐπωφελὴς καὶ δόξαν φέρων τῷ