221
καταισχυνομένῳ. οὐκ ἔχει "κρυπτὰ αἰσχύνης", ἅπερ ἀπειπέσθαι δεῖ κατὰ τὴν φιλοσοφίαν τοῦ λέγοντος ὅτι· "ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ". ὁ λέγ̣ων· "τοῖς ἀνόμοις ἄνομος γέγονα", οὐ κατῃσχύνθη ὑφ' ἑ αυτοῦ, ἀλλὰ ὁ λόγος τοῦ Χριστοῦ προτρεπόμενος ἔπεισεν αὐτο´̣ν. ἐπερ · ὁ λέγων ὅτι· "ἄνομος γέγονα", οὐ καταισχύνεται; ὅσον ἧκεν εἰς ἀνθρωπίνην διάνοιαν, ου᾿̣δεὶς ἤθελεν μιμήσασθαι τοὺς κακούς. "καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν". πάλαι ἐξήρχου ἐν ταῖς δυνάμεσιν ἡμῶν· προέτρεχες ἡμῶν εἰς τοὺς πολέμους, καὶ περιεγινόμεθα τῶν ἐπιτιθεμένων. τὸ δὲ μὴ ἐξελθεῖν ἐν ταῖς δυνάμεσιν τοῦτο λέγει· βοηθῶν οὐ βοηθεῖς. βοηθεῖς ἡμῖν, ἵνα ἀθ̣λη̣ταὶ ἀποδειχθῶμεν δῆθεν ἐνκαταλειφθέντες καὶ ὠφελήσωμεν καὶ ἄλλους· οὐκ εἶπεν γ̣ὰρ ὅτι· "κ̣ατε´̣στ̣ρεψας τὰς δυνάμεις ἡμῶν", ἀλλ' "οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν". 11 ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν. ὀπίσω αὐτῶν ἦσαν οἱ ἐχθροί. ἔπαινον δὲ λέγουσιν ἑαυτῶν· "ἐπὶ τοῦ νώτου μου" γὰρ "ἐτέκταινον οἱ ἁμαρτωλοί". ἄλλῳ δὲ τρόπῳ λ····· ····· ···· ···· τα`̣ νῶτα διδόασιν οἱ πολέμιοι, οὐκ ἀσθενήσουσιν καὶ διώκονται μόνον̣ ὑπ̣ὸ τῶν με̣λλόντω̣ν αὐτῶν περιέσεσθαι. ὁ σωτὴρ οὖν πάντας ἐλαύνει τοὺς ἐχ̣θροὺς̣ καὶ τὰς χεῖρας ἔχει ἐπὶ τοῦ νώτου αὐτῶν τύπτων αὐτούς, διώκων αὐτούς. οὗτοι οὖν λέγουσιν· "ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν", οὐ κυρίως λεχθησομένου ἂν περὶ τοῦ κατ' αἵρεσιν ἀποστρ̣εφομ̣ένου καὶ μιμουμένου τοὺς ἐχθρούς· "θεὸς ἀπέστρεψεν". τὸ δὲ διὰ θεου῀̣ παραγινόμενον ἀγαθ̣ὸν και`̣ ἐπαινετόν ἐστιν. ἰδοὺ οἱ περὶ ∆ανιὴλ καὶ οἱ ἄλλοι ἅγιοι οἱ γεγονότες ἐν τῇ Βαβυλῶνι λεγέτ̣ωσαν· "ἀπέστρεψεν ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν". 11 καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς. οὐκ ἂν ἠδύναντο λαβεῖν ἡμᾶς ὑπὸ χεῖρα, εἰ μὴ ἡμᾶς διὰ τὸ χ̣ρήσιμον ἀπέστρεψε̣ν παρ' αὐτοῖς. ἐχθροί εἰσιν καὶ μισοῦντες· ἐχθρῶν γάρ ἐστιν τὸ μισεῖν. ἡμεῖς δὲ οὐδὲ ἐχθροὶ ἐκείνων οὐδὲ μισοῦντές ἐσμεν. καὶ διὰ τοῦτο πόρρω ἦμεν· διὰ τί γὰρ κρίμα ····· ··· δ̣ε´̣σ̣ποτα, ἀπέστρεψας ἡμα῀̣ς παρ' ἐκείνους, πεποίηκας ἡμᾶς μετ' ἐκείνων εἶναι, οἳ καταδικασθέντες εἰσίν; οἱ οὖν̣ ἐν μορφῇ θεοῦ πρότερον ὄντες μορφὴν δούλου λαβόντες διὰ συνπάθειαν, οἱ τοιοῦτο̣ι οὖν λέγουσιν ὁ´̣τι· ἐληλύθαμεν εἰς τὸν περὶ γῆν τόπον οὐ δι' ἑαυτούς, ἀλλὰ ἄλλων ἕνεκα οὐκ ἐξελθόν̣τος σου ἐν ταῖς δυνάμεσιν ἡμῶν· πρότερον γὰρ ἐν ταῖς δυνάμεσιν ἡμῶν ἐξήρχου τὴν νίκην ἡμῖν κατὰ τω῀̣ν ἐχθρῶν ὀρέγων καὶ φυλάττων ἡμᾶς ἐν τῇ τῶν πατέρων ἡμῶν χ̣ώρᾳ ᾗ κατέβημεν. ἐπεὶ οὖν οὐκ ἐξῆλθες ἐν ταῖς δυνάμεσιν ἡμῶν, ἐστράφημεν εἰς τὰ ὀπίσω παρὰ τοὺς μισου῀̣ντας ἡμ̣ᾶς. διαρπασάντων ἡμᾶς ἐκείνων, οἷς ἔδωκεν-κακῇ δὲ προθέσει ····· ····· ····· ····· ···υ̣τ̣α̣ι̣. καὶ πολλὰ τοιαῦτα εὑρίσκεις ἐν τῇ γραφῇ· ἀπὸ φθόνου ····· ····· ····· ····· ····· ····· ··· αὐτὸν ἐν 315 πρᾶσις. οὐ ταύτῃ δὲ τῇ προθέσει ἐκεῖνοι ἀπέδοντο αὐτόν. πάλιν ὁ Ἰούδας προδ̣έδωκεν τὸν σωτῆρα, καὶ γέγονεν χρήσιμος ἡ προδοσία ἐπὶ τῷ ἀρθῆναι "τὴν ἁμαρτίαν τοῦ κόσμου". πάλιν οὐ ταύτῃ τῇ προθέσει ἐσταύρωσαν οἱ σταυρώσαντες. "οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς", οὐ κατέκ̣τειναν ἡμᾶς. ἐὰν δὲ τοῦτο λέγεις, ὅτι τὰ ἡμέτερα ἐλάμβανον ἐπ' ὠφελίᾳ τῇ ἑαυτῶν, καὶ εἰκότως τὰ τ̣ῆς παραδόσεως καὶ τῆς ἀποστροφῆς εἰς τὰ ὀπίσω καιρίως γέγονεν. ἐπιφέρουσιν οὖν· "ταῦτα πάντα ἐπῆλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου". 12 Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως. πάλαι ἐκ τοῦ φανεροῦ ἐβοήθεις ὥστε ἔπαινον ἡμῶν ὅλην τὴν ἡμέραν σὲ εἶναι καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογεῖσθαι εἰς τὸν αἰῶνα. διὰ τί δὲ νῦν εἰς αἰχμαλωσίαν παρεδόθημεν οὐ κακίας ἡμετέρας ἠ`̣ α᾿̣σεβείας ἕνεκα ἰδίας τοῦτο παθόντες; ἔλεγον δὲ τοιούτους εἶναι τοὺς τὸν ψαλμὸν λέγοντας οἷοι ἦσαν ∆ανιὴλ ····· ····· ····· ····· ··· ὁ τοῦ Ναυὴ καὶ Ἰεζεκιὴλ καὶ Ἅγγεος καὶ Ζαχαρίας καὶ οἱ τρεῖς κ̣αὶ ἕτεροι πλείονες. οὗτοι οὐ διὰ κακίαν ἰδίαν ἐν τῇ Βαβυλῶνι γεγένηνται. ἐπὶ δὲ τῶν παραδιδομένων θλιβηροῖς, καὶ μάλιστα