222
ἐκείνοις τοῖς θλιβηροῖς, ἔνθα καὶ τὸ τῆς προαιρέσεως ἐπισφαλές̣ ἐστιν διὰ τὸ τοὺς οἷς παρε̣δόθησαν ἐπὶ κακίᾳ χαίρειν, ἀπεστάλησαν ὥσπερ ἰατροὶ μετὰ πολεμίων, ἵνα ἐπιμελῶνται αὐτῶν, βοηθήματα προσάγουσιν τὰ μὲν φυλάττοντα αὐτῶν τὴν ἤδη ἐνοῦσαν ὑγίειαν, τὰ δὲ λύοντα νόσον καὶ φέροντα ὑγείαν. οὐ γάρ, ὥς τινες οἴονται, αἰτιώμε̣νοι τη`̣ν ἡμέραν λέγουσιν. ἐπιφέρουσιν οὖν πρὸς ἑτέροις εἰρημένοις καὶ τό· "ὡς πρόβατα βρώσεως ἔδωκας ἡμᾶς". αὐτοὶ εἰς βρῶσιν αὐτῶν παρεδόθημεν, λεόντων δίκην καὶ λύκων κατεσθίουσι̣ν ἡμᾶς. ὅμως εἰ καὶ κατεσθιόμεθα, οὐκ ἀφιστάμεθα τοῦ εἶναι πρόβατα· "πρόβατον πλανώμενον ὁ Ἰσραήλ, λέοντες ἐξῶσαν αὐτόν· ὁ πρῶτος κατέφαγεν αὐτὸν βασιλεὺς Ἀσσούρ". κακότης δέ ἐστιν τὸν γενόμενόν τι ἐπαινετόν, μὴ μεῖναι ὅπερ ἔστιν, ἀλλ' εἰς ἑτέραν ποιότητα ἀναλυθῆναι. ὁ ἐσθίων ἄρτου ἐὰν εἰς γαστέρα καταπέμψῃ αὐτόν, οὐ μένει ἄρτος. οἱ δὲ καταποθέντες καὶ β̣ρῶμ̣α ἐχθρῶν γεγενημένοι οὐκ ἀπέστησαν τοῦ εἶναι πρόβατα. λέγεται πολλάκις βρῶμα γίνεσθαι ο῾̣ μαθητὴς τοῦ διδασκάλου, περὶ οὗ καὶ λέγει· "ἐμὸν βρῶμά ἐστιν, ἵνα τις ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου". ἡ γυνὴ ἡ Σα̣μαρῖτις γοῦν μαθητὴς ἦν, περὶ ἧς καὶ εἶπεν· "ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε". ····· ····· · δ̣ὲ πάλιν̣ ····· ····· ····· · ἄρτον εἶναι. ὁ δὲ ἄρτος τροφὴ γίνεται. τρόπον δέ τινα τ̣ρ̣····· ··ε̣·ι̣······· ····· ····· · ἐὰν οὖν ὁ ἄνθρωπος ὁ σῴζων τὸ κατ' εἰκόνα καὶ τὸ καθ' ὁμοίωσιν θεοῦ διδάσκαλος κατὰ Ἰησοῦν γενόμενος ἄγριον ἄνθρωπον διὰ τοῦ παιδεῦσαι 316 φάγῃ ····· ····· ····· ····· ····· ····· · ····ις ὑπὸ τοῦ διδασκάλου καὶ τροφὴ αὐτοῦ γεγενημένος οὐκ ἔσται λέων. διὰ τοῦτο μακάριός ἐστιν καὶ μακαρίζεται οὐχ ὅτι λέων ἐστίν, ἀλλ' ὅτι ἄνθρωπος γέγονεν. εἰ δέ ποτε ἄνθρωπος λογικὸς καὶ λογικῶς κινούμενος̣ ὑπὸ ὠμοθύμου τινὸς ἀγρίου ἀνθρώπου ἢ πονηρᾶς δυνάμεως βρωθείη, γίνεται λέων καὶ τάλας ἐςτὶν ὁ τοιοῦτος· "οὐαὶ" γὰρ "τῷ ἀνθρώπῳ ὃν φάγεται λέ ων". οὗτοι οὖν λέγουσιν· "ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως". βρω̣θέντες πρόβατα ἔμειναν. 12 καὶ ἐν τοῖς ἔθνεσιν διέσπειρας ἡμᾶς. κατὰ τὸ πρόχειρον τῆς λέξεως φαίνονται τοῦτο λέγοντες ὅτι· ἐπεσπάρημεν τοῖς ἔθνεσιν, ἐσκεδάσθημεν πολλαχοῦ. φαίνονται δὲ ἐν μόνῃ τῇ Βαβυλῶνι καὶ τῇ Ἀσσυρίᾳ τοῦτο παθόντες. ὃ λέγει οὖν, τοιοῦτόν ἐστιν· εὐαγγελικῷ πρ̣ω῀̣τον χρηστέον ῥητῷ ἡ σπορὰ τούτων τῶν σπερμάτων, οἷον σίτου κριθῆς, ἐὰν ἐπισπαρῶσιν τῇ γῃ῀̣, ταύτην̣ δέχονται εἰς τὴν ἑαυτῶν οὐσίαν διὰ τροπῆς καὶ μεταβολῆς· ἐκ τῆς γῆς γὰρ μετέβαλον γενόμενοι πολλοὶ ε᾿̣ξ ἑνὸς κόκκου, ἐκ τῆς γῆς μετέβαλον εἰς τοὺς σίτους. ἀνιμᾶται ····· ····· ····· ·ν̣ τὴν παρακειμένην γῆν καὶ εἰδοποιεῖ αὐτὴν καὶ μεταποιοῖ εἰς τὴν ἑαυτῆς φύσιν. σπέρματα δὲ λέγει τοὺς ταῦτα λέγοντας ἁγίους ὅτι· "ἐν σοὶ ἐπαινεσθησόμεθα καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα ε̣ἰς τὸν αἰῶνα". ἰδου`̣ οἱ λέγοντες· "ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν" καὶ τὰ ἄλλα, λεγέτωσαν· "ἐπέσπειρας ἡμᾶς ἐν τοῖς ἔθνεσιν" σπερμάτων δίκην, ἵνα τὰ ἔθνη τρόπον τινά, ἐὰν ἐπὶ ξένης ἐπισπαρῶμεν αὐτοῖς, μεταβάλωμεν εἰς ἑαυτούς, καὶ εἷς ἡμῶν γένηται στάχυς πολλοὺς φέρων κόκκους, πολλὰς ψυχὰς ὠφεληθείσας. καὶ διαφόρως λέγονται οἱ ὠφελούμενοι ὁτὲ μὲν παῖδες τῶν ὠφελούντων, ὅταν ἐκεῖνοι πατέρες ὀνομάζωνται, ποτὲ δὲ πρόβατα, ὅταν ἐκεῖνοι τὴν ποιμένος ἔχωσιν κατάστασιν καὶ διαγωγήν. οὗτοι οὖν ὡς σπέρματα κατεβλήθησαν, ἀνέλαβον εἰς ἑαυτοὺς ἐκείνους τοὺς ὠφελουμένους ἐκ τοῦ παρατεθεῖσθαι αὐτοῖς. παρατεθέντα τὰ σπέρματα μετέβαλεν̣ τὴν γῆν. τὰ ἔθνη οὖν γῆ εἰσίν̣, σπέρματα δὲ τὰ καταβληθέντα ἐπ' ὠφελίᾳ ἄλλων. κείσθω δὲ καὶ τοῦτο ἁπ̣λουστέρως, ὅτι γεγόνα̣σιν οἱ Ἀσσύριοι ἐν Βαβυλῶνι, οὐ μὴν πολλὰ ἔθνη καὶ πάντα τὰ ἔθνη εἰσίν. κ̣είσθω δὲ καὶ πρὸς τη`̣ν ἱστορίαν. 13 ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς. ἄνευ τιμῆς ····· ····· ··· ἀπέδου· εἰς αἰχμα̣λωσίαν γὰρ ἀχθέντες οὐ μετὰ τιμῆς ἐκεῖ ἤχθημεν, ἀλλὰ νόμῳ αἰχμαλωσίας ἀχθέν̣τες· οὐδὲν γα`̣ρ̣ τούτου ἀτιμότερον. "ἄνευ