223
τιμῆς" οὖν "ἀπέδου τὸν λαόν σου". ····· ····· ···· λαὸν ἀπέδου τοι῀̣ς κ̣ρ̣ατῆσαι ἐθέλουσιν. δυνατὸν δὲ καὶ λαὸν λέγειν ἐκεῖνον, ὑπὲρ οὗ ····· ····· ···ν ἐν τοῖς ἀλλοτρ̣ίοις. καὶ ε᾿̣πεὶ "τὸν λαόν σου ἄνευ τιμῆς", τουτέστιν οὐ τιμὴν λαβών, "ἀπέδου", ····· ·ω̣ αὐτούς· ταῖς γὰρ ἁμαρτίαις ἑαυτῶν ἐπράθησαν. δύναται δὲ καὶ τὸ "ἄνευ τιμῆς" ····· ····· ····· κ̣αὶ ευ̣κ̣ρ̣····· ····υ. διὰ τοῦτο ἡμεῖς ὑπεμείναμεν ταῦτα τὸ ἐν αἰχμαλωσίᾳ γενέσθαι ····· ····· ····· ····· ····· ····· ····· · διασπαρῆναι ἐν τοῖς ἔθνεσιν, ἵνα συναγάγῃς τὸν ····· ····· ····· ····· ····· ····· ····· · ἑαυτόν. 317 ἁμαρτίᾳ πέπρακεν ἑαυτὸν καὶ χρεώστην πεποίηκεν. αὐτίκα γοῦν τὸ δι' οὗ κατέχει ὁ ἐχθρὸς βα̣σιλεὺς τῶν ψυχῶν, λέγεται χειρόγραφον. χειρόγραφον δέ ἐστιν, ὃ συνεστήσατό τις ταῖς ἑαυτοῦ χερσίν. "ἦρεν" οὖν "αὐτὸ ἐκ τοῦ μέσου", ἵνα μηκέτι κρατῇ ἡμᾶς τῷ χειρογράφῳ, ᾧ ἡμεῖς συνεστησάμεθα καταγράψαντες ἑαυτοὺς αὐτῷ. ἐπερ · καὶ ἑαυτοὺς συνκαταγράφονται; -ἤτοι ἡμᾶς ὄντας λαόν σου ἀπέδω ἄνευ τιμῆς -τότε ἐτιμήθημεν-τῷ τῆς αἰχμαλωσίας τρόπῳ, ἢ περὶ τοῦ λαοῦ λέγουσιν, ὑπὲρ οὗ αὐτοὶ εἰς τὴν αἰχμαλωσίαν γέγοναν· "τὸν λαόν σου ἄνευ τιμῆς ἀπέδου". καὶ διὰ τοῦτο ταῦτα ὑπομένομεν, ἐπεὶ βοηθείας αὐτῶν ἕνεκα ἐποίησας ἡμᾶς τὰ αὐτὰ αὐτοῖς ἀναντλῆσαι ἀνιαρά. 13 καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν ἡμῶν. πολλάκις ὑπέρ τινων σῶστρα καὶ λύτρα ἀλλάγματα δίδοται. λέγει γοῦν· "ἅγιόν ἐστιν πᾶν διανοῖγον μήτραν ἀρσενικόν". καὶ λέγει ὅτι, ἐὰν πρόβατον ᾖν τὸ πρωτότοκον ἢ βοῦς ἢ αἴξ, τῶν ἀναφερομένων ἐπὶ τὸ θυσιαστήριον αὐτὰ ἱερουργεῖν δεῖ. ἐὰν δὲ ὄνος ᾖν τὸ πρωτότοκον ἢ ἄλλο τι τῶν ····· ····· ····ουσιν οἱ ἱερεῖς, μηδὲ προσάγεται τῷ θυσιαστηρίῳ· "ἀλλάξεις πρόβατον ἀντ' αὐτοῦ". διὰ π̣ροβάτου ἀλλάττεται ἡ ἀξία αὐτοῦ καὶ χωρεῖ εἰς τὸ ἱερόν. λέγει οὖν ὅτι· ἐπεὶ πολλοί εἰσιν ο····· ·ε̣········· ····· ··, "οὐκ ἦν πλῆθος τοῖς ἀλλάγμασιν αὐτῶν". οὐκ ἐνῆν τοσαῦτα ἀλλάγματα ὥστε α····· ····· ····· ····· ····· ···· οὕτως ὅτι· ἐπεὶ θεός ἐστιν ὁ διδοὺς τὰ ἀλλάγματα ὑπὲρ αὐτῶν, οὐκ ····· ····· ····· ····· ····· ἀλλαττομένων τὰ ἀλλάγματα δίδοται. δι' ὀλίγων δὲ ἱκανός ἐστιν ······ ····· ····· ····· ····· ···· πολυάνθρωπα πλήθη ἔθρεψεν. καὶ ἵνα ἀπὸ τῆς ἱστορίας εἴπω ····· ····· ····· ····· ····· ··· πολυάνθρωποι ἦσαν, καὶ εἰ ἦσαν εὑρεθέντες ἐκεῖ δέκα δίκαιοι-ἕως γὰρ αὐτῶν κα····· ····· ····· ····· ····· ·· οὐκ ὄντος πλήθους τῶν ἀλλαγμάτων ἠλλάττοντο. οὐ λέξοι τις οὖν ····· ····· ····· ····· ····· ····· εἰς Βαβυλῶνα, ὀλίγοι δὲ τὸν ἀριθμὸν ὡς οἱ συναιχμαλωτισθέντες ····· ····· ····· ····· ····· ·· ἑαυτῶν καὶ ὁ λαὸς καὶ ἐκεῖνοι διὰ ἁμαρτίας, ἀλλ' ὁ μὲν λαὸς διὰ τὰς ἰδίας, οἱ δὲ διὰ τὰς ἄλλων. "καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν αὐτῶν". ὀλίγοι δὲ αὐτάρκεις γέγοναν πρὸς σ̣····· ····· ····· ····· ····· ····· ἐγένετο ἄν, εἰ ἦσαν ἐπιστρέψαντες καὶ γνόντες οἷ κακῶν εἰσιν. "αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα· καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μή, ἵνα γνῶ". ὅσον ἧκεν ἐπὶ τῇ βοῇ τῆς κακίας αὐτῶν καὶ τῇ ἐπιτάσει ····· ····· ····· ····· ····· ····· ··· εἰ δὲ μὴ εὕροιμι αὐτοὺς τοιούτους, ἀλλὰ μετανοήσαντας ὡς τοὺς Νινευίτας, γνώσομαι αὐτούς. ὅτι δὲ οἱ ὑπὸ θεοῦ γιγνωσκόμενοι οὔκ εἰσιν φαῦλοι· "ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ". "ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύετε τοῖς φύσει μὴ οὖσιν θεοῖς· νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ". ὅτε ἦσαν γνόντες, μᾶλλον ἐγιγνώσκοντο ὑπὸ τοῦ εὐεργέτου. 14 ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν. πρὸς τὴν ἱστορίαν γείτονές εἰσιν οἱ ἀστυγείτον̣ες, οἱ πλησίον ····· ····· ····· ····· ····· ····· · ἐπεὶ οὖν εἰς αἰχμαλωσίαν ἀπήχθημεν, "ὄνειδος ἡμᾶς ἔθου τοῖς 318 γείτοσιν ἡμῶν". ····· ····· ···· ἡμῖν. αὐτοὶ μὲν οὐ πεπόνθασιν οὐδὲ κεκράτηνται μετὰ τῶν ἀνελθόντων πολεμίων, ἀλλὰ ἡμεῖς. ὡς δὲ πρὸς διάνοιαν τοῦτο· ὡς ὁ σταυρὸς τοῦ σωτῆρος ὄνειδος γέγονεν σωτηρίας ἕνεκα-εἴρηται γάρ̣· "τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ πλείονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν"-, οὕτω καὶ οὗτοι τρόπον τινὰ ὀνείδεσιν περιπεπτώκασιν κρατηθέντες καὶ εἰς αἰχμαλωσίαν ἀχθέντες. "ἀγγέλους", φησίν, "τοὺς μὴ