224
τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον δεσμοῖς ἀι¨̣δίοις" ὑπέβαλεν. οὔκ ἐστιν ἐπαινετὸς ὀνειδισμὸς οὗτος τῶν ἀγγέλων, ὅτι τὸν οὐρανὸν οἰκεῖν λαχόντες κ̣αὶ δυνάμενοι παραστάται διαμεῖναι τοῦ θεοῦ ἀεὶ ὑμνοῦντες, γεγόνασιν ἐν κακίᾳ ὥστε ἐκπεσεῖν τοῦ οὐραν̣οῦ. οὗτος ὀνειδισμὸς φαῦλός ἐστιν. ἰδοὺ γοῦν ὁ τοῦ Χριστοῦ οὐ μόνον ἐπαινετός, ἀλλὰ καὶ θησαυρῶν πλείων ἐστίν. καὶ εἰ μη`̣ ἦν διαφορὰ τούτων, οὐκ ἂν ἔλεγεν ὁ παροιμιαστής· "μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδ̣η". ὁ´̣τε οὖν ο̣ι῾̣ ἀπόστολοι χαίρουσιν καὶ ἀγαλλιῶνται ὀνειδιζόμενοι ὑπὲρ Χριστοῦ ····· ····· ··· τ̣ι ποιήσαντες, οὔκ εἰσιν ἀγαθοὶ οὗτοι οἱ ὀνειδισμοὶ τοιούτων. ὄνειδος αὐτὸς γενόμενός τισιν ἔθηκ̣εν̣ τὸ ὀνειδίζεσθαι ἐπὶ τῷ ἐπὶ ψευδοκατηγορίαις, οὐκ ἐπ' ἀληθῶς ἐχούσαις ὀνειδίζεσθαι. οὕτω γοῦν καὶ τό· "ἡμεῖς ἄτιμοι· δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους". τοῦτό ἐστιν τὸ ὄνειδος αὐτοὺς τεθεῖσθαι. οὐκ ἀληθὴς ὀνειδισμός ἐστιν, οὐ κακῶν ἀνδρῶν ἐστιν, ἀλλὰ ἀγαθῶν ἀνδρῶν. ἐπερ · πρὸς τὸ ῥητόν; -τοῦτο ὅτι ····· ····· ····· ···· οὐ σπουδ̣αῖα, οὐ θεοσεβῆ, καὶ οἱ ἐπελθόντες πολέμιοι ἡμῶν ····· ····· ····· ····· ·····υς δὲ οὐ μετήνεγκαν ἀπὸ τῆς χώρας αὐτῶν. 14 μυκτηρισμὸν καὶ καταγέλωτα τοῖς κύκλῳ ἡμῶν. οἱ ἅγιοί εἰσιν οἱ λέγοντες ····· ····· ····· ····· ··· ἐλη̣λυθότες οὐχ ἑαυτῶν ἕνεκα, ἀλλὰ ἄλλων χάριν. καὶ λέγουσιν ····· ····· ····· ····· ·····ν γενάμενοι κρατήσαντες ἡμᾶς καὶ ἑλκύσαντες εἰς τὴν γῆν αὐτῶν κύκλῳ ἡμῶν ὄντες ὀνειδίζουσιν ἡμᾶς καὶ χλευάζουσιν καὶ μυκτηρίζουσιν· ἀλλὰ ὁ ὀνειδιςμὸς καὶ ὁ μυκτηρισμὸς καὶ ὁ καταγέλ̣ως οὐχ ἡμῶν ἅπτεται, ἀλλ' ἐκείνων. ὡς ἐὰν καταγελῶν τις ····· ····· ····· ····· ····· ····κεν, ἵνα ἀλλήλους ἐπι πλεκόμενοι παῖδας ἔχωσιν, καὶ ε····· ····· ····· ····· ····· ····χητα καὶ ἀπολαύῃ. τοὺς στερομένους οὖν τούτων χλευ····· ····· ····· ····· ····· ····· η῾̣γοῦνται. 15 ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν. ····· ····· ····· ····· ····· ····· ···κρυμμένον λόγῳ ὅμοιον ὁμοίῳ παραβάλληται. ὅμοιον ····· ····· ····· ····· ····· ····· σαφ̣ὲς γένηται, ἀπὸ τοῦ εὐαγγελίου ἴδωμεν· παραβάλλει τὴν βασιλείαν τῶν οὐρανῶν τῷ κόκκῳ τοῦ 319 σινάπεως οὐ τοῦτο λέγων ὅτι· "ὁμοία ἐστὶν τῷ κόκκῳ τοῦ σινάπεως" καὶ αὐτὴ κόκκος οὖσα· οὐκέτι γὰρ ὁμοιότης ἦν, ἀλλὰ ταὐτότης. ὑπερ····· ····· ···· λέγει. ἔχει τοίνυν ὁ κόκκος τοῦ σινάπεως τὸ τῶν σπερμάτων μικρομεγεθέστερον ····· ···· ··· δύναμιν δυναμένην μεταβαλεῖν καὶ τοιόνδε γενέσθαι φυτόν. καὶ ἡ βασιλεία τοίνυν τῶν οὐρανῶν δηλοῦσα τὴν διδασκαλίαν τῶν γραφῶν ὅσον ἐπὶ τῇ λέξει, ταπεινή τίς ἐστιν καὶ μικρά. εἰ μ····· ····· ····· αὐτὴν διὰ σινάπεως, καὶ ὅτι μεῖζον φυτὸν γίνεται ὁ εὐαγγελικὸς λόγος τοῦ Ἑλληνικοῦ. διὰ τοῦτο οὖν αὕτη ἡ παραβολὴ ἐλέχθη. "εἰς παραβολὴν" οὖν "ἡμᾶς ἔθνου ἐν τοῖς ἔθνεσιν". ἐάν τινα τῶν αἰχμαλωτισθέντων παραβαλεῖν βούλωνται, ἡμῖν χρῶνται ὅτι· "3ἰδοὺ οἵδε εὖ διαγαγόντες πρότερον ····· ····· ····· ο῾̣ θεός, ὅτε ἡ δεξιὰ τοῦ θεοῦ καὶ ὁ φωτισμὸς τοῦ προσώπου αὐτοῦ ἐρύετο αὐτούς, μετέπ̣εσον εἰς κακίστην διαγωγήν"3. ἐάν τινα οὖν θέλουσιν δεῖξαι μεταπεσόντα, ἡμᾶς παραφέρο̣υσιν. καὶ "ἔθου ἡμᾶς εἰς παραβολὴν" οὐκ ἐν τοῖς , οὐκ ἐν τῷ Ἰσραήλ, οὐκ ἐν πληθύι τῇ Ἑβραϊκῇ, ἀλλὰ "ἐν τοῖς ἔθνεσιν". ἐκεῖνοι οἱ τῷ ὄντι ἔθνη ὄντες οὐκ ἴσασιν διαφορὰν ἀγαθοῦ καὶ κακοῦ, ἀλλὰ πάντ̣α τὰ ἡδέα καὶ πάντα τὰ προςηνῆ ἀγαθὰ νομίζουσιν, τὰ δὲ ἐναντία τούτων κακά. δύναται δὲ καὶ τὸ ὀ´̣νομα τῆς παραβολῆς τοῦτο ὅτι· ἔχει τινὰ ὑπεροχὴν τὸ τῶν ἁγίων τάγμα παρὰ τὰ ἄλλα τῶν ἀνθρώπων τάγματα. διὰ τοῦτο εἰς παραβολὴν αὐτῶν γέγονεν. ἴδε· αἰχμαλωτίζονται πολλάκις ἄνθρωποι διαφόρως ὑπὸ τῶν πολεμίων. ὁ μὲν ἀφαίρεσιν πάσχει ὧν κέκτηται, ὁ δὲ ἔχει αὐτὰ παραμένοντα ····· ····· ····· ····· ····· ··ται ἐν τῷ χειμῶνι καὶ τῇ ζάλῃ τοῦ βίου τούτου, ἔχουσιν τὰ ἑαυτῶν α̣····· ····· ····· ····· ····· ·· φθαρτοῖς καταρρεῖ. 15 κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. ····· ····· ····· ····· ···· θεωροῦσιν ἐξ εὐπραγίας εἰς κακοπραγίαν μεταβάλλοντα, κινεῖν ····· ····· ····· ····· ····· ··τες ἢ λυπούμενοι δῆθεν.