225
κίνησις δὲ ἐν τοῖς λαοῖς γεγόναμεν κεφαλῆς. "3λαοὶ"3 δὲ δύνανται πάντες οἱ χυδαιότεροι ἄνθρωποι λέγεσθαι οὐδὲν ἔχοντες ἀνηγμένον, οὐ σο φοὶ ὄντες. οὗτοι οὖν ἡμῶν ἕνεκα κίνησιν κεφαλῆς ἔθεντο. ἡμεῖς γοῦν γενόμενοι πρὸς τοὺς λαούς, τοὺς χυδαιοτέρους ἀνθρώπους, τὸν νοῦν αὐτῶν ἐκινήσαμεν καὶ τὴν αὐτῶν κεφαλήν. κινεῖται δὲ ὁ νοῦς, ὅταν ····· ····· ····· ····· ····· ··· ὅταν θεωρῇ τὰ ἐπιβάλλοντα αὐτῷ θεωρεῖσθαι. 16 ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστιν. τὸ "3ὅλην τὴν ἡμέραν"3 "3διὰ βίου"3 λέγει. καλε̣ῖται δὲ ἡ ζωὴ τοῦ ἀνθρώπου ἡ ἀπὸ τῆς γενέσεως ἕως τοῦ θανάτου ὁτὲ μὲν ἡμέρα μία, ὁτὲ δὲ αἰών. οὕτω γοῦν εἴρηται τό· "οὐ μὴ φάγω κρέας εἰς τὸν αἰῶνα", καί· "ἔσται σοι δοῦλος εἰς τὸν αἰῶνα". ἐντροπὴν κατεναντίον μου εἶχον ὅλην τὴν ἡμέραν ταύτην ἣν ὑπέμεινα ἄλλων ἕνεκα ····· ····· ····· ····· ····· ····· ··· 320 16 καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με. τοῦ ἔσω ἀνθρώπου ἡ αἰσχύνη ἐκάλυψέν με. οὐκ ἔφθειρεν γάρ μ̣ου τὸ πρόσωπον, ἀλλ' ἐκάλυψεν αὐτό. δυνατὸν δὲ τὸ ἓν κάλυμμα ἀποβαλόντα φέρειν τὸ πρόσωπον αὐτου῀̣ γυμνόν, πεφωτισμένον, οἷόν ἐστιν κατὰ φύσιν. καί, ἵν' οὕτω φράσω, ἡ ἄγνοια ὅτε τοῖς ἄλλοις ἀνθρώποις ἐπιγίνεται, φθείρει αὐτῶν τὸ πρόσωπον· ἄλλοι γὰρ ἐξ ἄλλων γίνονται, ἐξ ἀνθρώπων ὄφεις καὶ λύκοι καὶ ἀλώπεκες. ὁ δὲ ἅγιος κἂν μὴ τὸ αὐτοῦ φέρῃ πρόσωπον γυμνόν, κεκαλυμμένον αὐτὸ ἔχει. καλύπτεται δὲ τῇ περιθέσει τοῦ σώματος, τῇ δοκούσῃ ἀγνοίᾳ γινομένῃ ἐκ τῆς ἐνσαρκώσεως. ὅταν δὲ μεταβολὴ γένητ̣αι εἰς ποιότητα, οὐ λέγω ὅτι ὁ ἀλώπηξ, οἷον Ἡρῴδης, κάλυμμα εἶχεν, ἀλλὰ φύσει ἡ ἕξις αὐτοῦ καὶ διάθεσι̣ς τοιαύτη ἦν. ὅταν δέ τις γένηται τοῖς ἀνοήτοις ἀνόητος, κεκαλυμμένον ἔχει τ̣ὸ πρόσωπον αὐτοῦ ἐπιβαλὼν̣ ε᾿̣π̣' αὐτῷ ἀνοησίαν, ὅταν τοῖς ἀνόμοις ἄνομος γένηται, κεκαλυμμένον ἔχει τὸ πρόσωπον αὐτοῦ. 17 ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος. τοῦτο λέγει ὅτι· οἱ ὀνειδίζοντές με καὶ παραλαλοῦντές εἰσιν. οἱ πα̣ραλαλοῦντες δὲ παραπαίουσιν. τοῦτο οὖν λέγει ὅτι· οἱ ἀντικείμενοι ἡμῖν ····· ····· ····· ····· ····ω̣ς, ὡς πέφυκεν ἔχειν τὸ λογικόν, ἀλλὰ μᾶλλον παραπαίουσιν. παραλαλεῖν δὲ ····· ····· ····· ·· τὸν πε̣ριττὰ φθεγγόμενον. 17 ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος. ὅτε ····· ····· ····· ····· ····· ·τ̣α πάντα ὑπέμεινα. φανέντος τοῦ ἐχθροῦ καὶ καταδιώκοντος συν····· ····· ····· ····· ··· αἰσχύνης τοῦ προσώπου καλυφθῆναι. οὐκ ἀπὸ κακίας ἔχω ταῦτα, οὐκ ····· ····· ····· ····· ···· εὐθέως γοῦν ἐπήγαγεν· "ταῦτα πάντα ἐπῆλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου". ····· ····· ····· ··υ̣, μὴ ἐξερχομένου σου ἐν ταῖς δυνάμεσιν ἡμῶν ἦλθεν ἐφ' ἡμᾶς τὸ ἀποστραφῆναι εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν, ἦλθεν ἐφ' ἡμᾶς τὸ ὄνειδος τεθεῖσθαι τοῖς γείτοσιν ἡμῶν ἡμῶν καὶ τοῖς κύκλῳ ἡμῶν μυκτηρισμὸν καὶ τὸ ἐντροπὴν ἔχειν τοῦ προσώπου, τὸ αἰσχύνῃ καλυφθῆναι τοῦ προσώπου. ····· ····· ·····ν̣ ὅτι ἁγίων ἐστὶν ἡ φωνή. πολλοὶ πολλάκις καὶ ἐκ τῶν ἡδέων ἐπιλανθάνονται τοῦ θεοῦ, οὐ μόνον ἐκ τῶν ἀηδῶν̣. λέγει γοῦν· "πρόσεχε σεαυτῷ μὴ φαγὼν καὶ ἐμπλησθεὶς καὶ οἰκίας καλὰς οἰκοδομήσας ····· ····· ··ν̣ος ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου". ἐνίοτε γενόμενοι ἐν συμφοραῖς ····· ····· ····· ····· ····· ····αις, λέγονται ἐπιλανθάνεσθαι τοῦ θεοῦ. 18 ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου. ····· ····· ····· ····· ····· ····· ····· ··κως καὶ τοπικῶς αἰχμαλωτίσθη ὁ Ἰσραὴλ ἐκ τῆς Ἰουδαίας ····· ····· ····· ····· ····· ····· ····· ··να καὶ φύσει τοπικὴ μετάθεσις γέγονεν· ἡγήσατο γὰρ ····· ····· ····· ····· ····· ····· ····· ··ενοντες οὐκ ἐφύλαξαν ἐκεῖ καὶ πρὸς τοὺς ἐκεῖ νόμους ····· ····· ····· ····· ····· ····· ····· ·····ς διανοεῖσθαι βαβυλωνίζειν κατὰ τὴν ψυχήν. 321 ἐκώλυσεν πολλάκις ὁ θεὸς τὸ οὕτως αὐτοὺς διάγειν ἐπιμένοντας. ἵνα πείρᾳ γνῶσιν κακὸν ὂν ὃ ἠγάπησαν, μετοίκισεν αὐτοὺς εἰς τὴν Βαβυλῶνα. σὺν τούτοις ἐποίησεν τρόπον τινὰ αἰχμαλωτισθῆναι καὶ ἁγίους ὡς τὸν Ἰεζεκιήλ, Ζαχαρίαν, Ἅγγεον, ∆ανιὴλ καὶ τοὺς ἐν τῇ καμίνῳ βληθέντας, ἵνα μηδὲ