1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

226

ἐκεῖ ὄντες τέλεον ἦσαν ἐνκαταλελειμμένοι, ἵνα ἔχωσιν ὡς ἐν πολέμῳ τυγχάνοντες. ἔστιν καὶ ἄνω Ἰερουσαλήμ. οἱ κατὰ τοὺς θείους νόμους ζῶντες τοῦ θεοῦ οἰκοῦσιν αὐτήν. ἐὰν ἀποστάται τῶν θείω̣ν νόμων γένωνται, μετοικίζονται εἰς τὸν περὶ γῆν τόπον, καὶ αὕτη ἐστὶν ἡ κατὰ ἀλληγορίαν αἰχμ̣αλωσία. συνεκπέμπονται δὲ αὐτοῖς πάλιν ὧδε βοηθείας ἕνεκα· "ἐγένετο ἄνθρωπος, ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός"· μὴ γὰρ ἄλλου χάριν ἦλθεν ἢ μαρτυρῆσαι τῷ φωτί. πάλιν ὁ Ἰηρεμίας ἀκούει· "πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε". πρὶν ἐξελθεῖν ἐκ μήτρας ἡγιάσθη καὶ προφήτης εἰς ἔθνη̣ τέθειται. πάλιν· "καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου". καταβολὴν δὲ κόσμου τὴν γε´̣νεσιν αὐτοῦ λέγει. καὶ ἐξελέγησαν πρὸ καταβολῆς κόσμου Παῦλος καὶ οἱ ἀνφ' αὐτόν, καὶ η῾̣ ἐκλογὴ νῦν αὐτοῖς ἀπὸ τότε γέγονεν, ἵνα συναποσταλῶσιν τοῖς κατεσχημένοις καὶ δυνηθῶσιν̣ αὐτοῖς βοηθεῖν. ἐπερ · κατὰ τὴν πρόγνωσιν ἔλεγεν ὁ Παῦλος; -ἡ πρόγνωσις θεωρητική ἐστιν τῶν ἐσομένων. κατὰ γένος δὲ ἡ πρόγνωσις καὶ γνῶσις ταὐτόν ἐστιν. χρόνῳ διαφέρει. οἷον, φέρε, προγιγνώςκω, ὅτι αὔριον βροντὴ ἔσται. ὅταν ἡ βρον τὴ γένηται ἐνσ̣τάσης τῆς ἡμέρας, γνῶσίς ἐστιν̣, οὐκέτι πρόγνωσις. ἡ γνῶσις δὲ τῆς βροντῆς οὐ ποιεῖ τοιάνδε αὐτὴν εἶναι, ἀλλ' οἵα ἐστίν, αὕτη γίνεται̣ ἡ γνῶσις. τὸ γνωστὸν οὖν ποιεῖ τὴν γνῶσιν, ἣ οὐκ ἐξ ἡμῶν λαμβάνει τὸ γιγνώσκειν. χρῶμαι εἰκόνος ἕνεκα τῷ τῆς προγνώσεως τρόπῳ· τὸ μὲν παιδίο̣ν γεν̣νᾶται, ἵνα ἐπαιτῇ, καὶ τὸ ἄλλο, ἵνα ζῇ ἐν οἴκῳ. ποῖον δίκαιον τῆς προγνώσεως τόδε̣, ε᾿̣ὰν λαμβάνωμεν κατὰ πρόγνωσ̣ιν ταῦτα γίνεσθαι; ἡ πρόγνωσις καὶ δικαιοῖ καὶ κατακρίνει. προγνῶναι δὲ καὶ γνῶναι ἔστιν καὶ κατακρῖναι καὶ δικαιῶσαι ἐκ τῶν πραττομένων καὶ διανοουμένω̣ν. προεγνώσθη Παῦλος ἐν τῇ ζωῇ ταύτῃ καὶ προδότης καὶ Χριστοῦ διώκτης καὶ ἀπόστολος. οὐκ ἀμφότερα προεγιγνω´̣σκετο; ἡ πρόγνωσις οὖν ἐποίησεν αὐτὸν καὶ τὰ δύο ἔχειν. πάλιν οὐ γέγονεν πρῶτον ἀπόστολος καὶ ὕστερον προδότης· οὐ προεγνώσθη τῷ θεῷ. ἡ πρόγνωσις τοῦ θεοῦ ἐποίησεν αὐτ̣ὸν ὁτὲ 322 μὲν ἀπόστολον ὁτὲ δὲ προδότην. καὶ μὴν ζητεῖται· ἐκ τοῦ ἐφ' ἡμῖν ἐξελέξατο τοὺς ἀποστόλους; "οὐχὶ τοὺς δώδεκα ὑμᾶς ἐξελεξάμην"; καί· "οὓς προέγνω, καὶ προώρισεν συνμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ". οὐ περὶ ὑπάρξεως λέγει, ἀλλὰ περὶ τοῦ συνμόρφους εἶναι. οὐ τὴν ὕπαρξιν ἡ πρόγνωσις ἄγει. πεποίηκεν ὁ θεός, ποιήσας ἐπίσταται· μὴ γὰρ τὸ πρᾶγμα ποιεῖ γνῶσιν θεοῦ· ἡ γνῶσις γὰρ τοῦ θεοῦ ἀΐδιός ἐστιν. σχέσει λαμβάνεται πρὸς τὰ μέλλοντα καὶ λέγεται πρόγνωσις· λέγει γὰρ πάλιν ἡ Σωσάννα ἐκείνη· "ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν". οὐχ ἡ πρόγνωσις δὲ ποιεῖ αὐ τὰ τοιάδε ἢ τοιάδε, ἀλλ' ἡ προαίρεσις, τὰ προαιρετικά. λέγω· προγιγνώσκω, ὅτι ὅσδε ἀρρενοτοκήσει καὶ υἱοὺς ἕξει· οὔκ ἐστιν προαιρετικὸν τοῦτο. τὸ μέντοι φαῦλον ἢ σπουδαῖον γενέσθαι ἢ ἄλλο τι ἐπιτήδευμα ἔχειν, προαιρετέα. οὐκ ἐκ προγνώσεως γίνεται, ἐπεὶ προκατακρίνει θεὸς καὶ προδικαιοῖ. εἰ δὲ προδικαιοῖ, τη῀̣ς ἀγ̣αθότητος αὐτοῦ ἦν τοῦτο τὸ πάντας δικαιῶσαι. πάλιν περὶ τοῦ Ἰσαῦ καὶ τοῦ Ἰακὼβ ὁ ἀπόστολος οἷον ἀπο̣ρήσας λέγει· "τί οὖν ἐροῦμεν πρὸς ταῦτα; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο". διὰ τοῦ ἀνῃρηκέναι τὴν ἀδικίαν ἐβίασε̣ν η῾̣μᾶς ζητεῖν, πῶς οὐκ ἔστιν ἀδικία παρὰ τῷ θεῷ. εἰ δὲ οὕτως, ὡς οἱ λέγοντες τὴν̣ πρόγνωσιν, ἀδικίαν μᾶλλον παρ' αὐτῷ εὑρίσκομεν. "τὸν Ἰακώβ", φησίν, "ἠγάπησα καὶ τὸν Ἰσαῦ ἐμίσησα". ἐπὶ πραττομένοις δὲ μισεῖταί τις ἢ ἀγαπᾶται καὶ ἐπὶ φρονουμένοις. πῶς οὖν χώραν ἔχει ἡ πρόγνωσις; ἀδικία παρὰ τῷ θεῷ εὑρίσκεται; ἀλλὰ τοῦτο ἀναιρῶν εἶπεν· "τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο". μὴ οὔσης ἀδικίας ἄλλως ζη̣τείτω τὸ πρᾶγμα, πῶς γέγονεν. πολλάκις καὶ αὐτὰ εἰρήκαμεν ὅτι· ἐὰν ὑπόλημψιν ὀρθὴν ἔχωμεν̣ περί τινος, καταλλήλως αὐτῷ