227
πάντα διανοούμεθα· ὡς ἔλεγον περὶ τοῦ βασιλέως. κατὰ πάντας δὲ τοὺς τρόπους τῆς αἰχμαλωσίας τοῦτο ἔλεγον· ἐν ἀηδέσιν πολλοῖς ·ε̣·ν̣α·ε̣ν̣η καὶ σοφοὶ ὄντες ἐν α᾿̣μφοτέροις ἡδέσιν καὶ ἀηδέσιν, καὶ οὐκ ἐγίνετο αὐτῶν λήθη θεοῦ ἐκ τούτου̣, ἀλλ' οὖν γε ἐλυποῦντο, ὅτι ἐ´̣νεισιν ἄνθρωποι τοιούτων δεόμενοι, οἷον περὶ τῶν αἰχμαλώτων, ὅτι δέονται αἰχμαλωσίας. οὕτω γοῦν ἀποδεδώκασίν τινες τὸ ἐν ἑκατοστῷ ὀγδόῳ καὶ δεκάτῳ ψαλμῷ οὕτως ἔχον· "ἀθυμία κατέσχεν με ἀπὸ ἁμαρτωλῶν". ἀθυμεῖ ὅταν ἴδῃ ἀνθρώπους λογικοὺς κατ' εἰκόνα θεοῦ καὶ καθ' ὁμοίωσιν γε̣γ̣ε̣νη̣μένους ἁμαρτάνοντας. καὶ ω῾̣ς εἴ τις πατήρ, ὅταν ἴδ̣ῃ̣ τὸν υἱὸν ἑαυτοῦ ἀπὸ πυρετοῦ καὶ παρακοπῆς τύπτοντα αὐτόν, λυπεῖται, οὐχ ὅτι τύπτει αὐτόν, ἀλλ' ὅτι εἰς τοιαύτην ἐλήλυθεν κατάστασιν, οὕτω καὶ οὗτοι γενναῖοι ὄντες καὶ εἰδότες ὅτι "διὰ πολλῶν θλίψεων εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἔστιν εἰσελθεῖν", οὐ πάνυ τι ἐπὶ τοῖς θλιβηροῖς καταδ̣ύονται. λέγουσιν γοῦν· "ἐν παντὶ θλιβόμεθα, ἀλλ' οὐ στενοχωρούμεθα". τὸ δὲ μὴ στενοχω̣ρεῖσθαί ἐστιν τὸ γε̣νναίως φέρειν τὰ θλιβηρά. "καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου". εἰς αἰῶνα κατὰ τὸ βούλημά σου τὰ προσταχθέντα διαμένει 323 καὶ κατὰ τὰ κρίματα τὰ σά, καὶ διὰ τοῦτο οὐκ ἠδικήσαμεν. ἐὰν δέ τις λέγῃ ὅτι· "3διὰ τί ὅσδε πολύπαις̣ ἐστὶν καὶ ὅσδε ἄπαις καὶ ὅσδε πλουτεῖ καὶ ὅσδε πένεται"3; ἀδικεῖ εἰς τὴν διαθήκην τοῦ θεοῦ. ὥσπ̣ερ ἐπὶ τῶν διαθηκῶν τούτων ὧν διατίθενται ἄνθρωποι, ἐάν τις θέλῃ τινὶ τῶν ἐνγεγραμμένων ἀντιλέγειν καὶ μάχεσθαι, ματαίως ἀδικεῖ τὴν διαθήκην. ἡ αὐτοῦ ἀδικία δοκεῖ τῆς διαθήκης ἀδικία εἶναι. ἐάν τις τὴν θεόπνευστον ἑτέρως μεταχειρίζηται, ὡς οἱ ἑτερόδοξοι, ἀδικοῦσιν εἰς τὸ εὐαγγέλιον, εἰς τὴν θείαν γραφήν. 19 καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν. θεωρεῖς ὅτι ἐνμενόντ̣ων ἐστὶν τῇ κατ' εὐθύτητα ἀκολουθίᾳ. "οὐκ ἀπέστη εἰς τὰ ὀπίσω", οὐκ ἄλλοι γεγόναμεν ἔχοντες τὴν καρδίαν ὀρθὴν καὶ εὐθεῖαν καὶ κατ' εὐθὺ βλέπουσαν. συνβαίνει δὲ ἐφ' ἡμῶν τῶν ἀνερματίστων καὶ ἀβεβαίων τοῦτο· πολλοὶ εἰς θλῖψιν ἐληλυθότες ἀπέστρεψαν ἑαυτῶν τὴν νόησιν ὥστε γονγύζειν κατὰ τῆς προνοίας. 19 καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου. τοῦτο λέγει ὅτι· καλῶς ἐτρέχαμεν τὴν ὁδόν σου πρὶν εἰς ταύτην κατήλθομεν τὴν κατάστασιν καὶ διαγωγήν. "κέκλικας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου", ὅτι μετέστησας ἡμᾶς εἰς ἑτέραν ζωὴν καὶ κατάλληλον τῇ ζωῇ ὁδόν. ὅμως εἰ καὶ "ἐξέκλινας τὰς ὁδοὺς ἡμῶν" παραδοὺς ἡμᾶς εἰς αἰχμ̣αλωσίαν, ἀλλ' οὖν γε αἱ τρίβοι ἡμῶν οὐκ ἐξέκλιναν ἀπὸ τῆς ὁδοῦ σου. 20 ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως. κατ' ἀμφοτέρας τὰς ἀποδόσεις τοῦ μετοικισμοῦ ἀπὸ τῆς Ἰερουσαλὴμ εἰς τὴν Βαβυλῶνα λάβε τὸν τῆς ταπεινώσεως τόπον. κυρίω̣ς οὗτος ὁ τόπος ἐστὶν ὁ περὶ γῆν, ἔνθα ταπεινοῦνται αἱ ψυχαὶ αἱ ἐπαχ̣θιζόμεναι "τὸ σῶμα τῆς ταπεινώσεως". δύναται δὲ καὶ ὁ θλιβηροῖς παραδοθεὶς φέρειν τὴν̣ αἰσχύν̣ην καὶ κακώσεως τόπον ὅτ̣ι τὴν Ἀσσυρίαν γῆν ἢ τὴν Βαβυλωνίαν. 20 καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου. εἰ καὶ ἐπέκειτο ἐφ' ἡμῖν ὁ τῆς κακώσεως θάνατος, ἀλλ' οὐκ ἐξέτριψεν ἡμᾶς. ε᾿̣π̣ε̣κάλυψεν ἡμᾶς ἡ σκιὰ αὐτοῦ. οἷον ἔστω λίθος βαρὺς ἀπαιωρημένος ἐν ὕψει. ὑπὸ τοῦτόν τις γεγονέτω, οὐ μὴν πεπτωκέτω ἐπ' αὐτόν. καὶ ὁράτω ἐνίοτε τὴν σκιὰν τοῦ λίθου ἐπάνω ἑαυτοῦ. καὶ οὐ ποιεῖ ἡ σ̣κ̣ια`̣ τοῦ λίθου ὅπερ ἂν πεποίηκεν ὁ λίθος αὐτός. ἀφ' ἧς καὶ αὐτῆς ῥύεται θεός. εἴρηται· "ἀνατολὴ ἐξ ὕψους ἐπέφανεν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου". 21 εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον. λοιπὸν οὐκέτι πρὸς θεὸν ταῦτα λέγουσιν̣. τὰ πρότερα πρὸς θεὸν αὐτὸν εἶπεν· "ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως". λοιπὸν περὶ θεοῦ λέγουσιν τοῖς ἄλλοις τοῖς ὑπολαμβάνουσιν ὅτι κατὰ ἁμαρτίας καὶ α᾿̣ν̣ομίας γεγόνασιν ἐν τούτ̣οις, καὶ λέγουσιν· "εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν καὶ εἰ δι324 επετάσαμεν