228
χεῖρας ἡμῶν πρ̣ὸς θεὸν ἀλλότριον", τουτέστιν, εἰ προσεκυνήσαμεν θεῷ ἀλλοτρίῳ. ἀλλοτρίους δὲ θεοὺς ἡγητέον πάντας τοὺς κατὰ τὴν γραφὴν ψευδωνύμους λεγομένους θεούς· εἴρηται γάρ· "πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια". οὐ πρὸς τὴν ἑαυτῶν κοιλίαν, οὐ πρὸς τὸν μαμωνᾶ τὰς πράξεις ἡμῶν χεῖρας ἀλληγορικῶς καλουμένας διεπετάσαμεν. πρὸς θεὸν ἀλλότριον καὶ τοῖς ἐχθροῖς τοῖς δοκοῦσιν κεκρατηκέναι. 22 οὐχὶ ὁ θεὸς ἐκζητήσει ταῦτα. ἔλεγον ὅτι τέτριπται οὕτω ἀναγιγνώσκειν· "οὐχὶ ὁ θεὸς ἐκζητήσει ταῦτα"; καὶ ἔλεγον ὅτι ἐγὼ οὕτω ἀναγιγνώσκω· "οὐχὶ ὁ θεὸς ἐκζητήσει ταῦτα". τοῦτο λέγει· μὴ νομίζετε μικρὸν εἶναι τὸ ἐπιλαθέσθαι τοῦ ὀνόματος τοῦ θεοῦ ἢ διαπετάσαι τὰς χεῖρας πρὸς θεὸν ἀλλότριον. ἐκζητεῖ δὲ καὶ ταῦτα θεός. οἶδας δὲ ὅτι τινές, μάλιστα ἐν τοῖς διωγμοῖς, τοῦτο ἔλεγον, ὅτι δυνατόν ἐστιν ποιῆσαι μὴ τῇ καρδίᾳ πράττοντα. πολλοὶ γοῦν καὶ ἔθα̣νον λέγοντες τοῦτο, καὶ ἐσιώπησαν τὸ ὄνομα τοῦ θεοῦ ὥσπερ ἐπιλαθόμενοι αὐτοῦ. οὐδὲ τοῦτο, φησίν, ου̣····αορα θεόν, καὶ ταῦτα ἐκζητεῖ. ἐπερ · οὐκοῦν ἐκζητεῖ; -τὸ ἑξῆς ῥητὸν οὐκ ἐπιτρέπει ταύτην τὴν διάνοιαν. 22 αὐτὸς γὰρ γιγνώσκει τὰ κρύφια τῆς καρδίας. ὁ ἀγνοῶν τὰ κρύφια τῆς καρδίας ζητείτω πρότερον̣ οὕτως ἐποίησεν ἢ ἐκείνως. οἷον εἴ τις σοφιζόμενος λέγοι ὅτι· "3οὐ διεπέτασα τὰς χεῖρας πρὸς θεὸν ἀλλότριον"3, λε´̣γω̣ ὅτ̣ι· "3ἐγὼ ὁ ἀγνοῶν τὰ κρύφια τῆς καρδίας ἐξετάζω περὶ τούτων"3. ὁ δὲ θεὸς οὐκ ἐκζητεῖ· οἶδεν γὰρ αὐτά. κ̣αὶ λέγει λοιπὸν ἃ ἐπίσταται κρύφια· "ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς". 23 ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίς θημεν ὡς πρόβατα σφαγῆς. οἱ ἕνεκα θεοῦ πᾶσαν τὴν ἡμέραν θανατούμενοι καὶ εἰς πρόβατα σφαγῆς λελογισμένοι μὴ ἀμφίβ̣ολον ἔχουσιν πότερον ἐπελάθοντο τοῦ ὀνόματος τοῦ θεοῦ ἢ διεπέτασαν τὰς χεῖρας πρὸς θεὸν ἀλλότριον̣. ὁ´̣θεν οὐκ ἐκζητεῖ ταῦτα τῆς καρδίας οὔσης φανερᾶς. "ε᾿̣λογι´̣σθημεν" οὖν "ὡς πρόβατα σφαγῆς". πᾶς̣ ὁ βουλόμενος σφάττει ἡμᾶς. δυνατὸν δὲ καὶ τοῦτο· εἰ καὶ πολεμοῦσιν ἡμᾶς τινες, ἀλλ' ἡμεῖς οὕτως ἑαυτοὺς ἡγούμεθα ὡς πρόβατα ἱερουργούμενα, ὡς θυόμενα τῷ θεῷ εἰς "εὐάρεστον θυσίαν". ἀμέλ̣ει γοῦν καὶ ἐν τῇ ἀποκαλύψει Ἰωάννου "αἱ ψυχαὶ τῶν πεπελεκιςμένων̣ διὰ τὴν μαρτυρίαν Ἰησοῦ" "ὑπὸ τὸ θυσιαστήριον" τοῦ θεοῦ τὸ οὐράνιον ἐφάνησαν χορεύουσαι, ὡς θύματα δηλονότι ἐκεῖ προσελθοῦσαι. 24 ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, κύριε; ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος. δοκεῖ ὑπνοῖν ὁ θεός, ὅταν μακροθυμῇ κα̣τ̣α̣π̣ονουμένων τῶν ἀνδρῶν ἑαυτοῦ τῶν ἁγίων καὶ βρενθυομένων τῶν κατ' αὐτου῀̣ γεγενημένων. ἀμέλει γοῦν εὐχὴν ἀναπέμπουσιν λέγοντες· "ἔπαρον τὰς χεῖρας εἰς τὰς ὑπερηφανίας αυ᾿̣τῶν εἰς τέλος", καί· "ἡ ὑπερηφανία τῶν μισούντων σε διὰ παντὸς ἀναβαίη πρὸς σέ". δοκεῖ δὲ ὑπνοῖν ὁ θεός, ὅταν μακροθυμῇ, ὅταν παρορᾷ τοὺς ἑαυτοῦ θλιβομένους. "ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος". 325 εἰ γὰρ καὶ γεγόναμεν ἐν τῇ αἰχμαλωσίᾳ καὶ θλιβόμεθα ἐν τῷ τόπῳ τῆς κακώσεως, ἄνθρωποι ὄντες θνητοὶ καὶ τρεπτοὶ εὐλαβούμεθα μὴ τέλεον ἀπωσθῶμεν. ἀπώσθη ὁ Ἰσραὴλ ἐν τῇ Βαβυλῶνι, ὅτε τὸν Βὴλ προσεκύνουν καὶ τὴν εἰκόνα το̣ῦ Ναβουχοδονοσσὸρ καὶ τὰ ἄλλα πεποίηκεν καὶ Βαβυλώνια, εἰς τέλος ἀπώσθη. οἱ δὲ ἀμφὶ τ̣ο`̣ν ∆ανιὴλ εἰ καὶ ἀπώσθησαν τοπικῶς, ταῦτα οὐκ εἰς τέλος ἀπώσθησαν· ἔμειναν γὰρ ἐν τῇ αὐτῇ θεοσ̣εβείᾳ. δοκεῖ ἀπῶσθαι, ἀλλ' οὐκ εἰς τέλος ἀπώσθη φιμωθέντων τῶν λεόντων καὶ αὐτοῦ ἀβλαβοῦς ἀνα̣βάντος. 25-26 ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις, ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν; ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν. ταὐτόν ἐστιν τὸ ὑπνοῖν καὶ δοκεῖν τὸ πρόσωπον ἀποστρέφειν. ἐπιφάνηθι ἡμῖν ῥυόμενος καὶ σῴζων ἡμᾶς ἀπὸ τῆς κατεχούσης κακουργίας. διὰ τί οὖν ἀποστρέφεις; ἐπιλανθάνῃ ἄρα τῆς πτωχείας καὶ τη῀̣ς̣ θλίψεως ἡμῶν; διὰ σὲ θλιβόμεθα, διὰ σὲ πτωχοί ἐσμεν. οὐκ ἐπιλανθάνῃ δὲ