1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

231

ἔχουσιν οἱ παρονομαζόμενοι, ὅταν τελειωθῶσιν κατ' αὐτά. οὕτω γοῦν καὶ τὸν ἐν ἀγάπῃ τελειωθέντα, ὡς ἐνδέχεται ἐν τῷ βίῳ, ἀγάπην ὀνομάζει Παῦλος· τὸ γάρ· "ἡ ἀγάπη οὐ φυσιοῦται, ου᾿̣κ ἀσχημονεῖ, οὐ περπερεύεται", οὐ περὶ τῆς ἀγάπης τῆς ἀρετῆς λέγεται, τῆς ἐντολῆς τῆς πασῶν μείζονος, ἀλλὰ περὶ τοῦ ἔχοντος, περὶ τοῦ ποιοῦ. γίνεται οὖν ὁ σωτὴρ πάντα ἡμῶν ἕνεκα. γίνεται σάρξ, "ἵν' ἡμεῖς δικαιοσύνη θεοῦ γενώμεθα"· θεασάμενοι γὰρ "τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς", οὐ μένομεν σάρκες, ἀλλὰ θεοὶ γινόμεθα κατ' ἐκείνους τοὺς "πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο". "αὕτη" οὖν "ἡ ἀλλοίωσις" κατ' ἀμφότερα, καὶ ἤτοι ἣν ἡμεῖς η᾿̣λλ̣οιώθ̣ημεν ἢ ἣν αὐτὸς ἡμῶν ἕνεκα ὑπέστη, οὐ τραπείς, οὐκ ἀλλοιωθεὶς κατὰ τὴν θεότητα, ἀλλὰ κατ̣ὰ τὴν οἰκονομίαν, κατὰ τὴν ἐνανθρώπησιν. "εἰς τὸ τέλος" οὖν, "ὑπὲρ τῶν ἀλλοιωθησομε´̣νων"· οἱ ἀλλοιωθησόμενοι οὗτοι οἱ ἔτι ἐν τῷ ἀλλοιοῦσθαι ὄντες φθάσουσίν ποτε εἰς τὸ τέλος τη῀̣ς̣ ἀλλοιώσεως· οὐδὲ γὰρ ἄρχεταί τις, ἵνα μὴ τελειωθῇ, ἀλλ' ἵνα μετὰ πολλὰς προκοπὰς εἰς αὐτὸ τὸ πέρας τῆς ποιότητος ἐκείνης καθ' ἣν ἀλλοιοῦται, φθάσῃ. τί δὲ τὸ τέλος ἢ τὸ θεοποιηθῆναι, ἵνα πάντα ᾖ; τινὲς λαμβάνουσιν αὐτὸ περὶ τη῀̣ς̣ ἀναστάσεως τῆς ἐκ νεκρῶν λέγοντες τοὺς ἐγειρομέν̣ους ἀντὶ φθαρτοῦ σώματος ἄφθαρτον ἔχοντας καὶ ἀντὶ ψυχικοῦ πνευματικὸν καὶ ἀν̣τ̣ὶ ἀσθενοῦς καὶ ἀδ̣όξου ἰσχυρὸν καὶ ἔνδοξον. Παῦλος δὲ λέγων οὐκ εἶπεν· "πάντες δὲ ἀλλοιωθησόμεθα", ἀλλὰ "ἀλλα̣γησόμεθα", "κ̣αὶ 329 οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι", ἐπεὶ κατ' οὐσίαν τὸ σῶμα ἐγείρεται· οὐ γὰρ ἐκ σώματος ἀσώματον γίνεται, ἀλλ' ἐκ τοιοῦδε σώματος τοιόνδε σῶμα κατὰ ποιότητα τὴν μεταβολὴν ἔχον. ἐὰν οὕτω λάβωμεν κατὰ ποιότητα μόνον, ἀλλοίωσίς ἐστιν. ἐὰν δέ, ἐπεὶ μὴ ταὐτόν ἐστιν τὸ φθαρτὸν τῷ ἀφθάρτῳ, τὸ φθαρτὸν ἄφθαρτον γένηται, ἠλλάγη, ἠλλάγη κατὰ μεταβολήν. οὐ λέγω, ὅτι ἐκ σώματος ἀσώματον γέγονεν, ἀλλ' ἐκ φθαρτοῦ σώματος ἄφθαρτον σῶμα. ἐπερ · μένει δὲ τὸ σῶμα; -μένει τὸ σῶμα, καὶ ω῾̣ς ἡ ἁμαρτωλὸς ψυχὴ ἐὰν γένηται δικαία, ἡ ψυχὴ μένει. κατὰ ἀλλοίωσιν δὲ ἡ μεταβολὴ γέγονεν. ἐὰν οὖν κατὰ ἀλλοίωσιν ἀνάστασις γένηται, ἡ σὰρξ πάλιν σάρξ ἐστιν, τὸ φθαρτὸν πάλιν φθαρτόν ἐστιν· οὐ γὰρ ποιότητα λέγω τὸ φθαρτὸν ἢ τὴν σάρκα. κατὰ ἀλλαγὴν οὖν γίν̣ε̣τ̣αι. ἐάν, φέρε, ἐξ ὀστράκου πεποιημένον σκεῦος ἢ διὰ ζωγραφίας ἢ ἄλλως πως ἀμείβωμεν αὐτοῦ τὰς χροιάς, ἀλλοιοῦται τοῦτο· μένει γὰρ τὸ αὐτό. ἐὰν δὲ ποιήσαντες ἐκ πηλοῦ σ̣κεῦος προσαγάγωμεν αὐτὸ τῷ πυρὶ καὶ γένηται ὄστρακον, οὔκ ἐστιν ἀλλοίωσις αὕτη, ἀλλὰ ἀλλαγή, οὐχ ὅτι ἐξεβλήθη ἔξω τὸ πήλινον καὶ εἰσήχθη τὸ ὄστρακον· ὅτι ἐκεῖνο γέγονεν ὀσ̣τράκινον. πάλιν ἡ ἄμμος καὶ τὸ νίτρον σκευασθέντα ὑπὸ τῶν ὑελεψῶν γίνεται ὕελος τὸ εἶδος, καὶ οὐ λέγω ὅτι ἠφανίσθη ἡ ἄμμος ὡς τὸ μηκέθ' ἀπελθούσῃ ἢ τὸ νίτρον, ἀλλὰ αὐτὰ ἐκεῖνα ὕελος γέγονεν. καὶ ὅτι ἀλλαγή ἐστιν, ἄκουε· τὸ νίτρον ὅτε νίτρον ἦν, ὑγρότητος παρεμπεσούσης ἐλύετο, ἡ δὲ ὕελος ἡ ἐξ αὐτοῦ γεγενημένη οὐ λύεται. πάλιν ἡ ἄμμος ὑγρότητος παρεμπεσούσης σπορὰς ἦν. ὅταν δὲ γένηται ὕελος, οὐκέτι σποράς ἐστιν. ταύτην οὖν ἀλλαγὴν λέγω οὐκ ἐξ ὑποκειμένου εἰς ἄλλο ὑποκείμενον, ἀλλὰ εἰς γενάμενον ἐκ φθαρέντος γεγονέναι. φθείρεται τὸ νίτρον καὶ ἡ ἄμμος καὶ γίνεται ἡ ὕελος. ἡ φθορὰ δὲ τούτων οὐκ εἰς τὸ μὴ ὂν αὐτὰ κ̣αταστρ̣έφει. καὶ τὸ τοῦ ὀστράκου, ὡς εἶπον, τὸ ἐκ πυρὸς ὄστρακον γεγενημένον οὐκ εἰς τὸ μὴ ὀ`̣ν κα̣ταβάλλει τὸν πηλόν, καὶ γίνεται τὸ ὄστρακον ἑτέρωθέν ποθεν. ὡσαύτως ἐξ ᾠοῦ γίνεται τὸ ὄρ̣νεον· μὴ γὰρ ἔξω βάλλεται τὸ ᾠόν, ἵνα εἰσαχθῇ τὸ ὄρνεον· αὐτὸ ἐκεῖνο εἰς τοῦτο μεταβάλλει, οὐκέτι μέντοι ἐστὶν ᾠόν· λοιπὸν γὰρ τοῦτο ἵπταται, αἴσθησιν ἔχει. τούτων δὲ οὐδὲν ὑπέμειν̣εν τὸ ᾠόν. καὶ ὁ Παῦλος τῷ τῆς σπορᾶς ὀνόματι κέχρ̣η̣ται· "σπείρεται ἐν φθορᾷ, σπείρεται ἐν ἀσθενείᾳ". λέγω· τὸ σπέρμα τοῦ ζῴου ὅτε σπέρμα ἐστίν, οὔκ ἐστιν̣ ζῷον. αὐτὸ δὲ μεταβάλλει εἰς τὸ ζῷον· οὐ γὰρ ἀφανισθέντος τοῦ σπέρματος ζῷον ἔξωθέν ποθεν