232
ἐπιγίνεται, ἀλλὰ αὐτὸ τὸ σπέρμα πρότερον εἰς φύσιν τραπέν, εἶτ' ἐκ φύσεως εἰς ἔνβρυον, μετὰ το`̣ ἔνβρυον ζῷον γενόμενον ὑφίσταται τὴν ἀπότεξιν. αὗται οὖν ἀλλαγαί εἰσιν, οὐκ̣ ἀλλοιώσεις· οὐδὲ γὰρ ποιό330 τητος μόνης γίνεται μεταβολή. καὶ πολλά γε ἔστιν τοιαῦτα ἔστιν εὑρεῖν. καὶ αὐτὸς δὲ ὁ Παῦλος τοῖς σπέρμασιν χρησάμενος· ὁ κόκκος τοῦ σίτου πρὸ σπορᾶς κόκκος ἐστίν. ὅταν δὲ σπαρεὶς γεωργίας τύχῃ, γίνεται στάχυς· ἀλλά, λέγουσιν ἄλλοι, ἀλλὰ πάλιν σῖτος. οὐκ οἶδαν δὲ ὅτι παράδειγμά ἐστιν τὸ λεχθέν. ἐλέχθη δὲ πολλάκις ὅτι οὐκ ἐξομαλίζονται τὰ παραδείγματα, ἐπεὶ οὐκέτι παραδείγματά εἰσιν. πάλιν μὴ ταὐτόν ἐστιν ἄρτι βρέφος καὶ παῖς. ὅμως τὸ βρέφος εἰς τὸν παῖδα μεταβάλλει, καὶ οὐ λέγω ὅτι εἰς τὸ μὴ ὂν καταστρέψαντος τοῦ βρέφους εἰσῆλθέν ποθεν ὁ παῖς, ἀλλὰ αὐτὸ τὸ βρέφος μετέβαλεν κατά τε αὔξησιν καὶ τὴν ἄλλην ποιότητα, γέγονεν παῖς, οὐ μετηλικιώθη. καὶ κατὰ μὲν τὴν ἡλικίαν ἄλλο ἐστὶν βρέφος καὶ ἄλλο παῖς, κατὰ δὲ τὸν μεθηλικιούμενον ἄνθρωπον οὐκ ἔνι διαφορά· εἷς γὰρ ὑποκείμενος τῷ βρέφει ἐκείνῳ καὶ τῇ ἡλικίᾳ ἐκείνῃ· ἀπολωλός, πάλιν ἄνθρωπός ἐστιν τῷ παιδὶ ὑποκείμενος. καὶ ἐὰν ἐκ τοῦ παιδὸς εἰς τὸν βούπαιδα μεταβάλῃ, πάλιν ἡ ἡλικία μετέβαλεν. ἐστὶν δὲ ποιότης αὕτη, ποιότης δ̣ὲ οὐσιώδης. καὶ πάλιν ἀεὶ μεθηλικιούμενον ἕως φθάσῃ εἰς τὸ γῆρας. ποιότητας οὖν κ̣αὶ ἡλικίας ἐξαλλάττει· εἶπον γὰρ τὰς ἡλικίας οὐσιώδεις εἶναι ποιότητας. ὁ αὐτὸς δὲ ἄνθρωπος μένει. κἂν μυρίαν οὖν μεταβολὴν δέξηται τὸ σῶμα ἐν τῇ ἀναστάσει, σῶμά ἐστιν̣, οὐ σῶμα μέντοι τόδε, οὐ τὸ πρὸ τῆς μεταβολῆς. καὶ ὁ Παῦλος γοῦν ἠναγκάσθη ὡς ἄλλο καὶ ἄλλο εἰπεῖν. εἶπεν δὲ ὅτι· "σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν". λέγει· "οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν". ἔνθα δὲ τὸ πρῶτον καὶ τὸ ἔπειτα, οὐ ταὐτότης σημαίνεται. ὅμως δὲ τὸ πρῶτον καὶ τὸ ἔπειτα οὐκ ἐπὶ ἐξαλλαγῆς οὐσιῶν λαμβάνομεν, ἀλλὰ ἐξαλλαγῆς τοῦ αὐτοῦ σώματος, ἐπ̣εὶ ἐκ̣ φθαρτοῦ ἄφθαρτον καὶ ἐκ ψυχικοῦ πνευματικὸν γέγονεν. ἄλλο οὖν ἐστιν ἀλλαγὴ καὶ ἄλλο ἀλλοίωσις. ἡ μεταβολὴ τῆς ψυχη῀̣ς ποιεῖ τὴν ἀλλοίωσιν, τὴν ἐπαινουμένην λέγω ἢ καὶ τ̣ὴν ψ̣ε̣γομένην· καὶ ἐπὶ τὸ χεῖρον γὰρ̣ ἔστιν ἀλλοιω θῆναι, ὡς εἴρηται· "πῶς ἀμαυρωθήσεται τὸ χρυσίον, πῶς ἀλλοιωθήσεται τὸ ἀργύριον τὸ ἀγαθόν"; καὶ λέγει· "υἱοὶ Σιὼν οἱ τίμιοι ἐπηρμένοι χρυσίῳ καὶ ἀργυρίῳ, πῶς ἐλογίσθησαν εἰς ἀγγεῖα ὀστράκινα ἔργα χειρῶν" ἑαυτῶν; ἄλλα π̣άλιν δ̣είξει ἀλληγορία· χρυσίον γὰρ εἰς ὀστράκινα σκεύη μεταβεβληκέναι λέγεται οὐ κατ' ἱστορίαν, ἀλλὰ κατὰ ἀναγωγήν. "εἰς τὸ τέλος" οὖν, "ὑπὲρ τῶν ἀλλοιωθησομένων· τοῖς υἱοῖς Κόρε εἰς σύνεσιν". καὶ ἐπεὶ αὐτὴ ἡ ἐπιγραφὴ καὶ ὅλος ὁ ψαλμὸς μυστήρια ἔχει ἐνκεκρυμμένα, διὰ τοῦτο συνέσεως χρεία τῷ τὴν ᾠδὴν ταύτην προφέροντι· "εἰς σύνεσιν" γάρ ἐστιν. καὶ ἔλεγον καὶ ἐπὶ τοῦ τριακοστοῦ πρώτου ψαλμοῦ, ἐπεὶ μετ' αἰνιγμοῦ ἐλέχθη. "ᾠδὴ" οὖν "ὑπὲρ τοῦ ἀγαπητοῦ". ἡ ᾠδὴ ἡ ἐπινίκιος αὕτη 331 ὑπὲρ τοῦ ἀγαπητοῦ γέγονεν· αὐτὸς γὰρ καὶ τῆς ἀλλοιώσεως αἴτιος γέγονεν· εἶπον γὰρ ὅτι "πλούσιος ὢν ἐπτώχευσεν", ἵνα πλουσίους ἡμᾶς ἐργάσηται, οὐ κατὰ φαντασίαν πλουσίους, οὐκ αἰσθητῶς, ἀλλὰ ἔχοντας "πάντα λόγον καὶ πᾶσαν γνῶσιν". εἶπον ὅτι κατάρα γεγενημένος εὐλογίαν ἐβεβαίωσεν. ὁ ἀγαπητὸς οὖν αἴτιος γέγονεν τῆς βελτίστης ταύτης ἀλλοιώσεως. διὰ τοῦτο ἡ ᾠδὴ αὐτῷ ἀνατίθεται· ὥσπερ καὶ στρατ̣ηγῷ ἢ βασιλεῖ ἡ ἐπινίκιος ᾠδὴ ἀναπέμπεται καίτοι συνκαμόντων καὶ ἄλλων, δορυφόρων, στρατιωτῶν, ἀλλὰ τὸ κεφάλαιον τῆς νίκης τῷ βασιλεῖ ἢ τῷ στρατηγῷ ἐπιγράφεται. ἐπερ · τὸ "ὑπὲρ τοῦ ἀγαπητοῦ"; - ἀντὶ τοῦ "3περί"3· μὴ γὰρ ἀεὶ τὸ "3ὑπέρ τινος"3 λέγεται· "ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον"· μὴ γὰρ ὧδε τὸ "περὶ ἡμῶν" ἀντὶ τοῦ "3συναγορεύων ἡμῖν"3 λέγεται. 2 ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. τὸν ψαλμὸν τοῦτον λαμβάνουσίν τ̣ινες καὶ