233
ἐκ προσώπου τοῦ πατρὸς εἰρῆσθαι καὶ ἐκ προσώπου τοῦ τελείου ἀνδρός, τοῦ σοφοῦ. οἶδας δὲ ὅτι ἡ ἐρυγὴ τῆς προκαταβληθείσης τροφῆς τὴν εὐωδίαν προφέρει· οὐδὲν γὰρ ἕτερόν ἐστιν ε᾿̣ρ̣υγὴ ἢ πρόοδος πνεύματος ἀπὸ στομάχου δηλοῦσα τὴν ποιότητα τῶν προκαταβεβλημ̣ένων. ἐάν τις γοῦν τραφῇ μῆλον, τὴν ἐρυγὴν μήλου ποιότητα καὶ εὐωδίαν φέρουσαν ἔχει. ὅταν οὖν ἅγιος τραφῇ τὸν "ἄρτον τῆς ζωῆς" καὶ τὰς Ἰησοῦ σάρκας οὔσας βρῶσιν ἀληθινὴν καὶ τοὺς καρποὺς "τοῦ ξύλου τῆς ζωῆς" καὶ πίῃ τὸν τρυγώμενον ἀπὸ "τῆς ἀμπέλου τῆς ἀληθινῆς" οἶνον, ἐρυγὴν ἔχει κατάλληλον τοῖς προκαταβεβλημένοις βρώμασιν. ὁ οὕτω τραφεὶς καὶ ἐρυγεὶς σημαίνεται· "ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν". καὶ ἐπεὶ περὶ νοητῶν ἐστιν, οὐκ ὠ´̣κνησεν ἀντὶ στομάχους θησαυρὸν εἰπεῖν τὴν καρδίαν. ὁ οὖν τραφεὶς τὴν μακαρίαν τροφὴν καὶ ἀπολαύσας τῶν σαρκω῀̣ν Ἰησοῦ καὶ τοῦ "ἄρτου τῆς ζωῆς", τοῦ ἄρτου τοῦ οὐρανίου, προφέρει λόγους καταλλήλους οἷς ἐτράφη καὶ ἐρε̣ῖ· "ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν". τέως οὖν περὶ τοῦ ἀνθρώπου λέγο̣μ̣εν. οἱ υἱοὶ Κόρε τουτῷ αὐτῷ νοῒ καὶ τῷ αὐτῷ πνεύματι τοὺς ὕμνους προφέροντες ἑνικῶς αὐτοὺς προφέρουσιν. ὡς τό· "ὃν τρόπον ε᾿̣πιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου", οὕτω καὶ ἐνταῦθα ὡς εἷς καὶ ε῾̣νικῶς λέγουσιν· "ἐξηρεύξατο ἡ καρδία μου". ἀναφέρεται δὲ αὕτη εἰς ἕκαστον τῶν σοφῶν· εἰ γὰρ ὁ σοφὸς ἃ ἔχει ἐν τῇ καρδίᾳ καὶ ἃ ἐτράφη, ταῦτα προφέρει παιδεύων, ἐξηρεύξατο τὸν ἀγαθὸν λόγον. ἐξ οὗ πάλιν συνάγει ὁ λόγος, ὅτι εἴ τις μὴ τραφεὶς θέλει προφέρειν λόγον, οὔκ ε᾿̣στιν ἐρυγὴ ἀγαθή. καὶ πάλιν ὁ χειρίστας τροφὰς τραφεὶς μοχθηρὸν καὶ πονηρὸν ἔχει λόγον παιδεύσεω̣ς εἶτα λέγει 2 λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. εἰς τοσοῦτόν εἰσιν πεπαρρησιασμέντα τὰ ἔργα μου καὶ 332 κατάγνωσιν μηδεμίαν φέροντά μου μηδὲ ἔνκλημα. λέγω αὐτῷ τῷ βασιλεῖ, τῷ κριτῇ. 2 ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. ὁ λόγος μου σημαινόμενος διὰ τῆς γλώττης. πολλαχοῦ εὑρήσεις ἀντὶ τοῦ λόγου τὴν γλῶτταν. ὡς ἐὰν λέγῃ· "ἐξολεθρεύσει κύριος πα´̣ντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα", τὸν λόγον λέγει μεγαλορήμονα. 3 ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. καὶ οἱ τῶν ἀνθρώπων υἱοί, τουτέστιν οἱ τοῦ κόσμου σοφοὶ καὶ οἱ ὅπως ποτε`̣ ἐπαγγελλόμενοι διδασκαλίαν, δοκοῦσιν κάλλος ἔχειν ἐν τοῖς λόγοις ἑαυτῶν. τοῦ δε`̣ ἡμετέρου λόγου τὸ κα´̣λλο̣ς παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐστίν, θεό πεμπτόν ἐστιν, θεόδοτόν ἐστιν, ἀληθινὴ σοφία ἐστίν. ἔχ̣ει τι οὖν πλεῖον παρὰ τοὺς τῶν ἀνθρώπων υἱοὺς τοὺς ἀπὸ καρδίας ἑαυτῶν φθεγγομένους τῆς σπουδῆς κ̣α̣ὶ μαθήσεως ἑαυτῶν λόγους συναγαγόντας καὶ μαθήματα. λοιπὸν ἄκουε· ἐκ προσώπου τοῦ πατρὸς λαμβάνεται ὁ ψαλμός. καὶ σχεδὸν πάντες οἱ εἰς τὸ κοινὸν λέγοντες οὕτω λαμβάνουσιν. τὰ ὑπερφυῆ κ̣αὶ μεγάλα καὶ ὑπέρτερα τῶν νοημάτων μόλις διὰ πολλῶν παραδειγμάτων φανεροῦται. θ̣έλοντες οὖν πολλάκις εἰπεῖν ὅτι εἷς ἐστιν ὁ θεός, μυρία λέγομεν. λέγομεν ὅτι οὐδὲν αὐτῷ συνδυάζει, οὐκ ἔστιν ἐν αὐτῷ ὕλη καὶ εἶδος, μονάς ἐστιν, ἑνάς ἐστιν, καὶ μόλις διὰ τοῦ πλήθους τῶν λέξεων φανεροῦμεν αὐτά. ὅταν δὲ θέλω περὶ οἴνου εἰπεῖν, ἀρκεῖ εἰπεῖν οἶνος· εἰδόσιν γάρ, τί ἐστιν, λ̣έγετ̣α̣ι· καὶ μόνον τὴν ἔννοιαν διὰ λέξεως σημαίνομεν. περὶ γῆς ταὐτ̣όν. οὐ πολλῶν ἡμῖν χρεία λόγων. ὅταν̣ δὲ λέγωμεν ὅτι ὁ θεὸς γῆ ἐστιν αὐτοῦ λέγοντος· "μὴ ἔρημος ἐγενόμην τῷ Ἰσραὴλ ἢ γῆ κεχερσωμένη"; μυρία ὅσα λέγομεν ἵνα δηλώσωμεν, πῶς ὁ θεὸς λέγεται γῆ. πάλιν ἐὰν λέγωμεν αὐτὸν πηγήν, οὐχ ὁλίγα λέγομεν ὡς ὅταν περὶ αἰσθητῆς πηγῆς ἀπαγγέλλωμεν. περὶ δὲ θεοῦ πολλὰ λέγομεν ὅτι· ἐπεὶ τὰ προσόν̣τα τῷ θεῷ καὶ τὸ πλήρωμα τῶν ἀγαθῶν αὐτοῦ οὐκ ἔξωθέν ἐστιν ἐπ̣ιρ̣ε´̣ον καὶ ἐπιχορηγούμενον, ἀλλὰ αὐτὸς πλήρης τῶν ἀγαθῶν. τὸ πλήρωμα οὖν τῶν καλῶν, τὸ πλη´̣ρωμα τυγχάνων τῶν ἀρετω῀̣ν λέγεται πηγή. καὶ ἡ ἐκ πατρὸς τοίνυν τοῦ