234
σωτῆρος γέννησις οὐ πρόχειρος οὖσα οὐδὲ λημπτὴ τοῖς θέλουσιν, ἀλλ' ἐκείνοις μόνοις, οἷς ἀποκάλυψις τ̣οῦ πατρ̣ὸς̣ γέγονεν καὶ τοῦ υἱοῦ-ὥσπερ γὰρ ὁ πατὴρ ἀποκαλύπτει τὸν υἱόν, καὶ ὁ υἱὸς τὸν πατέρα-, πολλῶν παραδειγμάτων χ̣ρεία, ἵνα ἡ οἰκειότης τοῦ υἱοῦ πρὸς τὸν πατέρα καὶ ἡ γέννησις φανερωθῇ. λέγει γοῦν αὐτὸν "ἀπαύγασμα φωτός". τὸ ἀπαύγασμα οὐκ ἔξωθεν τοῦ φωτός ἐστιν. ἐξ αὐτοῦ γεννᾶται. καὶ οὐ προϋπάρχει τὸ φῶς τοῦ ἀπαυγάσματος· ἅμα γὰρ φῶς καὶ ἀπαυ´̣γασμα. ἐὰν οὖν θέλωμεν δεῖξαι ὅτι ἀΐδιος γέννησίς ἐστιν τοῦ υἱοῦ, ἀΐδιον ἐξ ἀϊδίου λέγομεν αὐτὸν α᾿̣π̣αύγ̣α̣σμα φωτός. οἱ ἑτερόδοξοι δὲ οὐκ ἴσασιν, πῶς ἕκαστα τούτων λε´̣γ̣ε̣τ̣αι, καὶ οὐχ ὡς ὑποδείγματα αὐτὰ λαμβάνουσιν καὶ λέγουσιν ὅτι· 333 "3τὸ φῶς οὐσία ἐστίν, τὸ ἀπαύγασμα ἐνέργειά ἐστιν. οὐκοῦν ἐνέργεια οὐσίας ἐστὶν ὁ υἱὸς καὶ οὐκ οὐσία"3; οὐ νοοῦσιν δέ, διὰ τί τοῦτο ἐλέχθη· ἵνα μάθῃ ὅτι οὐ προϋπάρχει τοῦ υἱοῦ ὁ πατήρ· μὴ γὰρ αἰσθητὸν φῶς ἐστιν ὁ πατὴρ καὶ αἰσθητὸν ἀπαύγασμά ἐστιν ὁ υἱός. ἐπὶ τῶν ἀνθρωπίνων διδασκαλία γέγονεν, ἵνα ἐξ ὧν ἴσμεν ἃ μὴ ἴσμεν μανθάνωμεν. οἴδαμεν δὲ ὅτι οὐ προϋπάρχει τὸ φῶς τοῦ ἀπαυγάσματος. πάλιν λέγεται ὁ πατὴρ πηγὴ σοφίας· "κατελείψατε" γὰρ "τὴν πηγὴν τῆς σοφίας". θέλει δεῖξαι ὅτι ὥσπερ οὐκ ἀλλότριόν ἐστιν τὸ ὕδωρ τῆς πηγῆς, οὕτως οὐδὲ ἡ σοφία τοῦ "μόνου σοφοῦ"· "μόνον" γὰρ "σοφὸν" τὸν πατέρα λέγει, οὐκ ἄν τινα τῶν γενητῶν εἰρηκὼς "μόνον σοφόν"· πολλοὶ γάρ εἰσιν οἱ παρονομαζόμ̣ενοι ἀφ' ἧς ἔχουσιν σοφίας. οὐ παρονομαζόμε νος δὲ ἀπὸ σοφίας ὁ πατὴρ λέγεται σοφός, ἐπεὶ οὐκέτ̣ι μόνος ἦν πολλῶν ὄντων τῶν μετεχόντων σοφίας καὶ ἀπ' αὐτῆς λεγομένων σοφῶν, ἀλλὰ "μόνος σοφὸς" λέγεται πηγάζων σοφίαν, γεννῶν σοφίαν, ὡς μὴ διενεγκεῖν τὸν "μόνον σοφὸν" καὶ σοφίαν εἰπεῖν καὶ τὴν σοφίαν "μόνον σοφόν", ὡς εἶναι σοφὸν ἐκ σοφοῦ. και`̣ ἐνταῦθα οὖν πάλιν τὴν οἰκειότητα τὴν υἱοῦ πρὸς τὸν πατέρα καὶ τὴν ἀπ' αὐτοῦ γονὴν ὁ λόγος βουλόμενος δεῖξαι πηγὴν εἶναι σοφίας τὸν πατέρα καὶ πηγὴν ζωῆς λέγει· λέγεται γὰρ καὶ πηγὴ ζωῆς· "ἐμὲ ἐνκατέλιπον, πηγὴν ὕδατος ζῶντος". καὶ ἐνταῦθα τοίνυν πάλιν βουλόμενος δεῖξαι ὁ λόγος, ὅτι ὁ σωτὴρ οὔκ ἐστιν ἄλλος τῆς τοῦ πατρὸς οὐσίας, λόγον ἀπὸ καρδίας αὐτὸν ἐρευχθέντα λέγει· "ἐξηρεύξατο" γὰρ "ἡ καρδία μου λόγον ἀγαθόν". καρδίαν δὲ ἔχει ὁ θεὸς οὐκ ἄλλην ἑαυτοῦ· ἡ γὰρ καρδία τὸν νοῦν σημαίνει. αὐτὸς δὲ νοῦς ἐστιν. καὶ ὥσπερ λέγεται ἔχειν ἀθανασίαν οὐχ ἑτέραν παρ' αὐτὸν καὶ ἔχειν ζωὴν ἐν ἑαυτῷ οὐκ ἄλλην οὖσαν αὐτοῦ, οὕτω καὶ καρδίαν ἔχει οὐχ ἑτέραν αὐτοῦ τυγχάνουσαν· νοῦς γάρ ἐστιν, νοῦ γέννημά ἐστιν ὁ υἱός. ὁ λόγος δὲ νοῦ γέννημά ἐστιν. "ἐξηρεύξατο" οὖν "ἡ καρδία μου λόγον ἀγαθόν". καὶ ἵνα δείξῃ, ὅτι οὐκ ἡ καρδία ἡ γεννήσασα καὶ τὸ γέννημά ἐστιν ἀγαθόν, εἶπε τὸ γέννημα· ἀναμφίβολον γάρ ἐστιν τοῦ γεννήματος ἀγαθοῦ ὄντος μὴ καὶ τὸ γεννῆσαν ἀγαθὸν εἶναι. τάχα δὲ ἔνπαλιν οὐ σῴζεται. συμβαίνει γεννηθὲν ἐξ ἀγαθοῦ μὴ ἀγαθὸν εἶναι ὅταν τροπὴν ὑποστῇ. ἐπειδὴ δὲ ἄτρεπτός ἐστιν ὁ λόγος καὶ οὐχ ὥσπερ τὰ ἄλλα τρεπτῶς ἔχει, οὕτω καὶ τὸ ἀγαθὸν ἐκ τῆς καρδίας τοῦ ἀγαθοῦ πατρὸς ἔσχεν τὴν γέννησιν. πάλιν ἐπεὶ παρὰ ἀνθρώποις γνήσια γεννήματα τὰ ἐκ γαστρὸς προφερόμενά ἐστιν, λ̣έγει πάλιν· "ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε". γαστρὸς ἴδιόν ἐστιν τὸ γεννᾶν ὥσπερ καὶ χειρῶν τὸ ποιεῖν. ὅταν γοῦν θέλῃ γνήσιον ποιητὴν καὶ ἀληθῶς δημιουργὸν τῆς̣ κτίσεως τὸν θεὸν εἰσαγαγεῖν, χειρῶν 334 αὐτοῦ ἔργα λέγει τὴν κτίσιν· "ὄψομαι" γὰρ "τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου". "ἔργα τῶν χειρῶν μού εἰσιν οἱ οὐρανοί". καὶ ἐπεὶ οἴονταί τινες, ὅτι τὸ γεννᾶν καὶ τὸ κτίζεσθαι ταὐτόν ἐστιν, ο̣ὕτω̣ς̣ μὲν εἰ εἰ῀̣χ̣εν, ἠκολούθει ἀ`̣ν εἰπεῖν· "γεννήματα τῶν χειρῶν μού εἰσιν οἱ οὐρανοί", ἢ εἰπε̣ῖν· "ἐκ χειρὸς ἐξεγέννησά σε". οὐχ ὅτι̣ ουνα , ἀλλ' ὅτι τῷ κα̣τ' ἐπίνοιαν διαφέρει ταῦτα. ἡ οἰκειότης μέντοι ἡ ἐκ τοῦ πατρὸς διὰ πάντων τούτων δηλοῦται. ὡς ἔλεγον μικρῷ πρότερον, ὅτι ἐὰν λέγῃ τις ἓν μόνον