235
αἰσθητῶς, δι' ὀνόματος κυ̣ρίου ὠνόμασεν. ἐπὶ θεοῦ πάντα ταῦτα λέγω, ἵνα διὰ πάντων ἐκτὸς αὐτὸν ποιήσω τῶν δυναμ̣ένων κατὰ ψευδοδοξίαν περὶ θεοῦ λεχθῆναι. καὶ ὧδε οὖν ἡ καρδία τοῦ πατρὸς γεννᾷ. καί-ἐπ̣ι`̣ τ̣ω῀̣ν̣ α᾿̣νθ̣ρ̣ωπίνων τέως λέγω-ὁτὲ μὲν γεννητικοὶ γίνονται νοημάτων̣, ὁτ̣ε`̣ δε`̣ ἐ´̣ξωθεν δι̣α`̣ δ̣ι̣δα̣σκαλίας λαμβάνουσιν αὐτά. οὐ λέγονται οὖν πατέρες νοημάτων ὧν ἄλλοθεν μ̣όνοι κ̣ατ' αὐτὰ πεποιωμένοι προφέρονται. ἀμέλει γοῦν τοὺς εὑρετὰς τῶν ἐπιστημῶν πατέρας τῶν ἐπιστημῶν λέγομεν, τοὺς δὲ παρ' ἄλλων μαθόντας οὐ λέγομεν πατε´̣ρας τῶν ἐπι̣σ̣τ̣ημῶν. λέγουσιν γοῦν, ὅτι νομοθεσίας πατὴρ γέγονεν πρῶτος Μωϋσῆς ὅτι οὐ παρ' ἄλλου τοὺς νόμους ἔσχεν̣, ἀλ̣λ' αὐτὸς ὑπὸ θεοῦ εἰς τοῦτο ἠ´̣χθη. "ἐξηρεύξατο" οὖν "ἡ καρδία μου λόγον ἀγαθόν". ὡς ἐκ̣ γαστρὸς γέννημα καὶ, οὕτω καὶ ὁ ἐν καρδίᾳ ἀγαθὸς λόγος. καρδία δὲ ἐπὶ θεοῦ καὶ γαστὴρ οὐκ ἄλλο καὶ ἄλλο ἐστίν. "λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ". γέγονεν ὧδε μεταβολὴ ἀθρο´̣α τοῦ προσώπου. αὐτὸς ὁ γεννηθεὶς ἀγαθὸς λόγος σύμφωνος ὢν τῷ πατρὶ λέγει· "λέγω τὰ ἔργα μου τῷ βασιλεῖ"· ὥσπερ γὰρ ἐὰν ἀκούωμεν ὅτι· "εἶπεν ὁ θεός Γενηθήτω", καί· "αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν, ἐνετείλατο, καὶ ἐκτίσθησαν", οὐκ ἀνθρω̣πίνως ἀκούομεν ταῦτα· οὐ γα`̣ρ α᾿̣γ̣νοοῦντι τῷ υἱῷ τί δεῖ γενέσθαι καὶ πῶς δεῖ, ἐνετείλατο καὶ εἶπεν, ἀλλ' ἡμῶν ἕνεκα, ἵνα δειχθῇ η῾̣ συμφωνία τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ὅτι βουλήματι ἑνὶ γέγονεν τὰ πάντα καὶ προνοεῖται τὰ ὅλα· ἐπεί· "καὶ εἶπεν ὁ θεός Γενηθήτω", νομίζεις, ὅτι προφορικῷ κέχρηται λόγῳ; ἐλέγομεν, ὅτι τὸ ἔργον φθάνει τὸν λόγον, καὶ ὁ λόγος οὔκ ἐστιν πρότερον χρόνῳ τοῦ ἔργου, ἀλλ' ἐπινοίᾳ μόνῃ. εἰ οὖν ταῦτα οὕτως ἔχει, πῶς τὸ εἰπεῖν δ̣ε̣ῖ ἀκοῦσαι; οὐ κατὰ μεταβατικὴν φωνὴν ἀκούομεν̣, ἀπὸ στόματος μεταβαινούση̣ς εἰς ἀκοὴν τῆς φωνῆς. ἵνα τὸ σύνφωνον δειχθῇ, ταῦτα λέγ̣εται καὶ π̣ερὶ τοῦ πνεύματος, οὗ ὁ σωτὴρ ε̣ἶπεν· "οὐ δύναται α᾿̣φ' ἑαυτοῦ λαλῆσαι". τὸ "3οὐ δύναται"3 τοῦτο, ὅτι χωρὶς αὐτοῦ καὶ τοῦ πατρὸς οὐ φέρεται αὐτοῦ λόγος ἢ διδασκαλία. ἐπὶ τῶν ἄλλων δὲ σημαίνει τ̣ω῀̣ν γενητῶν π̣ο̣λλα´̣κ̣ι̣ς̣ ὁ´̣τ̣ι̣ χω̣ρ̣ι`̣ς̣ θεοῦ τ̣ι̣ς φθέγγεται, ὅταν ἐσφαλ̣με´̣ν̣ω̣ς τοῦτο π̣ο̣ιῇ. τὸ δὲ ἅγιον πνεῦμα οὐ πέφυκεν ἀπομερίζεσ̣θ̣α̣ι̣ τ̣ῆς του῀̣ πατρὸς ἀπ̣αγγελίας, 335 ἵν' οὕτω φράσω, αὐτός ἐστιν ἡ ἀπαγγελία. "λέγω" γοῦν "ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ". ε̣ἰ῀̣τ̣α λέγει ὁ ςωτήρ· "ἡ γλῶσσ̣α´̣ μου κάλαμος γραμματέως ὀξυγράφου". ἡ γλῶσσά μου γράφει ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων ἀπαρ̣αβάτο̣υ̣ς̣ νόμους· "διδοὺς" γὰρ "ν̣ο´̣μ̣ο̣υ̣ς ἐπὶ τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὴν καρδίαν αὐτῶν ε᾿̣πιγράψω̣ αὐτούς". καὶ ἐπὶ τὰς σαρ̣κ̣ι´̣νας καρδίας καὶ μὴ λιθίνας ὁ θεὸς γράφει διὰ τοῦ ζῶντος αὐτοῦ πνεύματος. καὶ ὅρα, ὅτι δύναται ὁ κάλαμος τοῦ ὀξυγράφου τὸ ἅγιον πνεῦμα εἶναι. ὀξ̣έως γράφει ·········· ·· δ̣ι̣α´̣νοια´̣ν εἰσι̣ν· "ἅπαξ ἐλάλησεν ὁ θεός, δύο ταῦτα ἤκουσα". καὶ τῇ μὲν λέξει τῆς προκειμένης̣ ······ ·····ν ··υ̣δεα̣···· ἐστιν. διχῶς δὲ εἶπον τό· "ἅπαξ ἐλάλησεν ὁ θεός, δύο ταῦτα ἤκουσα". καὶ πρ····· ····· ····· ·····την ὅτι· ἐὰν ἀποδεικνύηται περὶ περιτομῆς, δύο ἀκούει ὁ σοφός, καὶ π̣ε̣ρὶ τῆς αἰσθητῆς τῆς κατὰ τὴν ἐντολὴν καὶ περὶ τῆς πνευματικῆς. ἐὰν ἅπαξ τοῦ θεοῦ λαλήσαντο̣ς περὶ θυσίας, πάλιν δύο ταῦτα ἀκούομεν, καὶ τὴν κατὰ νόμον αἰσθητὴν περιτομὴν καὶ τὴν πνεύματι ἀναφερομ̣ένην καλουμέν̣ην "αἰνέσεως θυσίαν". καὶ ἐφ' ἑκάστης ἐντολῆς τὸ αὐτό· περὶ σαββάτου ὅτ̣α̣ν̣ λέγῃ̣ οὖν̣, "δυ´̣ο̣ τ̣αῦτα ἤκου̣σεν". ἔλεγον δὲ ἄλλην διάνοιαν ὑψηλοτέραν καὶ δυσφώρατον τοῖς πολλοῖς̣ ὅτι· ὁ θεὸς βουλόμενος ἐντείλασθαι τ̣α`̣ς̣ π̣ολλάς, οἷον τὴν δεκάλογον, οὐ κατὰ μ̣ίαν ἐντολὴν λέγει, ἀλλὰ ····· ···ε̣········· ··· ἐλθὸν ε᾿̣ν τῃ῀̣ δ̣ι̣α̣ν̣οίᾳ τοῦ ἀκροατοῦ ὅλα ἠκούσθη. "δύο ταῦτα ἤκουσα", ἵνα κα̣ὶ πλ̣είονα λάβῃς ἢ τ̣α̣ῦτα. ἔχει δε`̣ ο̣ὑ´̣τω· καὶ σαφὲς μέν ἐστιν τοῖς πολλοῖς· ὅμως ἴδωμεν· οὐ ταὐτόν ἐστιν νόη̣μα και`̣ λεκτόν. νόημά ἐστιν τὸ ἐνέργημα τοῦ νοῦ, οὗπερ σύμβολόν ἐστιν ἡ φωνή. "τῶν ἐν τῇ ψυχῇ παθημάτων̣ σ̣υ´̣μβολά ἐστιν τὰ ἐν τῇ φωνῇ". λεκτὸν δέ ἐστιν