236
ἐκεῖνο τὸ παρυφιστάμενον τ̣ῃ῀̣ φαντασίᾳ τ̣οῦ μέλλοντο̣ς εἰπεῖν· μὴ γ̣ὰρ τὸ νόημα ἄϋλον καὶ καθαρὸν ε̣······· ·····ε̣λ̣λει τι̣ π̣ερὶ αὐτοῦ. οὐ συνδυάζει τι αὐτῷ τῶν ἐκ προφορᾶς συνεζευγμένων ἵν̣α δ̣ηλωθῃ῀̣· ὁ´̣θεν καὶ λεκτὸν ἔστιν· παρυφίσταται δὲ τῇ φαντασίᾳ τοῦ νοοῦντος· διὸ ἐνόησ̣α· πα̣ρ̣υφίσταται δέ μοι φαντασία, πῶς δεῖ αὐτὸ ἑρμηνεῦσαι. αἱ παρυφιστάμεναι οὖν φαντ̣ασίαι ἀπὸ ἑνὸς νοήματος, ἀπὸ τοῦ λόγο̣υ̣ θεοῦ ὑφίστανται, καὶ διὰ τοῦτο "δύο ἤκουσα". καὶ τὸ νόημα τ̣ὸ δυνάμενον̣ εἰς ἄλλους ἑρ̣μηνεῦσαι τὸ νοηθὲν τῶν δυσχερῶν ἐστιν. ὥσπερ οὖν ἅπαξ τοῦ θεοῦ λαλήσαντος δυ´̣ο τις ἀκούει κ̣ατὰ τὰς δύο ἀποδοθείσας θεωρίας, οὕτω ἡ τ̣οῦ θεοῦ γ̣ραφ̣ὴ νοεῖτα̣ι οὐ καθ' ἓν̣ νόημα ἢ ῥῆμ̣α. πνευμ̣ατικῶς γράφ̣ει ὁ κάλαμος οὗτος. δ̣ιὰ τοῦτ̣ο ὀξυγρα´̣φος ἐστίν. κ̣α̣ι`̣ ε᾿̣π̣ι`̣ μ̣ὲν̣ τ̣ῶν ὀξυγράφων ἀνθρώπων γίνεταί τις διάστασις, ἱ´̣ν̣α συνάψῃ πρότ̣ε̣ρ̣α καὶ δευ´̣τ̣ε̣ρ̣α̣. ὧδε δὲ οὐχί, ἀλλ' ἡ ὀξύτης οὕτως ἐστὶν ὡς μὴ εἶναι ἐν αὐτῇ διάσ̣τ̣ασ̣ι̣ν. ἐπερ · τὴν̣ ἀθρόαν μετα̣β̣ο̣λ̣η`̣ν̣ πω῀̣ς ἔλ̣εγες; -τ̣οῦ πατρὸς πρόσωπον ἦν τὸ λέγον· "ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν". καὶ οὐκ̣έτι̣ ὁ π̣(̣ατ)̣η´̣ρ̣ ἐστιν̣ ο῾̣ λέγων· 336 "λέγω ἐγὼ τ̣α`̣ ἐ´̣ρ̣γα μο̣υ τῷ βα̣σιλεῖ", α᾿̣λλ' ο῾̣ υἱός· οὐ γὰρ λαμβάνω̣ αὐτο`̣ ὡς λέγουσιν οἱ Εὐνομίου· "3αὐτὸς ὁ ἐξερευξάμενος λόγον λέγει τῷ βασιλεῖ, ᾡ῀̣ ἐκάθ̣ι̣σ̣ε̣ν, τὰ ἔργα, τῷ γεννητῷ λόγῳ, ἵν' εἰδῇ εἰπεῖν αὐτά, ἵνα γνῷ αὐτά"3. ε᾿̣π̣ε̣ρ̣(̣ )̣· ἱ´̣ν̣α̣ ποῖα ὠ῀̣σ̣ιν τὰ ἔργα; -ταῦτα ἃ διὰ τῆς ο̣ἰκονομίας κατώρθωσεν. ἓν τῶν ἔργων ἔστω τὸ ἔχειν λόγον ω῾̣ς κάλαμον ὀξὺ γ̣ρ̣άφον̣τος̣ καὶ ταχὺ γράφοντος. δύναται καὶ κάλαμος εἶναι ο῾̣ δ̣ι̣α̣κ̣ον̣ῶν ἄνθρωπος, γραφεὺς δὲ ὁ χ̣ρ̣ησάμενος αὐτῷ θεὸς λόγος· δ̣ι̣α`̣ τ̣ούτου̣ γὰρ ἔγραψεν τῇ οἰκουμένῃ ············ ····· ·····υν λε·· ····· ·η ἓν συνπέρασμα ἤγαγον; -πεπ̣ληρωμένα εἰσὶν αὐτοῦ τὰ ἔργα ····· ········· ····· ···τ̣αλ····· ···υτ·· οὐ περιμένω ····· · ἄλλος αὐτῷ αὐτὰ εἴπῃ παρα····· ···· ο̣υ̣κ̣····· ····ι̣· νο̣···ε̣π̣ραξεν. διὰ τοῦτο ἔφυγεν τὸ θεοῦ πρόσωπον. ὅτε δὲ οὔπω γα········ ········ ······ν ὅμιλος ἠ῀̣ν̣ αὐτῷ ἀπήγ̣γ̣ελλε̣ν̣ αὐτῳ῀̣ δι' ὁμι´̣λ̣ου, ὅτι οὐ μεταλαμβάνει τοῦ ξύλου το̣υ̣····· ·ο· φ̣υ̣λάττειν̣ β̣ο̣ύλεται θεός, ὅτι ὥσπε̣ρ̣ ····· "φυλάττειν καὶ ἐργάζεσθαι" τὸν παρά δ̣εισον α̣υ᾿̣τ̣ῷ ἐποιήσατο. ὁμοίως οὐκ ἀπομ̣ε̣ρίζ̣ο̣μ̣εν̣ το`̣ του῀̣τ̣ο̣ λε´̣γ̣ο̣ν ἐκτὸς τοῦ λόγου, ὡς ἐὰν ····· ····· ···ο̣····· ···ς̣ δ̣ια̣λέγομαι, ἀπαγγε´̣λλ̣ω, νοῶ, ο̣ὐ πάντα ἀπομερίζωμεν τη῀̣ς ψυχῆς οὐδὲ πάν̣τα τ̣οῦ σω´̣μ̣α̣τος̣, ἀλ̣λ' ὁ ἐξ ἀμφοτέρων συνκείμενος λέγει ὃ νοεῖ. ἡ ἐνέργεια δὲ αὕτη̣ ψυ̣χ̣η῀̣ς̣, λέγων ὁ σύνθ̣ε̣τ̣ός̣ ε᾿̣σ̣τιν. ἐὰν δὲ λέγω ὅτι ὀξέως βαδίζω ἢ θερμαίνομ̣αι ἢ ῥι̣γῶ, περὶ τοῦ σώματος ἑα̣υ̣τοῦ νῦν̣ ὁ σ̣υ´̣ν̣θετ̣ός ἐσ̣τιν̣ λέγων. "ἡ γλῶσσά μου ὡς κάλαμος γραμματέως ὀξυγράφου. ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων". ο῾̣ ε̣υ᾿̣α̣γ̣γ̣ελικὸς λόγος παρὰ πάντας το̣υ`̣ς̣ α᾿̣νθρωπίνους λόγους ἐστίν. ε̣····α̣φ̣····· ······μ·· τοῦ ἀνθρώπου τοῦ προσλημφθέντος καὶ τοῦ προλαβόντος λόγου θ̣εοῦ ····τ̣···· λ̣ο´̣γ̣ο̣ς ἀγαθὸς καὶ βασιλεύς ἐστιν. 3 ἐξεχύθη χάρις ἐν χείλεσίν σου. ἑρμήνευται τοῦτο ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ̣· ὁπ̣ηνίκα γὰρ εἰσῆλθεν εἰς τὴν συναγωγὴν ἐν τῇ Καφαρναούμ, "κ̣α̣ι`̣ ε᾿̣π̣εδο´̣θ̣η αὐτῷ τὸ βιβλίον τοῦ προφήτου Ἰσαίου", ἵνα ἀναγνωσθῇ, εἶπεν· "καὶ πάντες ἐθαύμαζον ἐπ̣ὶ τ̣ο̣ῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ το̣ῦ στόματο̣ς αὐτοῦ". οὕτως ε̣ἰσι`̣ν α̣υ᾿̣τ̣οῦ οἱ λόγοι κ̣εχαρ̣ιτωμέν̣ο̣ι ὡς κρατεῖν τοὺς ἀκούοντας. ἀκο̣ύοντ̣α̣ς δ̣ε`̣ κατὰ νόησιν λέγει, οὐ τοὺς ····· ·· ··· κατὰ τὴν ἀκοήν· πάντ̣ε̣ς γὰρ α᾿̣κούουσιν τ̣οῦ εὐαγγ̣ε̣λ̣ί̣ου, καὶ "Ἕλληνες καὶ ᾿Ι̣ουδ̣αῖοι" ····· ········ε̣··· ἀλλ' οὔκ εἰσ̣ι̣ν τὴν χάρ̣ι̣ν τῶν λ̣ο´̣γ̣ων ····· ····· ··ς δεῖ πον·υσα········ ····· ἐπ̣ε̣ρ · ἕτ̣ε̣ρ̣ον̣ πρόσωπόν ε᾿̣σ̣τ̣ι̣ν ὧδ̣ε̣; -"ἐξεχύθη ἡ χάρις 337 ἐν χείλεσίν σου" ἤτοι τὸ ἅγιον πνεῦμα ἢ ὁ συνγραφεὺς λέγει τοῦτο. ἐνίοτε δὲ καὶ ὁ πατὴρ μαρτυρῶν λέγει· χείλη γὰρ πολλάκις εἰρήκαμεν σημαίνειν τὸν λόγον· "καὶ" γὰρ "ἄδικα χείλη μακρὰν ἄπωσαι ἀπ' ἐμοῦ". 3 διὰ τοῦτο εὐλόγησέν σε ὁ θεὸς ὁ θεός σου εἰς τὸν αἰῶνα. καὶ τοῦτο περὶ τοῦ ἀνθρώπου λέγεται· τὸ γὰρ μετ' αἰτίας εὐλογηθῆναι οὐ τοῦ θεοῦ λόγου ἐστίν. αὐτός ἐστιν ἡ εὐλογία, ἡ πηγὴ τῆς εὐλογίας.