1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

237

αἰτία δὲ κεῖται ὧδε τὸ "3διὰ τοῦτο"3, ὥσπερ καὶ ἐν τῷ· "διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου". τὸ ἐπ' αἰτίᾳ δὲ κεχρῖσθαι δηλοῖ σπουδαῖον εἶναι τὸν κεχρισμένον· ποιήσας γὰρ δικαιοσύνην καὶ ἀνομίαν μισήσας τετύχηκεν τοῦ χρίσματος. διὰ τοῦτο εὐλόγηται εἰς τὸν αἰῶνα, ἐπεὶ ἔσχεν γλῶτταν κάλαμον ὀξυγράφου, μᾶλλον γράφοντος. περὶ τοῦ ἀνθρώπου ταῦτα λέγει. καὶ ἐπειδὴ ἀδιάδοχον ἔχει τὴν ἱερωσύνην καὶ τὴν διδασκαλίαν-κἂν γὰρ ὁ οὐρανὸς καὶ ἡ γῆ παρέλθῃ, μένουσιν αὐτοῦ οἱ λόγοι-, εἰς τὸν αἰῶνα εὐλογήθη. 4 περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. πολλάκις ὁ μηρὸς ἐπὶ τῶν ἀνδρικῶν κινημάτων. ἐλέγομεν γοῦν ὅτι τοὺς ἔχοντας ὑγρότητα ἀκολασίας διαβάλλων ὁ λό γος ἐν τῷ Ἰεζεκιὴλ λέγει· "καὶ πᾶς μηρὸς ὑγρανθήσεται ὑγρασίᾳ", ἀντὶ τοῦ· ἡ ὀσφῦς, τὰ γενέσεως πράγματα, μολύνεται ὑγρασίᾳ. περὶ μέντοι τοῦ σπουδαίου οὐ ῥηθείη ταῦτα. ἔχεις γοῦν ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων πρὸς τὴν νύμφην παρὰ τοῦ νυμφίου λεγόμενον· "ὅμοιοι ὁρμίσκῳ"-ἐπεὶ παντελῆ ἁγνείᾳ σαυτὴν ἀνέθηκας, ὦ ψυχὴ ἢ ἐκκλησία, ἣ οὐκ ἄλλῳ ἢ τῷ ἀληθινῷ νυμφίῳ, τῷ θεῷ λόγῳ, εὐτρέπισας-"ῥυθμοὶ τῶν μηρῶν σου". ὁρμίσκῳ, περιτραχηλίῳ̣ κόσμῳ, ὡμ̣οίωται. σημαίνει δὲ πολλάκις κόσμον περιτραχήλιον ἡ ὑποταγή. σημαίνει κα̣ὶ ὅτι ὑποτέτακται ἡ ἐκκλησία. ὁ Παῦλος λέγει ὅτι· "αἱ γυναῖκες οὕτως ὑποτάσσεσθε τοῖς ἀνδράσιν ὡς ἡ ἐκκλησία τῷ Χριστῷ". ὁ ῥυθμὸς οὖν τῶν μηρῶν σου τῶν ὡσανεὶ ἐπιθυμιῶν καὶ ὀρεκτικῶν δυνάμεων ῥερυθμισμένοι εἰσὶν κατὰ τὸν ποικίλον ὁρμίσκον. καὶ τὸ μὲν κατὰ ἀναγωγὴν λημπτέον, τὸ δὲ καὶ κατὰ τὴν ἱστορίαν τὸ περὶ τῶν ἀκολάστων τό· "πᾶς μηρὸς ὑγρανθήσεται ὑγρασίᾳ". καὶ ὁ τῆς ψυχῆς μηρὸς καὶ ὁ τοῦ σώματος ὑπουργεῖ τῇ ἀκολασίᾳ. διὰ τοῦτο ὁ Ἀβραὰμ ἐκπέμπων τὸν πρε̣σβύτερον τῆς οἰκίας ἑαυτοῦ, τὸν θεῖον καὶ σοφὸν ἐκεῖνον παῖδα ἐπὶ μνηστείᾳ τῆς Ῥεβέκκας-πρὸς̣ τὸ ῥη̣τὸν λέγω-ἐποίησεν αὐτὸν θεῖναι τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν τοῦ Ἀβραάμ, ἵν' οὕτως ἀμέμπτως καὶ ἁγνῶς ἀγάγῃ τὴν παρθένον· ἐξωρκίσθη γὰρ ὑπὸ τὸν μηρὸν τὴν πρᾶξιν αὐτοῦ τεθ̣εικω´̣ς, ὑπὸ τὴν ἀφροδίσιον, ἵν' οὕτως εἴπω, ὁρμήν· οὕτω γὰρ καὶ ἀβλαβῆ τὴν παρθένον ἐκόμ̣ισεν̣. ἐπεὶ τοίνυν διὰ γενέσεως ἀνθρωπίνης ὁ σωτὴρ ἀνεδέξατο τὸν ναόν, λέγει πρὸς αὐτὸν ὄντα δυνατόν-θεὸς γὰρ λόγος ἐστίν -· "περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ". λέγομεν οὖν· καὶ ὁ πιστὸς ἄνθρωπος, ὁ ἐνκρατής, ὁ θεοῦ 338 μιμητής, τὸν ἀρραγῆ τοῦ θεοῦ λόγον τὸν ἠκονημένον ὑπὲρ πᾶσαν μάχαιραν δίστομον ζώννυται περὶ τὸν μηρόν, ἵν' ἐκτέμνῃ τὰς περιττὰς ἐπιθυμίας· ὁ γὰρ τίμιον μεταλαβὼν γάμον μετέρχεσθαι καὶ κοίτην ἀμίαντον φυλάττειν ἔχει τὸν τοῦ θεοῦ λόγον ῥομφαίαν περιτέμνοντα. ἐὰν οὖν "3δυνατὸν"3 ἐνταῦθα λέγῃ τὸν θεὸν λόγον ἢ τὴν ψυχὴν τὴν συνεζευγμένην αὐτῷ, μηρὸν λέγει τὴν ἐνανθρώπησιν, τὴν ἐκ γυναικὸς γένεσιν. περίζωσαι οὖν ταύτην τὴν ῥομφαίαν μενούσης τῆς ὡραιότητός σου καὶ τοῦ κάλλους σου. κάλλος δὲ καὶ ὡραιότης ἡ ἀναμαρτησία ἐστίν, ὅταν περὶ τῆς ψυχῆς λέγηται· οὐκ ἔγνω γὰρ ἁμαρτίαν. ἐὰν δὲ περὶ τοῦ θεοῦ λόγου, τοῦτο λέγει ὅτι· τὸ κάλλος τοῦ θεοῦ καὶ ἡ ὡραιότης παραμένει σοι ἀνθρώπῳ γεναμένῳ· οὐ γὰρ μετέβαλες ἀπὸ τοῦ εἶναι λόγος καὶ θεοῦ λόγος. καὶ πρὸς ἕκαστον δὲ λοιπὸν τῶν σωφρόνων λέγεται ὅτι· ἐπιθοῦ κάλλος καὶ ὡραιότητα ἐκ τῶν λοιπῶν ἀρετῶν, πρόσλαβε καὶ τὴν σωφροσύνην, τὸν λόγον τὸν τέμνοντα. ἐπερ · ἵνα τὴν ῥομφαίαν ποίαν λάβωμεν; -τὸν λόγον τὸν περὶ σωφροσύνης, τὸν λόγον τὸν καθόλου, τὸν ἐκτέμνοντα. 247 ἰδοὺ σοφὸς ὑποκείμενος ἐλέγχοις. οὗτος προκόπτων καὶ ἀρχόμενός ἐστιν. ὁ δὲ τέλειος ἀτάραχός ἐστιν· οὐκ ἐλέγχοις ὑπόκειται, οὐκ ἐκκλίνει ἐκ στόματος, τουτέστιν τοῦ λόγου, τοῦ θεοῦ. "γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι"· καί· "δίκαιος αὐτοῦ κατήγορος ἐν πρωτολογίᾳ". ὅλως ἔχει, ὃ κατηγορήσει ἑαυτοῦ. ὁ δὲ ἀληθῶς τέλειος δίκαιος οὐχ ἁμαρτάνει· "πᾶς" γὰρ "ὁ ποιῶν