238
δικαιοσύνην ἐκ τοῦ θεοῦ γεγέννηται", καὶ "πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ". ὁ μὴ ποιῶν ἁμαρτίαν τέλειος δίκαιός ἐστιν, περὶ ὧν καὶ ὁ σωτὴρ ἐν εὐαγγελίῳ εἴρηκεν· "πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδον". τ̣ὸ δ̣ε`̣ βρῦξαι τοὺς ὀδόντας καταγνόντος ἐστὶν ἑαυτοῦ· παρατηρησάμενος γὰρ οὐχ εἷλεν αὐτόν, οὐκ ἔβαλεν, οὐκ ἔτρωσεν, καὶ οὕτως ἐπὶ τῇ ἀποτυχίᾳ β̣ρ̣ύχει τοὺς ὀδόντας. μεταμέλειαν δὲ π̣ολλάκις ὁ βρυγμὸς τῶν ὀδόντων σημαίνει, ὡς καὶ ἐν εὐαγγελίῳ περὶ τοῦ δεθέντος ποσὶν καὶ χερσὶν καὶ βληθέντος εἰς τὸ σκότος τὸ ἐξώτερον "τὸ η῾̣τοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ"· "ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων". τὸ δὲ "3ἐκεῖ"3 πάλιν ὧδε τὴν κατάστασιν τὴν̣ τοιάνδε σημαίνει. 13 ὁ δὲ κύριος ἐνγελάσεται αὐτόν, ὅτι προβλέπει ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ. τὸν ἁμαρτωλὸν τὸν βρύξοντα τοὺς ὀδόντας κατὰ τοῦ δικαίου· "προβλέπει" γὰρ "ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ". προορῶν ὁ κύριος ὅτι ἡ ἡμέρα αὐτοῦ ἐλεύσεται καθ' ἣν καταδικασθήσεται, καταγελάσει τοῦ ἁμαρτωλοῦ. τὰ τοιαῦτα δὲ ῥήματα λεγόμενα ἐπὶ θεοῦ ἀνθρωποπαθῶς μὴ ἀκουέσθωσαν. θεοπρεπῶς δὲ τὸν νοῦν αὐτῶν ἐκλαμβάνομεν· εἴρηται γοῦν· "ὁ κατοικῶν ἐν οὐρανοῖς ἐγγελάσεται αὐτούς, καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτούς". οὐκ ἀνθρωπολογεῖται τοῦτο, οὐκ ἀνθρωποπαθῶς ἐπὶ θεοῦ ἐκλαμβάνομεν. καὶ πάλιν ἐν τῇ Ἐξόδῳ λέγει· "ὅσα ἐνπέπαιχα τοῖς Αἰγυπτίοις". ὁ ἐνπαιγμὸς ὧδε πάλιν τοιαύτην ἔχει διάνοιαν· οὐ λέοντας ἐπήγαγεν ἐπ' αὐτούς, οὐ δράκοντας, οὐ τοὺς ἄλλους μεγάλους θῆρας, ἀλλὰ σκνῖπα καὶ κυνόμυιαν ἐπὶ βατράχῳ καὶ κάμπῃ. ἐπερ · τὸ "3κατεπόντισεν"3 τί; -ἀλλὰ ἐκεῖ οὐ λέγει· "ἐνπέπαιχα αὐτούς". 14 ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοὶ καὶ ἐνέτειναν τόξον αὐτῶν τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα. ἡτοίμασαν ῥομφαίαν, ἵνα πτωχὸν καὶ πένητα καταβάλωσιν. ἀναστρέφεται καὶ εἰς τὴν αὐτῶν ἔρχεται καρδίαν, ὡς τὸ λεγόμενον· "ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐνπεσεῖται εἰς αὐτόν". καὶ πάλιν· "καὶ ἡ θήρα, ἣ ἔκρυψαν, συνλαβέτω αὐτούς". καὶ ἐν Ἐκκλησιαστῇ λέγει· "καθαιροῦντα φραγμόν, δήξεται ὄφις". τὸν ἄλλου φραγμὸν καθαιροῦντα ὄφις δήξεται, τὴν ἀσφάλειαν ἄλλου καθαιροῦντα. "ῥομφαίαν ἐσπάσαντο"· ἀπὸ τῆς θήκης ἐσπάσαντο εἰς φανερὸν αὐτὴν ···γαν. δύναται ῥομφαία ὁ σὺν δόλῳ λόγος εἶναι· ἐκσπῶσιν γάρ, ἵνα διὰ τούτου πλήξωσιν. ἔχεις ἐν Παροιμίαις λεγόμενον· "εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μαχαίρᾳν, γλῶσσαι δὲ σοφῶν ἰῶνται". εἰσὶν οἳ ἐν τῷ λέγειν τιτρώσκουσιν μαχαίρᾳ. δοτικῇ δὲ ἀναγνωστέον· εἰσὶν οἱ ἐν τῷ λέγειν τιτρώσκοντες μαχαίρᾳ. οἱ φθείροντες ἤθη χρηστὰ ὁμιλίαις κακαῖς, ἐν τῷ λέγειν τιτρώσκουσιν μαχαίρᾳ. "καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα"· ὁ λ̣όγος αὐτῶν οἷα μάχαιρα βλάπτει καὶ τιτρώσκει. ἐν τῷ λέγειν οὖν εἰσίν τινες τιτρώσκοντες μαχαίρᾳ, αἱ δὲ τῶν σοφῶν γλῶσσαι, οἱ λόγοι τῶν σοφῶν, ἰῶνται. αἱ μάχαιραι αὗται φαρμάκου εἰσίν, οὐ τιτρώσκουσιν, οὐ πλήττουσιν, ο̣υ᾿̣ τ̣ρ̣αυματίζουσιν, ἀλλ' ἰῶνται τὰ γενόμενα ὑπ' ἄλλων λόγων τραύματα. τόξον ἐστὶν ἐντεινόμενον τὸ ἡγεμονικὸν τὸ οὕτως ἑτοιμασμένον ὥστε βέλη ἀπ' αὐτοῦ ἀπολύεσθαι. οὗτοι δὲ ἔστωσαν πονηροὶ λογισμοί, λόγοι βλαπτικοί. "ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν". 14 τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ. ὧδε "3εὐθεῖς τῇ καρδίᾳ"3 ἀκούομεν ὡς τὸν ἐλεγχόμενον δίκαιον καὶ τὸν σοφὸν καὶ τὸν δίκαιον τὸν ἑαυτοῦ κατηγοροῦντα. ἐν τῷ εὐαγγελίῳ κεῖται ἐκ προσώπου τοῦ κυρίου ὅτι· "πάντες οἱ λαβόντες μάχαιραν μαχαίρῃ ἀπολοῦνται". καὶ οἴονται οἱ πολλοί, ὅτι τοῦτο λέγει ὅτι πάντως ὁ σφάξας ἄνθρωπον σφαγήσεται. οὐ φαίνεται δὲ τοῦτο ἀναντίρρητον· πολλοὶ φονεῖς ἰδίῳ τέλει κέχρηνται· ἀλλὰ τοῦτο λέγει· πᾶς ὁ κατά τινος κόλασιν ἐπιφέρων κολάσει ὑποπεσεῖται, πᾶς ὁ βλάψαι τινὰ βουλόμενος μαχαίρᾳ, τῇ διανοίᾳ ἑαυτοῦ τῇ ἠκονημένῃ ἢ γλώττῃ καὶ λόγῳ, τοῖς αὐτοῖς υ῾̣π̣οπεσεῖται. ἐπερ · "τοῦ