239
καταβαλεῖν πτωχὸν καὶ πένητα"; - οὐ δύνανται καταβαλεῖν πλούσιον, οὐ δύνανται καταβαλεῖν ἔχοντα τὸν "ἐν πάσῃ γνώσει καὶ παντὶ λόγῳ" πλοῦτον, ἀλλὰ τὸν πτωχὸν καὶ πένητα, κἂν δοκῇ εὐθὴς εἶναι τῇ καρδίᾳ, ὡς προεῖπον, ὡς ὁ ἐλεγχόμενος σοφὸς καὶ ὁ κατηγορῶν ἑαυτοῦ δίκαιος· ἀλλ' οὖν γε ἡ ῥομφαία κατὰ τῶν ἀκονησάντων αὐτῶν στραφεῖσα πλήττει καὶ ἀναιρεῖ αὐτούς· ὡσαύτως καὶ τὸ τόξον συντρίβεται. εὖ δὲ καὶ τὸ φάναι· "ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν καρδίαν αὐτῶν". αὕτη ἡ ῥομφαία η῾̣ ἐπιβλαβής, ἡ πολεμίων, οὔκ ἐστιν συνφυὴς ----------- ------------ ̣19 καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται. ------------------------- ------ ------------------------------- 250 τῶν τρεφόντων τὴν ψυχήν, τῶν ποτιζόντων ··· αὐτήν. ἐν αὐτῷ γοῦν τῷ προφήτῃ, ἔνθα γέγραπται· "ἐπάξω λιμὸν ἐπὶ τῆς γῆς, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου", ἐπιφέρεται· "πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρίψω σιωπήν". τοῖς πεπτωκόσιν ὁ λιμός ἐστιν. τούτοις δὲ σιωπ̣ὴ τοῦ θείου λόγου ἐπάγεται. "ἐν ἡμέραις" οὖν "λιμοῦ χορτασθήσονται". 20 ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται. διττῶς πάλιν τη`̣ν̣ α᾿̣πώλειαν τῶν ἁμαρτωλῶν ἐκλαμβάνομεν· ἤτοι ᾗ ἁμαρτωλοί εἰσιν, ἀπόλλυνται ἢ πεῖραν λαβόντες τῶν ἐπιπόνων. "οὐ καταισχύνονται" οἱ δίκαιοι "ἐν καιρῷ πονηρῷ", οἱ δὲ ἁμαρτωλοὶ καταισχύνονται. ὅταν αἰσχυνθῶσιν γνόντες οἷ κακω῀̣ν̣ εἰσιν, καὶ ἐρυθριῶσιν διὰ τὸ ἁμαρτάνειν, ἐνίοτε καταφρονοῦσιν τῆς ἁμαρτίας καὶ ἐ´̣ξω αὐτῆς γίνονται καὶ οὕτως ἀπόλλυν̣ται ὡ´̣στε μηκέτι εἶναι ἁμαρτωλοί. 20 οἱ δὲ ἐχθροὶ τοῦ κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον. δύνανται οἱ ἁμαρτωλοὶ ἐχθροὶ εἶναι τοῦ κυρίου. δυνατὸν δὲ καὶ ἁμαρτωλοὺς εἰπεῖν τοὺς κατὰ τὰ ἠθικὰ ἁμαρτάνοντας, τοὺς παραβάτας τῶν θείων ἐντολῶν, ἐχθροὺς δὲ τοῦ κυρίου τοὺς τὰ ἀσεβῆ φρονοῦντας, τοὺς ἔξω τῆς θεοσεβείας, τοὺς ψευδοδοξο̣ῦντας̣. οὗτοι οὖν οἱ τοῦ κυρίου ἐχθροὶ ἅμα τῷ δοξασθῆναι καὶ ὑψωθῆναι εὐθέως κατὰ τὸν καπνὸν ἐξέλιπον. καὶ ὅρα γε, α᾿̣ε̣ι`̣ τ̣οὺς ἁμαρτωλοὺς τῷ καπνῷ ὁμοιοῖ. καὶ ἐν ἄλλῳ γοῦν ψαλμῷ λέγεται· "ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου θεοῦ". κατασ̣κ̣ευάζει ὁ λόγος, ὅτι οὐχ ἑτέρας εἰσὶν φύσεως οἱ ἁμαρτωλοί. ἐπακολούθημά ἐστιν πυρὸς ὁ καπνός, καὶ μέλιτος ὁ κηρός. προηγο̣υμ̣ένως δὲ τὸ μέλι λαμβάνει γένεσιν. ἐπειδὴ δὲ ἄλλως οὐ συνίσταται ἢ ἐν κηρῷ, κατὰ συμβεβηκὸς ὁ κηρὸς συνίσταται. οὐ διὰ τὸν κηρὸν τὸ μέλι, ἀλλὰ διὰ τὸ μέλι ὁ κηρός, καὶ οὐ διὰ τὸν καπνὸν τὸ πῦρ, ἀλλὰ διὰ τὸ πῦρ ὁ καπνός. οἱ ἁμαρτωλοὶ οὖν κατὰ τὸν καπνὸν ἐκλείπουσιν παρακολούθημα ὄντα· καὶ γὰρ αὐτὸ τὸ ἁμαρτάνειν καὶ τὸ ἐχθρεύειν τῷ κυρίῳ παρακολούθημά ἐστιν. γέγονεν δὲ τὸ λογικὸν ζῷον, ἵνα δεκτικὸν ᾖν ἀρετῆς. τὸ δὲ δεκτικόν τινος οὔκ ἐστιν κατ' οὐσίαν τοιοῦτο. οὐ κατ' οὐσίαν δὲ ἀγαθοί εἰσιν οἱ ἄνθρωποι· διὰ τοῦτο γὰρ ἐκτίσθησαν, ἵνα γένωνται ἀγαθοὶ μετουσίᾳ τοῦ ἀληθῶς ἀγαθοῦ. παρακολουθεῖ δὲ τῷ δεκτικῷ τῆς ἀρετῆς τὸ δεκτικὸν τῆς κακίας. καὶ ὥσπερ ἀεὶ μετὰ τὰ καλὰ τὰ κ̣ακά ἐστιν, μετὰ τὴν τέχνην ἡ κακοτεχνία, μετὰ τὴν ἀκοὴν ἡ παρακοήν. παρακολούθημα οὖν ἐστιν ἡ ἁμαρτία τῆς ἀρετῆς· οὐκ ἂν συνίστατο, εἰ μὴ δεκτικὸν ἦν ἀρετῆς τὸ ζῷον τὸ ἁμαρτάνον. ὁμοίως καὶ ὁ κηρὸς παρακολούθημά ἐστιν. τήκε̣ται γοῦν οὗτος καὶ οὐκ εἰς τὸ μὴ ὂν καταστρέφει, ἀλλ' εἴς τι κρεῖττον μεταβάλλει. καὶ οἱ ἁμαρτωλοὶ οὖν καπνὸς γίνονται δ̣ι' αὐτὴν τὴν κακίαν· ἡ γὰρ κακία οὕτως οὕτως ανομια "ὥσπερ ὄμφαξ βλαβερὸς ὀδοῦσιν καὶ καπνὸς ὄμμασιν, οὕτω παρανομία τοῖς χρωμένοις". ὁρᾷς ὅτι ὄμμασιν καπνὸς ἡ παρανομία γίνεται τοῖς χρωμένοις αὐτήν. οὐ μεγάλης δὲ δεῖται βίας ὁ καπνὸς ἵνα ἀνατραπῇ· ταχέως γὰρ ἀνατρέπεται. διὰ τοῦτο "ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς" οἱ ἁμαρτωλοί εἰσιν, καὶ "ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν". παρ̣ακολούθημά ἐστιν, ὡς εἶπον,