240
πυρὸς ὁ καπνός· ἢ ὄντος γὰρ πυρὸς συνίσταται ἢ γενομένου. οἱ ἐχθροὶ οὖν τοῦ κυρίου κἂν βρενθύωνται ἔκπαγλα, κἂν ἐπαίρωνται ὡς ἱκανοί, ὡς ἐπίδοξοι, κατὰ τὸν καπνὸν σβέννυνται ἅμα τῷ ὑψωθῆναι αὐτούς. ἡμῶν ἐστιν τὸ ὁρᾶν τὴν ἔκλειψιν αὐτῶν, ἐπεὶ κἂν μένωσιν μέχρι τινὸς χρόνου δοξαζόμενοι καὶ ἐπαιρόμενοι μεγάλα φρονοῦντες, ἀλλὰ τῷ δυναμένῳ ὁρᾶν ἐφ' ᾧ μέγα φρονοῦσιν, εὐθέως ἐκλιπόντες εὑρίσκονται. 21 δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτείσει. ἃ δίδωσιν θεὸς ἐπ' ὠφελίᾳ τῶν ἀνθρώπων καὶ τῆς ψυχῆς, οὐ κατὰ ὀφειλὴν λαμβάνουσιν οἱ δεχόμενοι· οὐδεὶς γὰρ κατὰ ὀφειλὴν δέχεταί τι ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ χαριζόμενος δανείζει, προχρείαν δίδωσιν τὸ καλόν, ἵνα κατεργασάμενος ἀπ' αὐτοῦ κερδήσῃ καὶ δοῖ τόκους. λαμβάνω τὸν περὶ δικαιοσύνης λόγον. ἐὰν ἀποδιδοὺς καὶ τοὺς τόκους παρέχω, τὰ ἔργα τῆς δικαιοσύνης̣ τῳ῀̣ θεῷ προσκομίζω. ἐὰν δὲ λαβὼν τὸν περὶ δικαιοσύνης λόγον μηδὲν κατὰ δικαιοσύνην ἐνεργήσω, δανεισάμενος παρὰ θεοῦ οὐκ ἀποδέδωκα· δίδωσιν γὰρ ὁ θεός, ἵν' ἐνεργῶμεν, παρέχει θεός, ἵν' εἰς πράξεις τοὺς λόγους μεταβάλλωμεν. δανείζει δὲ τὸ θεῖον αὐτοῦ ἀργύριον, περὶ οὗ λέγεται· "ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ". ὁ δανειζόμενος οὖν ἀποδίδωσιν τόκους καὶ αὐτὸ ὃ ἐδέξατο. 21 ὁ δὲ δίκαιος οἰκτίρει καὶ δίδωσιν.