κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺς αὐτοῦ τυγχάνειν αὐτούς. αὐτὸς μὲν οὖν καὶ πρὶν ἐλθεῖν ταῦτα, ἐξ οὗ τῇ ἐκκλησίᾳ Συριανὸς ἐπῆλθεν, ἀναχωρήσας ἦν εἰδὼς τὸ γεγραμμένον· «ἀλλ' ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργή», τῶν δὲ γραμμάτων τούτων γίνεται διάκονος Ἡράκλειός τις τῷ ἀξιώματι κόμης προοδεύων τινὸς Γεωργίου τοῦ ἀποστελλομένου παρὰ τοῦ βασιλέως κατασκόπου· οὐ γὰρ ἂν εἴη ἐπίσκοπος ὁ παρ' ἐκείνου πεμπόμενος, μὴ γένοιτο, ὡς καὶ αὐτὰ τὰ γενόμενα καὶ τὰ προοίμια τῆς εἰσόδου δείκνυσι. 49.1 Τὰ μὲν οὖν γράμματα προὔθηκε δημοσίᾳ καὶ πολλὴν αἰσχύνην ἐδείκνυον τοῦ γράφοντος. ἐπειδὴ γὰρ, ὡς ἔγραψεν ὁ μέγας Ὅσιος, οὐχ ηὕρισκε πιθανὴν πρόφασιν τῆς ἑαυτοῦ μεταβολῆς, ἐπενόησε πολλῷ καὶ μᾶλλον ἀπρεπεστέραν ἑαυτῷ καὶ τοῖς τούτῳ 49.2 συμβουλεύσασιν, ἔφησε γάρ· «τὴν πρὸς τὸν ἀδελφὸν αἰδούμενος φιλίαν τὸν τῆς θείας καὶ εὐσεβοῦς μνήμης ἐπὶ καιρὸν αὐτῷ τὴν ὡς ὑμᾶς γενέσθαι πάροδον ἠνεσχόμην». τοῦτο δὲ καὶ τὴν ἐπαγγελίαν ψευσάμενον καὶ πρὸς τὸν ἀδελφὸν μετὰ θάνατον ἀγνώμονα δείκνυσιν. εἶτα «θείας καὶ εὐσεβοῦς αὐτὸν μνήμης» ὡσπεροῦν καὶ ἔστιν ἄξιον ὀνομάζει, οὗ τὴν ἐντολὴν καὶ τὴν «φιλίαν αἰδεῖται», ὡς αὐτὸς ἔγραψε, καίτοι, εἰ καὶ διὰ τὸν μακαρίτην Κώνσταντα συγχωρήσας ἦν, ὤφειλε μὴ ἀκαθήκων περὶ τὸν ἀδελφὸν γενέσθαι, ἵν' ὥσπερ τῆς βασιλείας οὕτω καὶ τῆς γνώμης αὐτοῦ κληρονόμος γένηται. 50.1 Ἀλλὰ τὸν μὲν Βρετανίωνα καθεῖλεν ἐθελήσας τὸ δίκαιον ἀπαιτεῖν λέγων· «τίνι μετὰ θάνατον ἀδελφῶν ἡ κληρονομία γίγνεται;» διὰ δὲ τὴν μυσαρὰν αἵρεσιν τῶν χρι στομάχων οὔτε τὸ δίκαιον οἶδεν, ἀλλὰ καὶ πρὸς τοὺς ἀδελφοὺς ἀκαθήκων γίγνεται· δι' ἣν αἵρεσιν οὐδὲ τοῦ πατρὸς ὁλόκληρον τὴν γνώμην φυλάττειν ἐνενόησεν, ἀλλ' εἰς μὲν τὸ ἀρέσκον τοῖς ἀσεβέσι τοῦτο τηρεῖν ὑποκρίνεται, εἰς δὲ τὸ λυποῦν ἐκείνους οὐκ οἶδεν οὐδὲ 50.2 τὸ πρὸς τὸν πατέρα σέβας φυλάξαι. ἀπέστειλε μὲν γὰρ ἐκεῖνος τὸν ἐπίσκοπον ἐκ διαβολῆς τῶν περὶ Εὐσέβιον εἰς τὰς Γαλλίας ἐπὶ καιρὸν διὰ τὴν τῶν ἐπιβουλευόντων ὠμότητα-τοῦτο γὰρ ὁ μακαρίτης Κωνσταντῖνος ὁ τούτου ἀδελφὸς μετὰ θάνατον τοῦ πατρὸς ἐδήλωσεν ὡς ἐκ τῶν γραμμάτων αὐτοῦ δείκνυται-, οὐκ ἐπείσθη δὲ τοῖς περὶ Εὐσέβιον ἀποστεῖλαι ὃν ἤθελον ἐπίσκοπον αὐτοί, ἀλλὰ καὶ θέλοντας ἐκώλυσε καὶ ἐπι χειρήσαντας ἐπέσχε μετὰ δεινῆς ἀπειλῆς. 51.1 Πῶς οὖν, εἰ τὰ τοῦ ἑαυτοῦ γεννήτορος, ὡς γράφει, φυλάττειν ἤθελεν, ἀπέστειλε τὸ μὲν πρῶτον Γρηγόριον καὶ νῦν δὲ τὸν ταμειοφάγον Γεώργιον; ἢ διὰ τί τοὺς Ἀρειανούς, οὓς ἐκεῖνος Πορφυριανοὺς ὠνόμασε, τούτους οὗτος εἰς τὴν ἐκκλησίαν εἰσαγαγεῖν σπου δάζει καὶ τούτων προιστάμενος ἄλλους ἐξορίζει; εἰ δὲ καὶ ἑώρακεν Ἄρειον ὁ πατὴρ αὐτοῦ, ἀλλ' ἐπιορκήσας Ἄρειος καὶ ῥαγεὶς ἔλυσε τὴν τοῦ πατρὸς φιλανθρωπίαν· καὶ 51.2 γὰρ καὶ αὐτὸς μαθὼν ὡς αἱρετικοῦ κατέγνω λοιπόν. πῶς δὲ καὶ προφασιζόμενος φροντίζειν τοῦ ἐκκλησιαστικοῦ κανόνος πάντα παρὰ τοῦτον ἐπενόησε πράττειν; ποῖος γὰρ κανὼν ἀπὸ παλατίου πέμπεσθαι τὸν ἐπίσκοπον; ἢ ποῖος κανὼν στρατιώτας ἐπι βαίνειν ἐκκλησίαις; ἢ τίς παραδέδωκε κόμητας καὶ τοὺς ἀλογίστους σπάδοντας κατάρχειν τῶν ἐκκλησιαστικῶν καὶ διατάγματι τὴν κρίσιν τῶν λεγομένων ἐπισκόπων δηλοῦσθαι; πάντα ψεύδεται διὰ τὴν ἀνόσιον αἵρεσιν· καὶ γὰρ παρὰ γνώμην τοῦ πατρὸς καὶ τότε 51.3 Φιλάγριον τὸ δεύτερον ἔπεμψεν ἔπαρχον καὶ τὰ νῦν γενόμενα γέγονε. καὶ διὰ τὸν ἀδελφὸν δὲ οὐκ ἀληθεύει. καὶ γὰρ καὶ μετὰ τὸν ἐκείνου θάνατον οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ καὶ τρίτον ἔγραψε τῷ ἐπισκόπῳ. καὶ πάλιν ἐπηγγείλατο μὴ μεταβάλλεσθαι, ἀλλὰ καὶ θαρρεῖν παρεκελεύσατο, ὥστε παρὰ μηδενὸς αὐτὸν ταράττεσθαι, ἀλλὰ καὶ 51.4 μένειν ἐν τῇ ἐκκλησίᾳ μετὰ πάσης ἀμεριμνίας. καὶ ἐντολὰς δὲ δι' Ἀστερίου κόμητος καὶ Παλλαδίου νοταρίου ἔπεμψε
20