Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 52.1 ∆ιὰ τοῦτο γὰρ καὶ ὅτε ∆ιογένης ἦλθε καὶ Συριανὸς ἐνήδρευσεν, αὐτοί τε καὶ ἡμεῖς 52.1 καὶ ὁ λαὸς ἀπῃτοῦμεν γράμματα βασιλέως νομίζοντες, ὅτι, ὥσπερ γέγραπται, «μηδὲν ψεῦδος ἀπὸ στόματος λεγέσθω βασιλεῖ» οὕτω καὶ βασιλεὺς ἐπαγγειλάμενος οὔτε ψεύσεται 52.2 οὔτε μεταβληθήσεται. πῶς οὖν, εἰ διὰ τὸν ἀδελφὸν συνεχώρησεν, ἔγραψε καὶ μετὰ θάνατον αὐτοῦ; εἰ δὲ καὶ τότε διὰ τὴν ἐκείνου μνήμην ἔγραψε, διὰ τί μετὰ ταῦτα τὸ ὅλον ἠγνωμόνησεν αὐτὸν διώκων τὸν ἄνθρωπον καὶ τοιαῦτα γράφων, ἐν οἷς προφα σίζεται μὲν κρίσιν ἐπισκόπων, πράττει δὲ αὐτός, ὡς ἂν αὐτῷ δοκῇ, οὐ λανθάνων ὅμως, 52.3 ἀλλὰ καὶ ἐγγὺς ἔχων τὸν ἔλεγχον τῆς πανουργίας; εἰ γὰρ ἐπισκόπων ἐστὶ κρίσις, τί κοινὸν ἔχει πρὸς ταύτην βασιλεύς; εἰ δὲ βασιλέως ἐστὶν ἀπειλή, τίς ἐνταῦθα χρεία τῶν λεγομένων ἐπισκόπων; πότε γὰρ ἐκ τοῦ αἰῶνος ἠκούσθη τοιαῦτα; πότε κρίσις ἐκκλησίας παρὰ βασιλέως ἔσχε τὸ κῦρος ἢ ὅλως ἐγνώσθη τοῦτο τὸ κρῖμα; πολλαὶ σύνοδοι πρὸ τούτου γεγόνασι, πολλὰ κρίματα τῆς ἐκκλησίας γέγονεν, ἀλλ' οὔτε οἱ πατέρες ἔπεισάν ποτε περὶ τούτων βασιλέα οὔτε βασιλεὺς τὰ τῆς ἐκκλησίας περιειργάσατο. 52.4 Παῦλος ἀπόστολος εἶχε φίλους τοὺς τῆς τοῦ Καίσαρος οἰκίας καὶ γράφων ἠσπάζετο τοὺς Φιλιππησίους ἀπὸ τούτων, ἀλλ' οὐκ εἰς κρίματα τούτους κοινωνοὺς παρελάμ 52.5 βανε. νῦν δὲ θέαμα καινὸν καὶ τοῦτο τῆς ἀρειανῆς αἱρέσεώς ἐστιν εὕρημα. συνῆλθον γὰρ αἱρετικοὶ καὶ βασιλεὺς Κωνστάντιος, ἵνα κἀκεῖνος τὴν ἐπισκόπων ἔχων πρόφασιν τῇ ἐξουσίᾳ καθ' ὧν ἂν ἐθέλοι πράττῃ καὶ διώκων μὴ λέγηται διώκτης. καὶ οὗτοι δὲ τὴν βασιλέως ἔχοντες δυναστείαν ἐπιβουλεύωσιν οἷς ἂν ἐθέλωσι· θέλουσι δὲ τοῖς μὴ 52.6 ἀσεβοῦσιν ὡς αὐτοί. τοῦτο δὲ ὡς ἐπὶ σκηνῆς ἄν τις ἴδοι κωμῳδούμενον παρ' αὐτοῖς, καὶ τοὺς μὲν λεγομένους ἐπισκόπους ὑποκρινομένους, τὸν δὲ Κωνστάντιον τὰ ἐκείνων ἐνεργοῦντα καὶ πάλιν ἐπαγγελλόμενον μὲν τοῦτον, ὡς Ἡρώδης τῇ Ἡρωδιάδι, τούτους δὲ πάλιν ὀρχουμένους τὰς διαβολὰς ἐπὶ ἐξορισμῷ καὶ θανάτῳ τῶν εἰς τὸν κύριον εὐσε βούντων. 53.1 Τίνα οὖν οὐκ ἔβλαψαν διαβάλλοντες; τίνων οὐ γεγόνασιν ἐπίβουλοι οἱ χριστο μάχοι; τίνα Κωνστάντιος οὐκ ἐξώρισε κατενεχθέντα παρ' αὐτῶν; πότε καταθυμίως αὐτῶν οὐκ ἤκουσε; καὶ τὸ παράδοξον τίνα πώποτε λέγοντα κατ' ἐκείνων ἐδέξατο καὶ οὐ μᾶλλον λέγοντας ἐκείνους, οἷα κἂν εἴπωσιν, ἀπεδέξατο; ποία ἐκκλησία νῦν μετ' ἐλευ θερίας τὸν Χριστὸν προσκυνεῖ; ἄν τε γὰρ εὐσεβὴς ᾖ, κινδυνεύει, ἄν τε ὑποκρίνηται, 53.2 φοβεῖται. πάντα ὑποκρίσεως καὶ ἀσεβείας, ὅσον εἰς αὐτὸν ἧκε, πεπλήρωκεν. εἰ γὰρ καί πού τίς ἐστιν εὐσεβὴς καὶ φιλόχριστος (εἰσὶ δὲ πανταχοῦ πολλοὶ τοιοῦτοι ὡς οἱ προφῆται καὶ Ἠλίας ὁ μέγας), κρύπτονται, ἄν που καὶ αὐτοὶ ὡς τὸν Ἀβδιοῦ πιστὸν ἄνθρωπον εὕρωσι καὶ ἢ εἰς σπήλαιον καὶ τὰς ὀπὰς τῆς γῆς ἀπέλθωσιν ἢ ἐπ' ἐρημίαις 53.3 περιερχόμενοι διατρίψωσι. τοιαῦτα γὰρ διαβάλλουσιν οἱ ἄφρονες, οἷα καὶ ἡ Ἰεζάβελ ἐπλάσατο κατὰ τοῦ Ναβουθαὶ καὶ οἱ Ἰουδαῖοι κατὰ τοῦ σωτῆρος, καὶ λοιπὸν ἐκεῖνος προστάτης τῆς αἱρέσεως ὢν τήν τε ἀλήθειαν μεταστρέψαι θέλων ὡς ὁ Ἀχαὰβ τὸν ἀμ πελῶνα εἰς κῆπον λαχανίας, ἃ θέλουσιν ἐκεῖνοι πράττει, ἐπεὶ καὶ αὐτὸς ἅπερ ἤθελεν ἤκουσε παρ' αὐτῶν. 54.1 Οὕτω, καθὰ προεῖπον, τοὺς ἀληθινοὺς ἐπισκόπους, ἐπεὶ μὴ ἠσέβουν ὡς ἤθελεν αὐτός, ἐξώρισεν, οὕτως καὶ κατὰ Ἀθανασίου νῦν ἀπέστειλεν Ἡράκλειον τὸν κόμητα καὶ τὰ μὲν διατάγματα προέθηκε δημοσίᾳ, ἐντολὰς δὲ βασιλέως ἀπήγγειλεν, εἰ μὴ πεισθεῖεν τοῖς γράμμασιν, ἀφαίρεσιν τοῦ ἄρτου καὶ τῶν εἰδώλων ἔσεσθαι καταστροφὴν πολλῶν 54.2 τε πολιτευτῶν καὶ τῶν ἀπὸ τοῦ δήμου πάντως αἰχμαλωσίαν γενήσεσθαι. εἶτα ταῦτα ἀπειλῶν οὐκ ᾐσχύνθη δημοσίᾳ μεγάλῃ τῇ φωνῇ λέγειν· «τὸν μὲν Ἀθανάσιον παραι 54.3 τεῖται βασιλεύς, τοῖς δὲ Ἀρειανοῖς τὰς

21