Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶναι πάντα 26.2 ψευδῆ καὶ μόνον συκοφαντίαν. οὐχ ἁπλῶς δὲ τοῦτο οὐδ' αὐτοὶ πεποιήκασιν, ἀλλὰ γὰρ καὶ ἀναθεματίσαντες τὴν ἀρειανὴν αἵρεσιν ἔγγραφον τὴν μετάνοιαν αὐτῶν δεδώκασι γράψαντες Ἰουλίῳ τῷ ἐπισκόπῳ, Ῥωμαιστὶ μέν, μεταβληθέντα δὲ Ἑλληνιστί, ταῦτα·τὸ γὰρ ἀντίγραφον ἀπεστάλη ἡμῖν παρὰ Παύλου ἐπισκόπου Τριβέρων Ῥωμαιστί. 26.3 Ἑρμηνεία ἀπὸ Ῥωμαικοῦ Κυρίῳ μου μακαριωτάτῳ πάπᾳ Ἰουλίῳ Οὐρσάκιος καὶ Οὐάλης. Ἐπειδὴ συνέστηκεν ἡμᾶς πρὸ τούτου πολλά τε καὶ δεινά ... (Ἐγράφη ὀπίσω εἰς τὸν ξηʹ λόγον καὶ ἔστι κατὰ πάντα ὁμοία καὶ ἴση.) 26.4 Ἑρμηνεία ἀπὸ Ῥωμαικοῦ Κυρίῳ μου ἀδελφῷ Ἀθανασίῳ ἐπισκόπῳ Οὐρσάκιος καὶ Οὐάλης ἐπίσκοποι. Ἀφορμὴ ἡμῖν ἐδόθη διὰ τοῦ ἀδελφοῦ καὶ συμπρεσβυτέρου ... (Ἐγράφη ὀπίσω εἰς τὸν αὐτὸν ξηʹ λόγον καὶ ἔστιν ὁμοία καὶ ἴση ἐξ ὁλοκλήρου.) 26.5 Ταῦτα γράψαντες ὑπέγραψαν καὶ τοῖς εἰρηνικοῖς παρερχομένων πρεσβυτέρων Ἀθανασίου Πέτρου τε καὶ Εἰρηναίου καὶ Ἀμμωνίου λαικοῦ, καίτοι μηδὲ δι' αὐτῶν γράψαντος αὐτοῖς. 27.1 Τίς τοίνυν οὐκ ἐθαύμαζε βλέπων ταῦτα καὶ τὴν τοσαύτην τῶν ἐκκλησιῶν εἰρήνην; τίς οὐκ ἔχαιρεν ὁρῶν τῶν τοσούτων ἐπισκόπων τὴν ὁμόνοιαν; τίς οὐκ ἐδόξαζε τὸν κύριον θεωρῶν τῶν λαῶν τὴν ἐν ταῖς συνάξεσιν εὐφροσύνην; πόσοι τῶν ἐχθρῶν μετ ενόουν· πόσοι τῶν πρότερον διαβαλλόντων ἀπελογοῦντο· πόσοι πρότερον μισοῦντες αὐτὸν ὕστερον ἠγάπησαν· πόσοι τῶν γραψάντων κατ' αὐτοῦ παλινῳδίαν ᾖσαν. 27.2 πολλοὶ καὶ τῶν μὴ προαιρέσει, ἀλλ' ἀνάγκῃ μετὰ τῶν Ἀρειανῶν ὄντες ἐρχόμενοι νυκτὸς ἀπελογοῦντο, καὶ τὴν μὲν αἵρεσιν ἀνεθεμάτιζον, ἠξίουν δὲ συγγνώμην ἔχειν, ὅτι διὰ τὰς συσκευὰς καὶ τὰς διαβολὰς τὰς παρ' αὐτῶν γιγνομένας τοῖς μὲν σώμασιν ἐκεῖ φαίνονται, τῇ δὲ καρδίᾳ μετὰ Ἀθανασίου συνάγονται καὶ ἀεὶ μετ' αὐτοῦ τυγχάνουσι· ναὶ πιστεύσατε. 28.1 Ἀλλὰ ταῦτα ἀκούοντες καὶ βλέποντες οἱ κληρονόμοι τῆς γνώμης καὶ τῆς ἀσεβείας τῶν περὶ Εὐσέβιον, Λεόντιος ὁ ἀπόκοπος, ὃν οὐδὲ ὡς λαικὸν κοινωνεῖν ἐχρῆν, διότι ἑαυτὸν ἀπέκοψεν ὑπὲρ τοῦ μετ' ἐξουσίας λοιπὸν κοιμᾶσθαι μετὰ Εὐστολίου τινός, γυναικὸς μὲν δι' αὐτόν, λεγομένης δὲ παρθένου, Γεώργιός τε καὶ Ἀκάκιος καὶ Θεόδωρος καὶ Νάρ 28.2 κισσος, οἵτινες καὶ ἐν τῇ συνόδῳ καθῃρέθησαν, μεγάλως ᾐσχύνοντο. εἶτα βλέποντες τὴν πρὸς Ἀθανάσιον τῶν ἐπισκόπων συμφωνίαν τε καὶ εἰρήνην, πλείους δὲ ἦσαν υʹ, ἀπό τε τῆς μεγάλης Ῥώμης καὶ τῆς Ἰταλίας πάσης Καλαβρίας τε καὶ Ἀπουλίας καὶ Καμπανίας Βριττίας τε καὶ Σικελίας Σερδινίας τε καὶ Κορσικῆς καὶ πάσης τῆς Ἀφρικῆς τούς τε ἀπὸ Γαλλίων καὶ Βριττανίας καὶ Σπανίων μετὰ τοῦ μεγάλου καὶ ὁμολογητοῦ Ὁσίου, ἔπειτα τοὺς ἀπὸ τῶν Παννονίων καὶ Νωρικοῦ καὶ Σισκίας ∆αλματίας τε καὶ ∆αρδανίας ∆ακίας τε καὶ Μυσίας Μακεδονίας Θεσσαλίας καὶ πάσης τῆς Ἀχαίας καὶ Κρήτης Κύπρου τε καὶ Λυκίας καὶ πλείστους τῆς Παλαιστίνης τε καὶ Ἰσαυρίας Αἰγύπτου 28.3 καὶ Θηβαίδος καὶ πάσης Λιβύης καὶ Πενταπόλεως· ταῦτα βλέποντες ἐκεῖνοι φθόνῳ καὶ φόβῳ συνεσχέθησαν, φθόνῳ μὲν διὰ τὴν τοσούτων κοινωνίαν, φόβῳ δὲ μὴ οἱ παρ' αὐτῶν ἀπατηθέντες προστεθῶσι τῇ τῶν τοσούτων ὁμοψυχίᾳ καὶ λοιπὸν ἡ αἵρεσις αὐτῶν παραδειγματισθεῖσα θριαμβευθῇ καὶ στηλιτευθῇ πανταχοῦ. 29.1 Πρῶτον μὲν τοὺς περὶ Οὐρσάκιον καὶ Οὐάλεντα ὡς τοὺς κύνας μεταπείθουσι μετα βαλέσθαι καὶ εἰς τὸν ἴδιον ἐμετὸν ἐπιστρέψαι καὶ ὡς τοὺς χοίρους εἰς τὸν πρότερον βόρ βορον τῆς ἀσεβείας πάλιν κυλισθῆναι πρόφασίν τε τῆς μετανοίας πλάσασθαι, ὡς διὰ φόβον τοῦ θεοσεβεστάτου Κώνσταντος εἶεν τοῦτο πεποιηκότες, καίτοι, εἰ καὶ φόβος 29.2 ἦν, ἀλλ' οὐκ ἐχρῆν, εἴπερ ἐθάρρουν οἷς ἔπραξαν, προδότας τούτων γίγνεσθαι. ὅτε δὲ οὐδὲ φόβος, ἀλλ' ἐψεύδοντο, πῶς οὐκ ἄξιοι πάσης καταγνώσεώς εἰσιν; οὔτε γὰρ στρατιώτου

10