Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις, φαίνονται μᾶλλον οὗτοι διὰ σὲ λέγοντες ταῦτα 76.5 καὶ εἰς σὴν χάριν κατηγοροῦντες Ἀθανασίου. ταῦτα ἀκούσας καὶ νομίσας ὕβριν εἶναι τὸ λεχθὲν ὀρθῶς ἐκείνους μὲν ἐξώρισε, κινηθεὶς δὲ κατὰ Ἀθανασίου ἀγριώτερον ἔγραψεν αὐτόν τε παθεῖν τὰ γενόμενα καὶ τοῖς Ἀρειανοῖς παραδοθῆναι τὰς ἐκκλησίας καὶ τούτοις ἐξεῖναι πράττειν ἃ βούλονται. 77.1 ∆εινὰ μὲν οὖν καὶ πέρα δεινῶν τὰ τοιαῦτα, πρέπουσα δὲ πρᾶξις ὅμως τῷ σχη ματιζομένῳ τὰ τοῦ ἀντιχρίστου. τίς γὰρ βλέπων αὐτὸν ἐξάρχοντα τῶν νομιζομένων ἐπισκόπων καὶ προκαθήμενον τῶν ἐκκλησιαστικῶν κρίσεων οὐκ ἀκολούθως ἂν εἴποι τοῦτ' εἶναι τὸ διὰ τοῦ ∆ανιὴλ εἰρημένον «βδέλυγμα τῆς ἐρημώσεως»; τὸν γὰρ Χριστια νισμὸν περιβεβλημένος καὶ εἰς τοὺς ἁγίους τόπους εἰσερχόμενος ἑστηκώς τε ἐν αὐτοῖς ἐρημοῖ τὰς ἐκκλησίας, παραλύων τοὺς τούτων κανόνας καὶ τὰ ἴδια κρατεῖν βιαζόμενος. 77.2 ἆρα τίς ἔτι τολμᾷ λέγειν τὸν καιρὸν τοῦτον εἰρηνικὸν εἶναι Χριστιανῶν καὶ οὐ μᾶλλον διωγμόν; καὶ διωγμόν, οἷος οὔτε πώποτε γέγονεν οὔτε τάχα τις ποιήσει ποτὲ τοιοῦτον εἰ μὴ ἄρα «ὁ υἱὸς τῆς ἀνομίας», ὃν οἱ χριστομάχοι δεικνύουσιν ἀναζωγραφοῦντες ἐν αὐτοῖς ἤδη. διὸ καὶ μάλιστα προσήκει νήφειν, μήπως ἡ αἵρεσις αὕτη πολλὴν ἀναισχυντίαν ἔχουσα καὶ διαχυνομένη ὡς «ἰὸς κεράστου», καθὼς ἐν ταῖς Παροιμίαις γέγραπται, δι δάσκουσά τε κατὰ τοῦ σωτῆρος φρονεῖν, αὕτη ἂν εἴη ἡ ἀποστασία, μεθ' ἣν ἐκεῖνος ἀπο 77.3 καλυφθήσεται πάντως ἔχων τὸν πρόδρομον ἑαυτοῦ Κωνστάντιον. ἐπεὶ διὰ τί οὕτως μαίνεται κατὰ τῶν εὐσεβῶν; διὰ τί ὡς ὑπὲρ ἰδίας αἱρέσεως ἀγωνίζεται καὶ ἐχθρὸν μὲν ἴδιον λέγει τὸν μὴ πειθόμενον τῇ Ἀρείου μανίᾳ, τὰ δὲ παρὰ τῶν χριστομάχων λεγό μενα καταθυμίως δέχεται καὶ τοιαύτας καὶ τοσαύτας συνόδους ἀτιμάζει; διὰ τί τοῖς Ἀρειανοῖς ἐκέλευσε τὰς ἐκκλησίας παραδίδοσθαι; οὐχ ἵνα ἐκεῖνος ἐλθὼν εὕρῃ, πῶς εἰς 77.4 αὐτὰς εἰσέλθῃ καὶ ἀποδέξηται τοῦτον ἑτοιμάσαντα τοὺς τόπους αὐτῷ; οἱ μὲν γὰρ ἀπὸ Ἀλεξάνδρου καὶ τοῦ πρὸ αὐτοῦ Ἀχιλλᾶ καὶ πάλιν τοῦ πρὸ τούτου Πέτρου γέροντες ἐπίσκοποι ἐξεβάλλοντο, ἐκεῖνοι δὲ εἰσήγοντο, οὓς ἂν ἔλεγον οἱ ἀκολουθοῦντες τοῖς στρα τιώταις· ἔλεγον δὲ τοὺς τὰ αὐτῶν φρονεῖν ἐπαγγελλομένους. 78.1 Εὔκολον δὲ τοῦτο Μελιτιανοῖς ἦν τὸ πρόβλημα. οἱ γὰρ πλεῖστοι, μᾶλλον δὲ οἱ πάντες οὐκ ἀπὸ θεοσεβοῦς ἀγωγῆς εἰσιν οὐδὲ γινώσκουσι τὴν εἰς Χριστὸν ὑγιαίνουσαν πίστιν, οὐδ' ὅλως τίς ἐστι Χριστιανισμὸς, ἢ ποίας ἔχομεν ἡμεῖς οἱ Χριστιανοὶ γραφάς. οἱ μὲν γὰρ αὐτῶν ἐξ εἰδώλων ἐλθόντες, οἱ δὲ ἐκ τοῦ βουλευτηρίου καὶ τῆς πρώτης πο λιτείας διὰ τὴν ταλαίπωρον ἀλειτουργησίαν καὶ προστασίαν πείσαντές τε χρήμασι τοὺς πρὸ αὐτῶν Μελιτιανοὺς εἰς τοῦτο παρῆλθον, καὶ πρὶν κατηχηθῶσιν. εἰ δὲ καὶ ἔδοξαν, ποία κατήχησις παρὰ Μελιτιανοῖς ἐστιν; ὅμως οὐδὲ δόξαντες κατηχεῖσθαι 78.2 ἦλθον ἅμα, καὶ εὐθὺς ὥσπερ παῖδες ὄνομα λαβόντες ἐκλήθησαν ἐπίσκοποι. καὶ διὰ τοῦτο τοιοῦτοι ὄντες οὐδὲν ἡγήσαντο τὸ πρᾶγμα οὐδὲ διαφέρειν εὐσέβειαν ἀσεβείας ἐνόμισαν. προθύμως γοῦν καὶ ταχέως ἐκ Μελιτιανῶν Ἀρειανοὶ γεγόνασιν. ἂν δὲ καὶ ἕτερόν τι προστάξῃ βασιλεύς, καὶ εἰς τοῦτο πάλιν εἰσὶν ἕτοιμοι μεταβάλλεσθαι. ἡ γὰρ τῆς εὐσεβείας ἄγνοια ταχέως ἐπὶ τὴν συνήθη καὶ τὴν ἐξ ἀρχῆς ἣν μεμαθήκασιν ἀφρο 78.3 σύνην καταφέρει τούτους. καὶ γὰρ οὐδέν ἐστιν αὐτοῖς «ἀνέμῳ παντὶ καὶ κλύδωνι περιφέρεσθαι», ἕως μόνον εἰσὶν ἀλειτούργητοι καὶ προστασίαν ἀνθρωπίνην ἔχουσι, τάχα δὲ οὐδὲ μεταβάλλεσθαι, οἷοι καὶ πρὸ τούτου ἦσαν, καὶ οἷοι ἦσαν, ὅτε πάλιν Ἕλληνες 78.4 ἐτύγχανον. ἀμέλει τοιοῦτοι τὸν τρόπον ὄντες εὔκολοι καὶ νομίζοντες πολιτείαν βουλῆς εἶναι τὴν ἐκκλησίαν καὶ τὰ τῶν εἰδώλων φρονοῦντες ὥσπερ ἔθνη εἰσελθόντες εἰς «τὸ καλὸν ὄνομα τοῦ σωτῆρος ἐμίαναν τὴν Αἴγυπτον πᾶσαν,

31