Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρονται ὡς πρὸς τὸν τῆς αἱρέσεως προστάτην «φεῖσαι» λέγοντες «τῆς αἱρέσεως· ὁρᾷς πάντας ἀποστάντας ἀφ' ἡμῶν· ὀλίγοι λοιπὸν ὑπελείφθημεν. ἄρξαι διώκειν, ἐπεὶ καὶ παρὰ τῶν ὀλίγων ἀφιέμεθα καὶ μένομεν ἔρημοι. οὓς γὰρ ἐβιασάμεθα τούτων ἐξορισθέντων, 9.3 τούτους ἐπανελθόντες ἔπεισαν πάλιν φρονεῖν καθ' ἡμῶν. γράψον οὖν κατὰ πάντων καὶ πέμψον Φιλάγριον δεύτερον ἔπαρχον τῆς Αἰγύπτου, αὐτὸς γὰρ ἐπιτηδείως δύναται διώκειν ἤδη μὲν τῇ πείρᾳ δείξας, μάλιστα δὲ καὶ παραβάτης ὤν. πέμψον δὲ καὶ Γρη γόριον ἐπίσκοπον εἰς Ἀλεξάνδρειαν, καὶ οὗτος γὰρ δύναται συστῆσαι τὴν ἡμετέραν αἵρεσιν». 10.1 Γράφει τοίνυν τότε Κωνστάντιος, πάντας δὲ διώκει καὶ πέμπει Φιλάγριον ἔπαρχον καὶ Ἀρσάκιόν τινα εὐνοῦχον, πέμπει δὲ καὶ Γρηγόριον μετὰ στρατιωτικῆς ἐξουσίας. καὶ τοιαῦτα γέγονεν, οἷα καὶ τὸ πρότερον. συναγαγόντες γὰρ πλῆθος βουκόλων καὶ ποιμένων ἄλλων τε ἀγοραίων καὶ ἀσελγῶν νεωτέρων μετὰ ξιφῶν καὶ ῥοπάλων ἐπῆλθον 10.2 ἀθρόως τῇ ἐκκλησίᾳ τῇ καλουμένῃ Κυρίνου. καὶ τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ κατεπά τησαν, ἄλλους τε πληγαῖς κατακόψαντες εἰς δεσμωτήριον ἐνέβαλον καὶ ἐξώριζον, πολλάς τε γυναῖκας κατασύροντες εἷλκον εἰς τὸ δικαστήριον δημοσίᾳ καὶ τῶν τριχῶν ἕλκοντες ὕβριζον, ἄλλους ἐδήμευον, ἄλλων ἄρτους ἀφῃροῦντο δι' οὐδὲν ἕτερον, ἢ ἵνα τοῖς Ἀρειανοῖς προσθῶνται καὶ Γρηγόριον δέξωνται τὸν ἀπὸ βασιλέως ἀποσταλέντα. 11.1 Ἀθανάσιος μὲν οὖν καὶ πρὶν γενέσθαι ταῦτα καὶ μόνον ἀκούσας ἔπλευσεν εἰς τὴν Ῥώμην εἰδώς τε τὸν θυμὸν τῶν αἱρετικῶν, καὶ ἵνα, ὡς ἤρεσεν, ἡ σύνοδος γένηται· ὁ δὲ Ἰούλιος γράφει καὶ πέμπει πρεσβυτέρους, Ἐλπίδιον καὶ Φιλόξενον, ὁρίσας καὶ προ11.2 θεσμίαν, ἵνα ἢ ἔλθωσιν ἢ γινώσκοιεν ἑαυτοὺς ὑπόπτους εἶναι κατὰ πάντα. ἀλλ' οἱ περὶ Εὐσέβιον ὡς μόνον ἤκουσαν ἐκκλησιαστικὴν ἔσεσθαι κρίσιν, ἐν ᾗ κόμης οὐ παρα γίγνεται, οὐ στρατιῶται πρὸ τῶν θυρῶν, οὐ βασιλικῷ προστάγματι τὰ τῆς συνόδου τελειοῦται (ἐν τούτοις γὰρ ἀεὶ κατὰ τῶν ἐπισκόπων ἴσχυσαν καὶ ἄνευ τούτων οὐδ' ὅλως λαλῆσαι θαρροῦσιν), οὕτω κατέπτηξαν, ὡς τοὺς μὲν πρεσβυτέρους κατασχεῖν καὶ μετὰ τὴν προθεσμίαν, πλάσασθαι δὲ πρόφασιν ἀπρεπῆ ὅτι «μὴ δυνάμεθα νῦν ἐλθεῖν διὰ τοὺς 11.3 παρὰ Περσῶν γιγνομένους πολέμους». τοῦτο δὲ οὐκ ἦν ἀληθές, ἀλλὰ φόβος τοῦ συνειδότος. τί γὰρ κοινὸν πόλεμος πρὸς ἐπισκόπους; ἢ διατί μὴ δυνάμενοι διὰ τοὺς Πέρσας εἰς Ῥώμην ἐλθεῖν καίτοι μακρὰν ἀπέχουσαν καὶ πέραν θαλάττης οὖσαν τοὺς τῆς ἀνατολῆς τόπους καὶ τοὺς ἐγγὺς ἐκείνων περιήρχοντο ὡς λέοντες ζητοῦντες, τίς αὐτοῖς ἐναντιοῦται, ἵνα διαβάλλοντες ἐξορίσωσιν; 12.1 Ἀμέλει τοὺς πρεσβυτέρους ἀπολύσαντες ἐπὶ τῇ ἀπιθάνῳ ταύτῃ προφάσει συνε λάλουν ἀλλήλοις· «ἐπεὶ μὴ δυνάμεθα ἐκκλησιαστικῇ κρίσει κρατεῖν, τὴν συνήθη τόλμαν ἐπιδειξώμεθα». γράφουσι τοίνυν Φιλαγρίῳ καὶ ποιοῦσιν αὐτὸν μετὰ Γρηγορίου κατ' ὀλίγον ἐξελθεῖν εἰς τὴν Αἴγυπτον καὶ λοιπὸν ἐπίσκοποι μαστίζονται καὶ ἐδεσμοῦντο 12.2 πικρῶς. Σαραπάμμωνα γοῦν ἐπίσκοπον ὁμολογητὴν ἐξορίζουσι, Ποτάμωνα δὲ ἐπίσκοπον ὁμολογητὴν ἀπολέσαντα καὶ αὐτὸν τὸν ὀφθαλμὸν ἐν τῷ διωγμῷ οὕτω κατέκοψαν ταῖς καταυχενίοις πληγαῖς, ὡς μὴ πρότερον παύσασθαι, πρὶν ἂν νομισθῆναι τὸν ἄνθρωπον νεκρόν. οὕτω γοῦν ἐρρίφη καὶ μόγις μετὰ ὥρας θεραπευόμενος καὶ διαρρι πιζόμενος ἀνέπνευσε τοῦ θεοῦ δεδωκότος τὸ ζῆν. ἀλλὰ μετὰ χρόνον ὀλίγον ἐκ τοῦ πόνου 12.3 τῶν πληγῶν ἀπέθανεν ἔχων ἐν Χριστῷ τὸ καύχημα δευτέρου μαρτυρίου. πόσοι τε ἄλλοι μονάζοντες ἐμαστίζοντο καθεζομένου Γρηγορίου μετὰ Βαλακίου τοῦ λεγομένου δουκός, πόσοι ἐπίσκοποι ἐκόπτοντο, πόσαι παρθένοι ἐτύπτοντο. 13.1 Εἶτα ὁ ἄθλιος Γρηγόριος μετὰ ταῦτα παρεκάλει πάντας κοινωνεῖν αὐτῷ· καίτοι εἰ

4