Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι τοιοῦτον, ἐπιπλήξας καὶ πείσας αὐτὸν ἀνεχώρησεν εἰς τὴν πατρίδα καὶ τὴν ἐκκλησίαν ἑαυτοῦ. ἀλλὰ τῶν αἱρετικῶν ἀποδυρομένων καὶ πάλιν παροξυνόντων (εἶχε δὲ καὶ τοὺς εὐνούχους ὑπομιμνήσκοντας καὶ μᾶλλον παροξύνοντας) γράφει λοιπὸν βασιλεὺς μετὰ 43.3 ἀπειλῆς. καὶ ὑβρίζεται μὲν ὁ Ὅσιος, οὐ κινεῖται δὲ διὰ τὸν φόβον τῆς ἐπιβουλῆς, ἀλλ' ἑστηκὼς τῷ φρονήματι καὶ ἐπὶ τὴν πέτραν οἰκοδομήσας ἑαυτοῦ τὴν τῆς πίστεως οἰκίαν ἐπαρρησιάζετο κατὰ τῆς αἱρέσεως ῥανίδας καὶ πνοὰς ἀνέμων ἡγούμενος τὰς ἐκ τῶν 43.4 γραμμάτων ἀπειλάς. πολλάκις γοῦν γράψαντος Κωνσταντίου καὶ τὰ μὲν κολακεύοντος ὡς πατέρα, τὰ δὲ ἀπειλοῦντος καὶ τοὺς ἐξορισθέντας ὀνομάζοντος καὶ λέγοντος· «ἔτι σὺ μόνος τυγχάνεις ὁ κατὰ τῆς αἱρέσεως; πείσθητι καὶ γράψον κατὰ Ἀθανασίου. ὁ γὰρ κατ' ἐκείνου γράφων πάντως τὰ Ἀρειανῶν μεθ' ἡμῶν φρονήσει». οὐ κατορρωδήσας ὁ Ὅσιος, ἀλλὰ καὶ πάσχων ὕβρεις ἔγραψε καὶ αὐτὸς τοιαῦτα, καὶ τὴν ἐπιστολὴν ἀνέγνωμεν, καὶ ἔστιν ἐν τῷ τέλει γεγραμμένη. 44.1 ... Ἐγὼ μὲν ὡμολόγησα καὶ τὸ πρῶτον, ὅτε διωγμὸς γέγονεν ἐπὶ τῷ πάππῳ σου Μαξιμιανῷ. εἰ δὲ καὶ σύ με διώκεις, ἕτοιμος καὶ νῦν πᾶν ὁτιοῦν ὑπομένειν ἢ ἐκκενοῦν ἀθῶον αἵμα καὶ προδιδόναι τὴν ἀλήθειαν, σὲ δὲ οὐκ ἀποδέχομαι τοιαῦτα γράφοντα καὶ ἀπειλοῦντα. παῦσαι τοῦ τοιαῦτα γράφειν καὶ μὴ φρόνει τὰ Ἀρείου, μηδὲ ἄκουε τῶν ἀνατολικῶν μηδὲ πίστευε τοῖς περὶ Οὐρσάκιον καὶ Οὐάλεντα. ἃ γὰρ ἐκεῖνοι λέγουσιν, οὐ δι' Ἀθανάσιον φθέγγονται, ἀλλὰ διὰ τὴν ἰδίαν αἵρεσιν. πίστευέ μοι, Κωνστάντιε, 44.2 πάππος εἰμί σου καθ' ἡλικίαν. ἐγενόμην αὐτὸς ἐν τῇ κατὰ Σαρδικὴν συνόδῳ, ὅτε σύ τε καὶ ὁ μακαρίτης ἀδελφός σου Κώνστας πάντας ἡμᾶς συνήγαγε. καὶ δι' ἐμαυτοῦ τοὺς ἐχθροὺς Ἀθανασίου προσεκαλεσάμην ἐλθόντας αὐτοὺς εἰς τὴν ἐκκλησίαν, ἐν ᾗ ᾤκουν ἐγώ, ἵν', εἴ τι ἔχοιεν κατ' αὐτοῦ, λέγωσιν, ἐπαγγειλάμενος αὐτοῖς θαρρεῖν καὶ 44.3 μὴ ἄλλο τι προσδοκᾶν ἢ ὀρθὸν τὸ κριτήριον ἐπὶ πᾶσιν ἔσεσθαι. τοῦτο δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον ἐποίησα προτρέπων, εἰ μὴ θέλοιεν ἐπὶ πάσης τῆς συνόδου, κἂν ἐπ' ἐμοῦ μόνου, ἐπαγγειλάμενος πάλιν ὅτι, ἂν μὲν ὑπεύθυνος δειχθῇ, πάντως ἀποβλη θήσεται καὶ παρ' ἡμῶν, ἂν δὲ ἀναίτιος εὑρεθῇ καὶ ἐλέγξῃ συκοφάντας ὑμᾶς, εἰ παραιτεῖσθε τὸν ἄνθρωπον, ἐγὼ μετ' ἐμαυτοῦ πείθω τὸν Ἀθανάσιον ἐλθεῖν εἰς τὰς Σπανίας. καὶ ὁ μὲν Ἀθανάσιος ἐπὶ τούτοις ἐπείθετο καὶ οὐκ ἀντέλεγεν, ἐκεῖνοι δὲ πρὸς πάντα μὴ θαρροῦντες 44.4 ἴσως ἀνένευον. ἐγένετο δὲ πάλιν ὁ Ἀθανάσιος εἰς τὸ σὸν στρατόπεδον, ἡνίκα μετεπέμψω γράψας αὐτῷ, καὶ παρόντας ἐν αὐτῇ τῇ Ἀντιοχείᾳ τοὺς ἐχθροὺς κληθῆναι πάντας ἢ ἕκαστον αὐτῶν ἠξίωσεν, ἵν' ἢ ἐλέγξωσιν ἢ ἐλεγχθῶσι, καὶ ἵνα ἢ παρόντα δείξωσιν οἷον λέγουσιν ἢ ἀπόντα μὴ διαβάλλωσι. καὶ οὔτε σὺ λέγοντος ἠνέσχου, ἀλλὰ κἀκεῖνοι 44.5 παρῃτήσαντο. τί τοίνυν ἀκούεις ἔτι τῶν κακολογούντων αὐτόν; πῶς ἀνέχῃ Οὐάλεντος καὶ Οὐρσακίου, καίτοι μετανοησάντων αὐτῶν καὶ ἐγγράφως αὐτῶν ὁμολογησάντων τὴν συκοφαντίαν; ὡμολόγησαν γὰρ οὐ βίαν παθόντες, ὡς αὐτοὶ προφασίζονται, οὐ στρατιωτῶν ἐπικειμένων, οὐκ εἰδότος τοῦ ἀδελφοῦ σου (οὐκ ἐγίγνετο γὰρ παρ' αὐτῷ τοιαῦτα, οἷα νῦν γίγνεται, μὴ γένοιτο), ἀλλ' αὐτοὶ θέλοντες ἑαυτοῖς ἀνῆλθον εἰς τὴν Ῥώμην καὶ τοῦ ἐπισκόπου καὶ τῶν πρεσβυτέρων παρόντων ἔγραψαν. γράψαντες πρότερον καὶ Ἀθανασίῳ φιλικὴν καὶ εἰρηνικὴν ἐπιστολήν. εἰ δὲ βίαν προφασίζονται, 44.6 καὶ τοῦτο γιγνώσκουσι κακόν, οὐκ ἀποδέχῃ δὲ οὐδὲ σύ. παῦσαι τοῦ βιάζεσθαι καὶ μήτε γράφε μήτε πέμπε κόμητας. ἀλλὰ καὶ τοὺς ἐξορισθέντας ἀπόλυσον, ἵνα μὴ βίαν αἰτιωμένου σου μείζονας βίας ἐκεῖνοι ποιῶσι. τί γὰρ τοιοῦτον γέγονε παρὰ Κώνσταντος; τίς ἐπίσκοπος ἐξωρίσθη; πότε κρίσεως ἐκκλησιαστικῆς μέσος γέγονε;

17