Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐπιβουλήν. καὶ τὸ παράδοξον, ὅτι, καθὰ προεῖπον, οὐδεὶς ἐξ ἐκείνων κατηγορεῖται, ἂν δὲ κατηγορηθῇ, οὐ κρίνεται ἢ δόξας ἀκούεσθαι δικαιοῦται κατὰ τῶν ἐλεγχόντων, καὶ μᾶλλον ὁ ἐλέγχων ἐπιβουλεύεται ἢ ὁ ὑπεύθυνος ὅλως 3.4 ἐντρέπεται. πάντες γοῦν οἱ παρ' αὐτοῖς μεστοὶ ῥύπου τυγχάνουσι καὶ οἱ παρ' αὐ τοῖς κατάσκοποι, οὐ γὰρ ἐπίσκοποι, μᾶλλόν εἰσι πάντων ῥυπαρώτεροι. καὶ εἴ τις παρ' αὐτοῖς ἐπίσκοπος θέλει γενέσθαι, οὐκ ἀκούει· «δεῖ τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι», ἀλλὰ μόνον· «φρόνει κατὰ Χριστοῦ καὶ μὴ φρόντιζε περὶ τρόπων, ἀρκεῖ γὰρ 3.5 ἐκεῖνό σοι πρὸς σύστασιν καὶ πρὸς βασιλέως φιλίαν». ταῦτα μὲν περὶ τῶν τὰ Ἀρείου φρονούντων, οἱ δὲ τῆς ἀληθείας ζηλωταί, κἂν ἅγιοι καὶ καθαροὶ φαίνωνται, καθὰ προ εῖπον, ἀλλ' ὑπεύθυνοι γίνονται, ὅταν οὗτοι θέλωσι καὶ ὡς ἂν αὐτοῖς δοκῇ πρόφασιν πλα σαμένοις. καὶ τοῦτο ἔξεστι, καθὰ προεῖπον, ἐκ τῶν παρ' αὐτῶν πραχθέντων συνιδεῖν. 4.1 Εὐστάθιός τις ἦν ἐπίσκοπος τῆς Ἀντιοχείας, ἀνὴρ ὁμολογητὴς καὶ τὴν πίστιν εὐ σεβής. οὗτος ἐπειδὴ πολὺς ἦν ζηλῶν ὑπὲρ τῆς ἀληθείας τήν τε ἀρειανὴν αἵρεσιν ἐμίσει καὶ τοὺς φρονοῦντας τὰ ἐκείνης οὐκ ἐδέχετο, διαβάλλεται Κωνσταντίνῳ τῷ βασιλεῖ πρόφασίς τε ἐπινοεῖται ὡς τῇ μητρὶ αὐτοῦ ποιήσας ὕβριν. καὶ εὐθὺς ἐξόριστος αὐτός τε γίνεται καὶ πολὺς σὺν αὐτῷ πρεσβυτέρων καὶ διακόνων ἀριθμός. καὶ λοιπὸν οὓς οὐκ 4.2 ἐδέχετο διὰ τὴν ἀσέβειαν εἰς κλῆρον, τούτους μετὰ τὸ ἐξορισθῆναι τὸν ἐπίσκοπον οὐ μόνον εἰσήγαγον εἰς τὴν ἐκκλησίαν, ἀλλὰ καὶ τοὺς πλείστους ἐπισκόπους κατέστησαν, ἵν' ἔχωσι συνωμότας ἑαυτῶν εἰς τὴν ἀσέβειαν. ἐκ τούτων ἐστὶ Λεόντιος ὁ ἀπόκοπος ὁ νῦν ἐν Ἀντιο χείᾳ καὶ ὁ πρὸ αὐτοῦ Στέφανος Γεώργιός τε ὁ ἐν Λαοδικείᾳ καὶ ὁ γενόμενος ἐν Τριπόλει Θεοδόσιος Εὐδόξιός τε ὁ ἐν Γερμανικείᾳ καὶ Εὐστάθιος ὁ νῦν ἐν Σεβαστείᾳ. 5.1 Ἆρ' οὖν μέχρι τούτων ἔστησαν; οὐχί· καὶ γὰρ καὶ Εὐτρόπιος ὁ ἐν Ἀδριανουπόλει γενόμενος ἐπίσκοπος, ἀνὴρ ἀγαθὸς καὶ ἐν πᾶσι τέλειος, ἐπειδὴ πολλάκις τὸν Εὐσέβιον ἤλεγξε τοῖς τε διοδεύουσι συνεβούλευε μὴ πείθεσθαι τοῖς ἀσεβέσιν Εὐσεβίου ῥήμασι, τὰ αὐτὰ τῷ Εὐσταθίῳ πάσχει καὶ τῆς πόλεως καὶ τῆς ἐκκλησίας ἐκβάλλεται. Βασιλίνα γὰρ 5.2 ἦν ἡ πάνυ κατ' αὐτοῦ σπουδάζουσα. Εὐφρατίων γὰρ ὁ ἐν Βαλανέαις καὶ Κυμάτιος ὁ ἐν Παλτῷ καὶ Καρτέριος [ἕτερος] ὁ ἐν Ἀνταράδῳ καὶ ὁ ἐν Γάζῃ Ἀσκληπᾶς καὶ Κῦρος ὁ ἐν Βεροίᾳ τῆς Συρίας καὶ ∆ιόδωρος ὁ ἐν Ἀσίᾳ καὶ ∆ομνίων ὁ ἐν Σιρμίῳ καὶ Ἑλλανικὸς ὁ ἐν Τριπόλει μόνον ἐγνώσθησαν μισοῦντες τὴν αἵρεσιν, καὶ τοὺς μὲν μετὰ προφάσεως, τοὺς δὲ χωρὶς ταύτης βασιλικοῖς γράμμασι μεταστήσαντες τῆς τε πόλεως ἐκβαλόντες ἑτέρους ἀντ' αὐτῶν, οὓς ἐγίνωσκον ἀσεβοῦντας, εἰς τὰς ἐκείνων ἐκκλησίας κατέστησαν. 6.1 Καὶ περὶ Μαρκέλλου τοῦ τῆς Γαλατίας ἐπισκόπου περιττὸν ἴσως ἐστὶ λέγειν, πάντες γὰρ ἔγνωσαν, ὡς πρότερον ἐγκαλούμενοι παρ' αὐτοῦ οἱ περὶ Εὐσέβιον ἀσεβείας ἀντενεκά 6.2 λεσαν αὐτῷ καὶ αὐτοὶ καὶ πεποιήκασιν ἐξορισθῆναι τὸν γέροντα. καὶ αὐτὸς μὲν ἀνελ θὼν εἰς τὴν Ῥώμην ἀπελογήσατο καὶ ἀπαιτούμενος παρ' αὐτῶν δέδωκεν ἔγγραφον τὴν ἑαυτοῦ πίστιν, ἣν καὶ ἡ κατὰ Σαρδικὴν σύνοδος ἀπεδέξατο, οἱ δὲ περὶ Εὐσέβιον οὔτε ἀπελογήσαντο οὔτε ἐλεγχόμενοι ἐξ ὧν ἔγραψαν ἀσεβεῖς, ἐνετράπησαν, ἀλλὰ καὶ μᾶλλον ἐθρασύνοντο κατὰ πάντων· εἶχον γὰρ τὴν πρὸς βασιλέα παρὰ τῶν γυναικῶν σύστασιν καὶ πᾶσιν ἦσαν φοβεροί. 7.1 Περὶ δὲ Παύλου τοῦ τῆς Κωνσταντινουπόλεως ἐπισκόπου νομίζω μηδένα ἀγνοεῖν. ὅσῳ γὰρ ἐπιφανὴς ἡ πόλις, τοσούτῳ καὶ τὸ γενόμενον οὐ κέκρυπται. καὶ κατὰ τούτου τοίνυν πρόφασις ἐπλάσθη. καὶ γὰρ ὁ κατηγορήσας αὐτοῦ Μακεδόνιος ὁ νῦν ἐπίσκοπος ἀντ' αὐτοῦ γενόμενος παρόντων ἡμῶν κατὰ τὴν κατηγορίαν κεκοινώνηκεν αὐτῷ καὶ πρεσ 7.2 βύτερος ἦν ὑπ' αὐτὸν τὸν Παῦλον. καὶ

2