Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους, ὁπότε 81.8 φόβος ἦν αὐταῖς μείζων τοῦ θανάτου τὸ κἂν ὅλως ἅπτεσθαί τινας αὐτῶν. καὶ ὁ μὲν ἐπίσκοπος ἐκάθητο ἐπὶ τοῦ θρόνου προτρέπων πάντας εὔχεσθαι, ὁ δὲ δοὺξ ἐστρατήγει ἔχων μεθ' ἑαυτοῦ καὶ Ἱλάριον τὸν νοτάριον ἐνεργοῦντα τοιαῦτα, οἷα καὶ τὸ τέλος ἔδειξεν. ὁ μὲν γὰρ ἐπίσκοπος ἑλκόμενος παρ' ὀλίγον διεσπάσθη. παραλυθεὶς γοῦν μεγάλως καὶ ὡς νεκρὸς γενόμενος, οὐκ οἴδαμεν, ποῦ γέγονεν ἀφανὴς παρ' αὐτῶν· ἀποκτεῖναι γὰρ αὐτὸν 81.9 ἐσπούδαζον. οἱ δὲ ὡς εἶδον πολλοὺς ἀποθανόντας, προσέταττον τοῖς στρατιώταις ἀφανῆ τὰ σώματα καταστῆσαι τῶν τετελευτηκότων. αἱ δὲ καταλειφθεῖσαι νεκραὶ ἁγιώταται παρθένοι ἐτάφησαν ἐν τοῖς μνήμασιν ἔχουσαι καύχημα, ὅτι ἐν τοῖς καιροῖς τοῦ εὐσεβεστάτου Κωνσταντίου γεγόνασι μάρτυρες. διάκονοι δὲ ἐν αὐτῷ τῷ κυριακῷ κατεκόπ τοντο πληγαῖς καὶ συνεκλείοντο. οὐκ ἄχρι δὲ τούτων ἔστη τὸ πρᾶγμα· ἀλλὰ γὰρ μετὰ τὸ ταῦτα γενέσθαι ὁ βουλόμενος λοιπὸν ἣν ἠβούλετο θύραν κατεάσσων ἤνοιγε καὶ ἠρεύνα καὶ ἥρπαζε τὰ ἔνδον, καὶ εἰς τοιούτους τόπους εἰσήρχοντο, εἰς οὓς οὐδὲ πᾶσι τοῖς Χριστια81.10 νοῖς ἔξεστιν εἰσελθεῖν. οἶδε ταῦτα καὶ ὁ στρατηγὸς τῆς πόλεως Γοργόνιος· ἐκεῖ γὰρ ἦν. οὐ μικρὸς γὰρ ἔλεγχος τῆς τοιαύτης πολεμικῆς ἐφόδου τὸ ἐν τῷ κυριακῷ καταλιπεῖν τὰ παρὰ τῶν εἰσελθόντων ὅπλα καὶ βέλη καὶ ξίφη· μέχρι γὰρ νῦν ἐκρεμάσθη ἐν τῇ ἐκκλησίᾳ, ἵνα μηδὲ ἀρνήσασθαι δυνηθῶσι. καὶ γὰρ πολλάκις ἀπέστειλε τὸν τῆς τάξεως ∆υνάμιον καὶ 81.11 τὸν στρατηγὸν θέλων αὐτὰ ἆραι· καὶ τέως οὐ συνεχωρήσαμεν, ἕως πᾶσι γνωσθῇ. εἰ μὲν οὖν πρόσταγμά ἐστι διώκεσθαι ἡμᾶς, ἕτοιμοι πάντες μαρτυρῆσαι, εἰ δὲ μὴ ἔστι τοῦ Αὐγούστου πρόσταγμα, ἀξιοῦμεν τὸν ἔπαρχον τῆς Αἰγύπτου Μάξιμον καὶ τοὺς πολι81.12 τευτὰς πάντας ἀξιῶσαι αὐτὸν μηκέτι τοιαῦτα ἐπιχειρῆσαι. ἀξιοῦμεν δὲ καὶ ταύτην ἡμῶν τὴν δέησιν ἀνενεχθῆναι, ἵνα μὴ ἄλλον τινὰ ἐπίσκοπον ἐπιχειρήσωσιν εἰσαγαγεῖν ὧδε. μέχρι γὰρ θανάτου ἑστήκαμεν αὐτὸν ἐπιθυμοῦντες τὸν αἰδεσιμώτατον Ἀθανάσιον, ὃν ἐξ ἀρχῆς ὁ θεὸς ἡμῖν δέδωκε κατὰ διαδοχὴν τῶν πατέρων ἡμῶν, ὃν καὶ αὐτὸς ὁ εὐσε81.13 βέστατος Αὔγουστος Κωνστάντιος μετὰ γραμμάτων καὶ ὅρκων ἀπέστειλε. πιστεύομεν γάρ, ὅτι, ἐὰν μάθῃ ἡ εὐσέβεια αὐτοῦ, ἀγανακτήσει μὲν ἐπὶ τοῖς γενομένοις, οὐδὲν δὲ παρὰ τοὺς ὅρκους ποιήσει, ἀλλὰ καὶ πάλιν κελεύσει τὸν ἐπίσκοπον ἡμῶν Ἀθανάσιον μένειν μεθ' ἡμῶν. 81.14 Τοῖς μετὰ τὴν ὑπατείαν Ἀρβαιθίωνος καὶ Κολλιανοῦ τῶν λαμπροτάτων ἀποδειχθησομένοις ὑπάτοις Μεχιρ ιζʹ, ἥτις ἐστὶ τῇ πρὸ μιᾶς εἰδῶν Φευρουαρίων. (Ἡ μὲν προγεγραμμένη πρὸς τοὺς ἁπανταχοῦ μοναχοὺς ἐπιστολὴ τελευτᾷ εἰς τὰ γεγενημένα ἐν Ἀλεξανδρείᾳ ἐπὶ τῇ χειροτονίᾳ Γεωργίου τοῦ Καππάδοκος ἀπὸ ὑποδεκτῶν τοῦ Ἀρειανοῦ, ἡ δὲ ἑξῆς ἐπιστολὴ περὶ τῶν ἐν τῇ Ἀριμίνῳ καὶ ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας γεγενημένων συνόδων διηγουμένη τὸν προειρημένον Γεώργιον ἐν τῇ Σελευκείᾳ καθῃρῆσθαί φησιν. ὥστε καλῶς πρώτη τέτακται ἡ πρὸς τοὺς μοναχοὺς ἐν τῷ ἀντιγράφῳ δευτέρα κειμένη.)

34