Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν κατελείφθησαν νῦν ἄγραφοι.) Ἑτέρα ἐπιστολή Νικητὴς Κωνστάντιος Αὔγουστος Νεστορίῳ ἐπάρχῳ Αἰγύπτου. Φανερόν ἐστι πρὸ τούτου πρόσταξιν ἡμετέραν γεγενῆσθαι, ὥστε κατὰ τῆς ὑπο λήψεως Ἀθανασίου τοῦ αἰδεσιμωτάτου ἐπισκόπου γράμματά τινα εὑρίσκεσθαι, ταῦτά τε συνέστηκεν ἐν τῇ τάξει τῆς σῆς καθοσιώσεως εἶναι. βουλόμεθα τοιγαροῦν, ἵνα ἡ δεδοκιμασμένη ἡμῖν νηφαλιότης σου πάσας τὰς ἐπιστολὰς ὅσας ἂν περὶ τοῦ ὀνόματος τοῦ προειρημένου γενομένας ἐν τῇ ὑπὸ σὲ τάξει ἀκολούθως τῇ ἡμετέρᾳ ταύτῃ κελεύσει εἰς τὸ ἡμέτερον κομητάτον ἀποστείλῃ. 24.1 Ἃ δὲ καὶ μετὰ θάνατον τοῦ μακαρίου Κώνσταντος ἔγραψεν, ἔστι ταῦτα, Ῥωμαιστὶ μὲν γραφέντα, ἑρμηνευθέντα δὲ Ἑλληνιστί· 24.2ν Νικητὴς Κωνστάντιος Αὔγουστος Ἀθανασίῳ. Εὐχὴν ἀεί μοι ταύτην γεγενῆσθαι, ὥστε πάντα καταθυμίως ἀποβαίνειν τῷ ποτέ μου ἀδελφῷ Κώνσταντι, οὐδὲ τὴν σὴν σύνεσιν ἔλαθεν· ἐν ὅσῃ τε λύπῃ διετέθην μαθὼν τοῦτον ἀνῃρῆσθαι παρά τινων ἀνοσιωτάτων, στοχάζεσθαι πάλιν δύναται ἡ σὴ φρόνησις. 24.3 ἐπεὶ οὖν τινές εἰσιν οἱ ἐν τῷ παρόντι καιρῷ, τῷ οὕτω πενθικῷ, πειρώμενοί σε ἐκφοβεῖν, διὰ τοῦτο ταῦτα πρὸς τὴν σὴν στερρότητα δοθῆναι τὰ γράμματα ἐδικαίωσα προτρε πόμενός σε, ἵνα, ὡς πρέπει ἐπίσκοπον, τοὺς λαοὺς τὰ ὀφειλόμενα τῇ θείᾳ θρησκείᾳ διδάσκῃς καὶ μετ' αὐτῶν συνήθως εὐχαῖς σχολάζῃς καὶ μὴ ματαίοις θρύλοις, εἴτινες ἂν 24.4 γένοιντο, πιστεύσῃς. ἡμῖν γὰρ τοῦτο ἐν τῇ ψυχῇ πέπηγεν, ὥστε σε ἀκολούθως τῇ ἡμετέρᾳ προαιρέσει διαπαντὸς ἐν τῷ τόπῳ σου θέλειν ἐπίσκοπον εἶναι. ἡ θεία πρό νοια πολλοῖς ἔτεσί σε διατηροίη, γονεῦ προσφιλέστατε. 25.1 Τούτων οὕτω πραχθέντων οὕτω τε συνταξαμένων καὶ τῆς ὁδοῦ λοιπὸν ἐπιβάντων οἱ μὲν φίλοι φίλον ὁρῶντες ἔχαιρον, τῶν δὲ ἄλλων οἱ μὲν ἐδυσωποῦντο βλέποντες αὐτόν, οἱ δὲ καὶ παρρησίαν οὐκ ἔχοντες ἐκρύπτοντο, οἱ δὲ καὶ μετεγίνωσκον ἐφ' οἷς ἔγραψαν 25.2 κατὰ τοῦ ἐπισκόπου. πάντες γοῦν οἱ ἀπὸ Παλαιστίνης ἐπίσκοποι χωρὶς δύο που ἢ τριῶν καὶ αὐτῶν ὑπόπτων τυγχανόντων οὕτω τὸν Ἀθανάσιον ὑπεδέξαντο καὶ τὴν πρὸς αὐτὸν ἠσπάσαντο κοινωνίαν, ὡς καὶ γράψαι καὶ ἀπολογήσασθαι, ὅτι, ἃ 25.3 πρότερον ἔγραψαν, οὐ κατὰ προαίρεσιν, ἀλλὰ βιαζόμενοι πεποιήκασι. περὶ γὰρ τῶν ἐν Αἰγύπτῳ καὶ ταῖς Λιβύαις ἐπισκόπων καὶ τῶν ἐν αὐταῖς καὶ τῶν ἐν Ἀλεξανδρείᾳ λαῶν περιττόν ἐστι καὶ λέγειν, πάντων συντρεχόντων καὶ ἀνεκλάλητον ἐχόντων τὴν χαράν, οὐχ ὅτι μόνον τοὺς ἰδίους παρ' ἐλπίδα ζῶντας ἀπελάμβανον, ἀλλ' ὅτι καὶ τῶν αἱρετικῶν ὡς τυράννων καὶ λυττώντων κυνῶν ἀπηλλάττοντο. μεγάλη γοῦν ἦν εὐφρο 25.4 σύνη τῶν λαῶν ἐν ταῖς συνάξεσι παροξυνόντων ἀλλήλους εἰς ἀρετήν. πόσαι τῶν ἀγάμων πρότερον οὖσαι πρὸς γάμον ἕτοιμοι ἔμειναν παρθένοι τῷ Χριστῷ· πόσοι νεώ τεροι βλέποντες ἑτέρους τὸν μονήρη βίον ἠγάπησαν· πόσοι πατέρες προέτρεπον τέκνα· πόσοι δὲ καὶ παρὰ τέκνων ἠξιώθησαν, μὴ ἐμποδίζεσθαι τῆς ἐν Χριστῷ ἀσκήσεως· πόσαι γυναῖκες ἔπεισαν ἄνδρας, πόσαι δὲ καὶ παρὰ ἀνδρῶν ἐπείσθησαν «σχολάζειν τῇ προσευχῇ», ὡς εἶπεν ὁ ἀπόστολος· πόσαι χῆραι, πόσοι δὲ καὶ ὀρφανοὶ τὸ πρότερον πεινῶντες καὶ γυμνοὶ τυγχάνοντες ἐκ πολλῆς τῆς τῶν λαῶν προθυμίας οὔτε λοιπὸν ἐπείνων, 25.5 ἀλλὰ καὶ ἐνδεδυμένοι προήρχοντο. καὶ ὅλως τοσαύτη ἦν ἅμιλλα περὶ ἀρετήν, ὡς ἑκάστην οἰκίαν καὶ οἶκον ἑκάστου νομίζειν ἐκκλησίαν εἶναι διὰ τὴν τῶν ἐνοικούντων φιλοκαλίαν τε καὶ τὴν πρὸς τὸν θεὸν εὐχήν. εἰρήνη τε ἦν ἐν ταῖς ἐκκλησίαις βαθεῖα καὶ θαυμαστὴ γραφόντων τῶν πανταχόθεν ἐπισκόπων καὶ δεχομένων παρὰ Ἀθανασίου τὰ συνήθη τῆς εἰρήνης γράμματα. 26.1 Καὶ γὰρ καὶ Οὐρσάκιος καὶ Οὐάλης ὥσπερ ὑπὸ τοῦ συνειδότος μαστιζόμενοι μετ έγνωσαν καὶ γράφουσι μὲν αὐτῷ τῷ ἐπισκόπῳ φιλικὴν καὶ εἰρηνικὴν ἐπιστολήν, καίτοι μὴ

9