Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορνικὸν ἀπήχησεν ὁ ἄθλιος. εἶτα ἀναστὰς ἐβιάζετο τὸν θρόνον ἀποσπᾶν καὶ πρὸς ἑαυτὸν ἕλκειν, ἠγνόει δὲ καθ' ἑαυτοῦ τὴν δίκην ἐπισπώμενος. 57.3 ὡς γὰρ οἱ τότε τὴν Ἄζωτον κατοικοῦντες τολμήσαντες ἅψασθαι τῆς κιβωτοῦ, ᾗ κἂν προσβλέψαι θέμις οὐκ ἦν αὐτοῖς, παρ' αὐτῆς εὐθὺς ἀπώλλυντο πρότερον διαφθειρόμενοι ταῖς βασάνοις τὰς ἕδρας, οὕτως καὶ οὗτος ὁ ἄθλιος μόνον ἐτόλμησεν ἕλκειν καί, ὅπερ εἷλκεν εἰς ἑαυτὸν ἐπεσπάσατο, καὶ ὡς ἀντιπεμπούσης τῆς δίκης τὸ ξύλον ἐν αὐτῷ τὴν ἰδίαν κοιλίαν ἔπληξε, καὶ ἀντὶ τοῦ θρόνου τῇ πληγῇ τὰ ἴδια ἐξήνεγκεν ἔντερα, καὶ μᾶλλον ὁ θρόνος 57.4 ἐκείνου τὸ ζῆν ἀπέσπασεν ἢ αὐτὸς ἀπεσπάσθη παρ' ἐκείνου. ἐξεχύθη γοῦν, ὡς γέγραπται κατὰ τὸν Ἰούδαν, τοῖς σπλάγχνοις καὶ καταπεσὼν ἐβαστάχθη καὶ μετὰ μίαν ἡμέραν ἀπώλετο. καὶ ἕτερος δὲ μετὰ θαλλῶν εἰσελθὼν καὶ ὡς Ἕλλην κινῶν αὐτὰ τῇ χειρὶ καὶ χλευάζων εὐθὺς ἐσκοτώθη καὶ οὐκ ἔβλεπεν οὐδὲ ἐγίνωσκεν ἔτι λοιπόν, ὅποι γῆς ἐτύγχανε· μέλλων τε καὶ αὐτὸς καταπίπτειν χειραγωγούμενος ὑπὸ τῶν συνόντων καὶ ὑποβαστα ζόμενος ἐξήρχετο καὶ αὐτός, μόγις μεθ' ἡμέραν διανήψας καὶ οὐ γινώσκων, οὔτε τί πεποίηκεν οὔτε τί πέπονθεν ὁ τολμηρός. 58.1 Ταῦτα βλέποντες Ἕλληνες μὲν ἐφοβήθησαν καὶ οὐδὲν πλέον ἐτόλμησαν, Ἀρειανοὶ δὲ οὐδὲ οὕτως ᾐσχύνθησαν, ἀλλ' ὡς Ἰουδαῖοι σημεῖα βλέποντες οὐκ ἐπίστευον οἱ ἄπιστοι. μᾶλλον γὰρ ἐσκληρύνοντο κατὰ τὸν Φαραὼ τὰς ἐλπίδας ἔχοντες καὶ αὐτοὶ κάτω που 58.2 κειμένας ἐν τῷ βασιλεῖ καὶ ἐν τοῖς εὐνούχοις αὐτοῦ. τοὺς μὲν οὖν Ἕλληνας, μᾶλλον δὲ τῶν Ἑλλήνων τοὺς ἐκβλητοτέρους τὰ προειρημένα ποιεῖν ἐπέτρεπον· εἶχον γὰρ τὸν ὑπο κρινόμενον αὐτοῖς τὰ τοιαῦτα καὶ παροξύνοντα τοὺς Ἕλληνας Φαυστῖνον, τὸν καθολικὸν μὲν λεγόμενον, ἀγοραῖον δὲ τὸν τρόπον καὶ ἀσελγῆ τὴν ψυχήν. αὐτοὶ δὲ τὰ ὅμοια τού τοις ἀνεδέξαντο δι' ἑαυτῶν ποιεῖν, ἵν', ὥσπερ τὴν αἵρεσιν ἀπὸ τῶν ἄλλων αἱρέσεων 58.3 ἀπεμάξαντο, οὕτω καὶ τὴν πονηρίαν μετὰ τῶν ἀσελγεστέρων ἔχωσι μεμερισμένην. τὰ μὲν οὖν ἄλλα δι' ἐκείνων, καθὰ προεῖπον, ἔπραττον, ἃ δὲ δι' ἑαυτῶν ἐπλημμέλουν, πῶς οὐ πᾶσαν ὑπερβάλλει πονηρίαν καὶ παντὸς δημίου νικᾷ κακίαν; ποῖον γὰρ οἶκον οὐκ ἐπόρθη σαν; ποίαν οἰκίαν προφάσει τοῦ ἐρευνᾶν οὐ διήρπασαν; ποῖον κῆπον οὐ κατεπάτησαν καὶ τάφον οὐκ ἐπήνοιξαν; πρόφασιν μὲν ὡς Ἀθανάσιον ἐπιζητοῦντες προβαλλόμενοι, τὸ δ' ὅλον ἦν αὐτοῖς σπουδαζόμενον διαρπάζειν καὶ σκυλεύειν τοὺς ἀπαντῶντας. πόσων ἐπεσφραγίσθησαν οἶκοι; πόσων τὰ ἐν ταῖς ξενίαις ἐκδεδώκασι τοῖς ὑπουργοῦσιν αὐτοῖς στρατιώταις; τίς τούτων ἀπείρατος τῆς κακίας γέγονε; τίς τούτοις ἀπαντήσας οὐκ ἐκρύβη κατὰ τὴν ἀγοράν; τίς διὰ τούτους οὐ καταλείψας τὴν οἰκίαν ἐπὶ τῆς ἐρημίας διῆγε τὴν 58.4 νύκτα; τίς τούτων χάριν φυλάξαι τὰ ἴδια σπεύδων οὐκ ἀπώλεσε τὰ πλεῖστα; τίς ἄπειρος θαλάττης οὐ μᾶλλον εἵλετο ταύτην καὶ τῶν ταύτης κινδύνων πεῖραν λαβεῖν ἢ τούτους ὁρᾶν ἀπειλοῦντας; πολλοὶ καὶ οἴκους μετῆλθον καὶ μετέστησαν ἀπὸ λαύρας εἰς λαῦραν καὶ ἀπὸ τῆς πόλεως εἰς τὰ προάστεια. πόσοι τε ζημίας πόσας ὑπέστησαν καὶ μὴ ἔχοντες ἐδανείσαντο παρ' ἑτέρων, ἵνα μόνον τὰς ἐπιβουλὰς τούτων ἐκφύγωσι; 59.1 Πᾶσι γὰρ φοβεροὺς ἑαυτοὺς ἐδείκνυον καὶ πρὸς πάντας ἠλαζονεύοντο, βασιλέα πᾶσιν ὀνομάζοντες καὶ ἀπειλοῦντες μὲν τὸν ἐκείνου φόβον, ἔχοντες δὲ ὑπουργοὺς εἰς τὴν πονηρίαν τὸν δοῦκα Σεβαστιανόν, Μανιχαῖον ὄντα καὶ ἀσελγῆ νεώτερον, καὶ τὸν ἔπαρχον καὶ 59.2 τὸν κόμητα καὶ ὑποκριτὴν τὸν καθολικόν. πολλὰς γοῦν παρθένους καταγνούσας αὐ τῶν τῆς ἀσεβείας καὶ τὴν ἀλήθειαν ἐπιγνούσας κατήνεγκαν ἀπὸ τῶν οἰκιῶν καὶ ἄλλας περι πατούσας ὕβριζον καὶ ἐποίουν ὑπὸ τῶν παρ' αὐτοῖς νεωτέρων γυμνοῦσθαι τὰς κεφαλὰς 59.3 αὐτῶν·

23