Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτω δὲ τοῦτον ὄντα τοιοῦτον οἰκτείρειεν ἄν τις μᾶλλον δικαίως, ὅτι μετ' ἐλευθέρου σχήματος καὶ ὀνόματος δοῦλός ἐστι τῶν ἑλκόντων αὐτὸν πρὸς τὴν ἰδίαν ἡδονὴν τῆς ἀσεβείας. ἀμέλει τὸ ἀνόητον καὶ κέπφον, ὡς εἶπεν ἡ γραφή, καθηκεύειν θέλων ἄλλοις ἑαυτὸν εἰς καταδίκην τῇ μελλούσῃ κρίσει τοῦ πυρὸς παρανάλωμα δέδωκεν. ἤδη πράττων, ἃ θέλουσιν ἐκεῖνοι, καὶ προπίνων αὐτοῖς τήν τε κατὰ τῶν ἐπισκόπων ἐπιβουλὴν καὶ 70.3 τὴν τῶν ἐκκλησιῶν ἐξουσίαν. ἰδοὺ γὰρ καὶ νῦν πάλιν ἐτάραξε τὰς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας καὶ τὰς ἐν Αἰγύπτῳ καὶ Λιβύαις πάσας, καὶ φανερῶς προσέταξε τοὺς μὲν τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς εὐσεβείας ἐπισκόπους ἐκβάλλεσθαι τῶν ἐκκλησιῶν, τοῖς 70.4 δὲ τὰ Ἀρείου φρονοῦσι πάσας αὐτὰς παραδίδοσθαι. τοῦτό τε ποιεῖν ὁ στρατηλάτης ἤρξατο. καὶ λοιπὸν ἐπίσκοποι δέσμιοι πρεσβύτεροί τε καὶ μονάζοντες σεσιδηρωμένοι καὶ πληγαῖς κατακοπέντες ἴσα θανάτῳ παρεπέμφθησαν πάντα τε κατὰ τόπον τετά ρακται· καὶ ἡ Αἴγυπτος καὶ Λιβύη πᾶσα κινδυνεύει τῶν λαῶν δυσανασχετούντων ἐπὶ τῷ παρανόμῳ προστάγματι τούτῳ καὶ βλεπόντων τὴν τοῦ ἀντιχρίστου παρα σκευὴν καὶ τὰ ἴδια ἀπ' αὐτῶν μὲν ἁρπαζόμενα, τοῖς δὲ αἱρετικοῖς ἐκδιδόμενα ταῦτα. 71.1 Πότε οὖν ἠκούσθη τοσαύτη παρανομία; πότε τι τοιοῦτον κἂν ἐν διωγμῷ γέγονε κακόν; Ἕλληνες γεγόνασιν οἱ πρότερον διώξαντες, ἀλλ' οὐκ εἰς τὰς ἐκκλησίας εἰσήνεγκαν τὰ εἴδωλα. Ἰουδαία ἦν Ζηνοβία καὶ Παύλου προέστη τοῦ Σαμοσατέως, ἀλλ' οὐ δέδωκε τὰς ἐκκλησίας τοῖς Ἰουδαίοις εἰς συναγωγάς. καινόν ἐστι τοῦτο μύσος· οὐκ ἔστιν ἁπλῶς διωγμός, ἀλλὰ διωγμοῦ μὲν πλέον, προοίμιον δὲ καὶ παρασκευὴ τοῦ ἀντιχρίστου. 71.2 ἔστω γὰρ καὶ κατὰ Ἀθανασίου καὶ κατὰ τῶν ἄλλων ἐπισκόπων, οὓς ἐξώρισαν, προ φάσεις ἐπλάσαντο ψευδεῖς, τί πρὸς τὸ καινὸν ἐπιτήδευμα τοῦτο; ποίαν ἄρα πρόφασιν ἔχουσι κατὰ πάσης τῆς Αἰγύπτου καὶ Λιβύης καὶ Πενταπόλεως εἰπεῖν; οὐδὲ γὰρ καθ' ἕκαστον ἐπιβουλεύειν ἤρξαντο, ἵνα κἂν ψεύσασθαι δυνηθῶσιν, ἀλλ' ἀθρόως πᾶσιν 71.3 ἐπέθεντο, ἵνα, κἂν θέλωσι πλάσασθαι, καταγνωσθῶσιν. ἐτύφλωσε γοῦν αὐτῶν ἐν τούτοις τὴν διάνοιαν ἡ κακία, καὶ πάντας ἁπλῶς τοὺς ἐπισκόπους ἀπροφασίστως ἠξίωσαν ἐκβάλλεσθαι, ἵνα δείξωσιν ὅτι κατὰ Ἀθανασίου καὶ κατὰ τῶν ἄλλων ἐπισκόπων οὓς ἐξώρισαν προφάσεις ἐπλάσαντο ψευδεῖς δι' οὐδὲν ἕτερον ἢ διὰ τὴν μιαρὰν αἵρεσιν τῶν χριστομάχων Ἀρειανῶν. τοῦτο γὰρ λοιπὸν οὐκέτι κέκρυπται, ἀλλὰ πᾶσι μάλιστα 71.4 νῦν γέγονε φανερόν. Ἀθανάσιον μὲν γὰρ προσέταξεν ἐκβάλλεσθαι τῆς πόλεως, ἐκείνοις δὲ παραδέδωκε τὰς ἐκκλησίας. καὶ οἱ μὲν πρεσβύτεροι καὶ οἱ διάκονοι οἱ μετ' αὐτοῦ ἀπὸ Πέτρου καὶ Ἀλεξάνδρου τυγχάνοντες ἐκβάλλονται καὶ φυγαδεύονται, οἱ δὲ ἀληθῶς Ἀρειανοὶ οἱ μὴ ἔξωθεν ἀληθῶς ὑπονοούμενοι, ἀλλ' οἱ ἐξ ἀρχῆς διὰ τὴν αἵρεσιν ἐκβληθέντες μετ' αὐτοῦ τοῦ Ἀρείου παρὰ Ἀλεξάνδρου τοῦ ἐπισκόπου, ἐν μὲν τῇ ἄνω Λιβύῃ Σεκοῦνδος, ἐν δὲ τῇ Ἀλεξανδρείᾳ Εὐζώιος ὁ Χαναναῖος καὶ Ἰούλιος καὶ Ἄμμων Μάρκος τε καὶ Εἰρηναῖος καὶ Ζώσιμος καὶ Σαραπίων ἐπίκλην Πελύκων καὶ ἐν Λιβύῃ Σισίννιος καὶ οἱ σὺν αὐτῷ νεώτεροι συνασεβοῦντες αὐτοῖς, οὗτοι τὰς ἐκκλησίας παρειλήφασιν. 72.1 Καὶ ὁ μὲν στρατηλάτης Σεβαστιανὸς ἔγραψε τοῖς κατὰ τόπον πραιποσίτοις καὶ στρατιωτικαῖς ἐξουσίαις, καὶ οἱ μὲν ἀληθῶς ἐπίσκοποι ἐδιώχθησαν, οἱ δὲ τὰ τῆς ἀσεβείας 72.2 φρονοῦντες ἀντ' ἐκείνων εἰσήχθησαν. καὶ ἐξώρισαν μὲν ἐπισκόπους γηράσαντας ἐν τῷ κλήρῳ καὶ πολυετεῖς ἐν τῇ ἐπισκοπῇ ἀπὸ Ἀλεξάνδρου ὄντας τοῦ ἐπισκόπου, Ἀμμώνιον μὲν καὶ Ἑρμῆν καὶ Ἀνάγαμφον καὶ Μάρκον εἰς τὴν ἄνω Ὤασιν, Μοῦιν δὲ καὶ Ψενόσιριν καὶ Νειλάμμωνα καὶ Πλήνην καὶ Μάρκον καὶ Ἀθηνόδωρον εἰς τὴν Ἀμμωνιακὴν72.3 δι' οὐδὲν ἕτερον, ἢ ἵνα διὰ τῶν ἐρήμων διερχόμενοι τελευτήσωσι.

28