Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον, πῶς καὶ αἱ ἕτεραι ἐκκλησίαι κατὰ 38.3 πόλιν ἐπορθήθησαν παρ' αὐτῶν. εὐνοῦχοι δὲ ἦσαν οἱ καὶ ταῦτα καὶ τὰ κατὰ πάντων κινοῦντες. καὶ τὸ παράδοξον τῆς ἐπιβουλῆς τοῦτό ἐστιν, ὅτι ἡ ἀρειανὴ αἵρεσις ἀρνουμένη τὸν υἱὸν τοῦ θεοῦ ἐξ εὐνούχων ἔχει τὴν βοήθειαν, οἵτινες ὡς τῇ φύσει οὕτως καὶ τὴν ψυχὴν 38.4 ἀρετῆς ἄγονοι τυγχάνοντες οὐ φέρουσιν ἀκούειν ὅλως περὶ υἱοῦ. ὁ μὲν οὖν ἐκ τῆς Αἰθιοπίας εὐνοῦχος μὴ νοῶν ἃ ἀνεγίνωσκεν ἐπείσθη τῷ Φιλίππῳ διδάσκοντι περὶ τοῦ σωτῆρος, οἱ δὲ τοῦ Κωνσταντίου σπάδοντες οὔτε τοῦ Πέτρου ὁμολογοῦντος ἀνέχονται, ἀλλὰ καὶ τὸν πατέρα δεικνύντα τὸν υἱὸν ἀποστρέφονται καὶ μαίνονται κατὰ τῶν λεγόν των γνήσιον εἶναι τὸν υἱὸν τοῦ θεοῦ ἐκδικοῦντες σπαδόντων αἵρεσιν, μηδὲν εἶναι γνήσιον 38.5 καὶ ἀληθινὸν ἐκ τοῦ πατρός. διὰ τοῦτο γὰρ καὶ ὁ νόμος εἴργει τούτους εἰς ἐκκλη σιαστικὴν συμβουλίαν προσλαμβάνεσθαι, καὶ ὅμως τούτους νῦν τῶν ἐκκλησιαστικῶν κρι μάτων κυρίους ἐλογίσατο, καὶ ὅπερ ἂν αὐτοῖς δόξῃ, τοῦτο Κωνστάντιος κρίνει καὶ οἱ λεγόμενοι ἐπίσκοποι ὑποκρίνονται. ὦ τίς ἂν γένοιτο τούτων λογογράφος; τίς ἀπαγγείλαι ταῦτα εἰς γενεὰν ἑτέραν; τίς ἄρα πιστεύσειεν ἀκούων ὅτι σπάδοντες οἱ οἰκειακὰς ὑπηρεσίας μόγις πιστευόμενοι (φιλήδονον γὰρ τὸ τούτων εἶδος, καὶ οὐδὲν ἄλλο μεριμνῶσιν ὡς τοῦθ', ὅπερ αὐτοὺς ἡ φύσις ἀφείλατο, ἐμποδίζειν) οὗτοι νῦν τῶν ἐκκλησιαστικῶν κατάρ χουσι, καὶ τούτοις ὑποπίπτων Κωνστάντιος πᾶσιν ἐπεβούλευσε καὶ Λιβέριον ἐξώρισεν; 39.1 Ἐπειδὴ γὰρ πολὺς ἦν εἰς Ῥώμην γράφων, ἀπειλῶν, ἀποστέλλων, ἐπιβουλεύων, λοιπὸν δ' ἐγεγόνει καὶ ὁ κατὰ Ἀλεξάνδρειαν διωγμός. ἕλκεται καὶ Λιβέριος πρὸς βασι 39.2 λέα καὶ πολλῇ καὶ αὐτὸς κέχρηται τῇ παρρησίᾳ· «παῦσαι», λέγων, «διώκων Χριστιανούς· μὴ πείραζε δι' ἡμῶν εἰσάξαι τὴν ἀσέβειαν εἰς τὴν ἐκκλησίαν. πάντα ὑπομένειν ἐσμὲν ἕτοιμοι ἢ Ἀρειομανῖται κληθῆναι. Χριστιανοὺς ὄντας ἡμᾶς μὴ ἀνάγκαζε χριστομάχους 39.3 γενέσθαι. τοῦτο καὶ σοὶ συμβουλεύομεν· μὴ μάχου πρὸς τὸν δεδωκότα σοι τὴν ἀρχὴν ταύτην· μὴ ἀντ' εὐχαριστίας ἀσεβήσῃς εἰς αὐτόν· μὴ δίωκε τοὺς πιστεύοντας εἰς αὐτόν· μὴ ἀκούσῃς καὶ σύ·» σκληρόν σοι πρὸς κέντρα λακτίζειν «. ἀλλ' εἴθε κἂν ἀκούσῃς, ἵνα καὶ 39.4 σὺ πεισθῇς ὡς ὁ ἅγιος Παῦλος. ἰδοὺ πάρεσμεν, ἤλθομεν, πρὶν πλάσωνται πρόφασιν· διὰ τοῦτο γὰρ καὶ ἐσπεύσαμεν εἰδότες ὅτι ἐξορισμὸς ἡμᾶς μένει παρὰ σοῦ, ἵνα, πρὶν προ φάσεως πάθωμεν, καὶ πᾶσι δειχθῇ φανερῶς ὅτι καὶ οἱ ἄλλοι πάντες οὕτω πεπόνθασιν ὡς ἡμεῖς καὶ αἱ λεχθεῖσαι κατ' αὐτῶν προφάσεις ἐπλάσθησαν παρὰ τῶν ἐχθρῶν καὶ πάντα τὰ κατ' αὐτούς ἐστι συκοφαντία καὶ ψευδῆ». 40.1 Οὕτω μὲν οὖν ὁ Λιβέριος τότε λέγων ἐθαυμάζετο παρὰ πάντων, ὁ δὲ ἀντὶ τοῦ ἀπο κρίνασθαι μόνον ἐκέλευσε καὶ ἐξώρισεν ἕκαστον διαστήσας, ὅπερ καὶ ἐπὶ τῶν προτέρων πεποίηκε. τοῦτον γὰρ ἐξορίζων τὸν τύπον αὐτὸς ἐποίησεν, ἵνα καὶ ἐν ταῖς τιμωρίαις ὠμό 40.2 τερος τῶν πρὸ αὐτοῦ τυράννων καὶ διωκτῶν γένηται. τῷ μὲν γὰρ προτέρῳ διωγμῷ κοινῇ καὶ πολλοὺς ἅμα κελεύων ὁ τότε Μαξιμιανὸς ἐξώριζεν ὁμολογητὰς καὶ τὴν τιμωρίαν ἐπεκούφιζε παραμυθούμενος αὐτοὺς τῇ συνουσίᾳ, οὗτος δὲ κἀκείνου γέγονεν ὠμότερος καὶ διέστησε τοὺς κοινῇ παρρησιασαμένους καὶ ὁμολογήσαντας καὶ διεχώρισε τοὺς συνδεθέντας τῇ πίστει, ἵνα καὶ ἀποθνήσκοντες ἀλλήλους μὴ βλέπωσι, νομίζων ὡς ὁ χωρισμὸς τοῦ σώματος πάντως καὶ τὴν τῆς ψυχῆς διάθεσιν διίστησιν ἢ χωρισθέντες ἀφ' ἑαυτῶν ἐπι λάθωνται τῆς ἀλλήλων ὁμοφροσύνης τε καὶ ὁμοψυχίας· οὐκ εἰδὼς ὅτι, κἂν ἕκαστος ἀπο μείνῃ, ἀλλ' ἔχει μεθ' ἑαυτοῦ πάλιν ὃν κοινῇ συνόντες ὡμολόγησαν κύριον, ὃς καὶ πλείους εἶναι ποιήσει μεθ' ἑκάστου (ὡς πεποίηκεν ἐπὶ Ἑλισσαίου τοῦ προφήτου) ἤπερ εἰσὶ

15