Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ ἐξο 65.3 ρισμοῦ γένηται καὶ λοιπὸν οἱ μὴ πειθόμενοι ταῖς ἀσεβείαις αὐτῶν ἀναιρῶνται. οὕτω γὰρ καὶ νῦν καταθρασυνόμενοι Σεκοῦνδος μὲν ὁ παγκάκιστος Πενταπολίτης καὶ ὁ τού του συνωμότης Στέφανος εἰδότες ὅτι, κἂν ἀδικῶσιν, ἔχουσι πρὸς ἀπολογίαν τὴν αἵρεσιν· ἐπειδὴ μὴ πειθόμενον αὐτοῖς ἐν Βάρκῃ πρεσβύτερον ἑωράκασι, Σεκοῦνδος δὲ ἐκαλεῖτο, (ὁμώνυμος μὲν οὐχ ὁμόπιστος δὲ τῷ αἱρετικῷ), ἀπέκτειναν λακτίσμασιν αὐτόν. καὶ ὁ μὲν ἀναιρούμενος ἐμιμεῖτο τὸν ἅγιον λέγων· «μηδείς με παρὰ δικασταῖς ἐκδικείτω· ἔχω τὸν ἐκδικοῦντά με κύριον, δι' ὃν καὶ ταῦτα πάσχω παρ' αὐτῶν», οἱ δὲ οὔτε λέγοντα ἠλέουν οὔτε τὰς ἡμέρας ἐδυσωποῦντο· ἐν αὐτῇ γὰρ τῇ τεσσαρακοστῇ λακτίζοντες ἀπέκ τειναν τὸν ἄνθρωπον. 66.1 Ὦ καινῆς αἱρέσεως ὅλον ἐνδυσαμένης τὸν διάβολον ἐν ἀσεβείᾳ καὶ πράξει. ἄρτι γὰρ πρῶτον ἐπενοήθη τοῦτο τὸ κακόν. εἰ δὲ καί τινες ἐδόκουν ποτὲ περὶ αὐτῆς λογίζεσθαι, 66.2 ἀλλ' ἔκρυπτον καὶ ἐλάνθανον ταῦτα φρονοῦντες. Εὐσέβιος δὲ καὶ Ἄρειος ὡς ὄφεις ἐξελθόντες ἀπὸ φωλεοῦ τὸν ἰὸν τῆς ἀσεβείας ταύτης ἐξήμεσαν. καὶ ὁ μὲν Ἄρειος τὴν τοῦ βλασφημεῖν ἐκ φανεροῦ τόλμην ἀνεδέξατο, ὁ δὲ Εὐσέβιος τὴν ταύτης προστασίαν. ἀλλ' οὐ πρότερον ἴσχυσε προστῆναι τῆς αἱρέσεως εἰ μή, καθὰ προεῖπον, βασιλέα εὗρε προστάτην 66.3 ταύτης. οἱ μὲν οὖν πατέρες ἡμῶν οἰκουμενικὴν σύνοδον πεποιήκασι καὶ τριακόσιοι πλεῖον ἢ ἔλαττον ἐπίσκοποι συνελθόντες κατέκριναν τὴν ἀρειανὴν αἵρεσιν καὶ ἀπεφήναντο πάντες ἀλλοτρίαν αὐτὴν καὶ ξένην τῆς ἐκκλησιαστικῆς πίστεως εἶναι, οἱ δὲ προστάται ταύτης ὁρῶντες ἑαυτοὺς λοιπὸν ἀσχημονοῦντας καὶ μηδὲν εὔλογον ἔχοντας ἄλλην ὁδὸν ἐπενόησαν καὶ διὰ τῆς ἔξωθεν ἐξουσίας ἐκδικεῖν ταύτην ἐπεχείρησαν· ἐφ' ᾧ μᾶλλον ἄν τις αὐτῶν θαυμάσειε τὸ καινὸν καὶ πονηρὸν ἐπιτήδευμα, καὶ πῶς ὑπερβάλλουσι τὰς ἄλλας 66.4 αἱρέσεις. τῶν μὲν γὰρ ἄλλων αἱρέσεων τὰ ἐφευρήματα ἐν πιθανότητι ῥημάτων ἔχει τὴν μανίαν πρὸς ἀπάτην τῶν ἀκεραίων. καὶ Ἕλληνες μέν, ὡς εἶπεν ὁ ἀπόστολος, ἐν ὑπερο χῇ καὶ πειθοῖ λόγων καὶ σοφίσμασι πιθανοῖς ἐπιχειροῦσιν, Ἰουδαῖοι δὲ ἀφέντες τὰς θείας γραφὰς λοιπόν, ὡς εἶπεν ὁ ἀπόστολος, «ἐν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις» ἔχουσι τὴν ἔριν. Μανιχαῖοι γὰρ καὶ Οὐαλεντῖνοι σὺν αὐτοῖς καὶ ἄλλοι καπηλεύοντες τὰς θείας γραφὰς 66.5 τοῖς ἑαυτῶν ἐπιπλάστοις λόγοις μυθολογοῦσιν. οἱ δὲ Ἀρειανοὶ τῶν μὲν ἄλλων αἱρέ 66.5 σεών εἰσι τολμηρότεροι καὶ μικροτέρας ἑαυτῶν ἀδελφὰς ἀπέδειξαν ἐκείνας πλέον αὐτῶν ἀσεβοῦντες, καθάπερ εἴρηται, καὶ πάντας, μάλιστα δὲ τοὺς Ἰουδαίους ζηλώσαντες ἐν πο νηρίᾳ. ὡς γὰρ ἐκεῖνοι μὴ δυνάμενοι τὸν Παῦλον ἐλέγξαι περὶ ὧν ἐπροφασίζοντο εὐθὺς ἤγαγον αὐτὸν πρὸς τὸν χιλίαρχον καὶ τὸν ἡγεμόνα, οὕτως οὗτοι καὶ πλέον ἐκείνων ἐπινο οῦντες τῇ ἐξουσίᾳ μόνῃ τῶν δικαστῶν κέχρηνται. καὶ μόνον τις αὐτοῖς ἀντείρηκεν, ἕλκεται πρὸς τὸν ἡγεμόνα ἢ τὸν στρατηλάτην. 67.1 Καὶ αἱ μὲν ἄλλαι αἱρέσεις ἐλεγχόμεναι ταῖς ἀποδείξεσιν ὑπ' αὐτῆς τῆς ἀληθείας σιωπῶσι μηδὲν πλέον ἢ ἐντρεπόμεναι τοῖς ἐλέγχοις, ἡ δὲ νέα καὶ μυσαρὰ τούτων αἵρεσις, ὅταν ἀνατραπῇ τοῖς λόγοις, ὅταν ὑπ' αὐτῆς τῆς ἀληθείας αἰσχυνθεῖσα πέσῃ, λοιπὸν οὓς μὴ δεδύνηται πεῖσαι λόγοις, τούτους τῇ βίᾳ καὶ πληγαῖς καὶ δεσμωτηρίοις ἕλκειν ἐπιχειρεῖ 67.2 γνωρίζουσα ἑαυτὴν καὶ οὕτως, ὡς πάντα μᾶλλόν ἐστιν ἢ θεοσεβής. θεοσεβείας μὲν γὰρ ἴδιον μὴ ἀναγκάζειν, ἀλλὰ πείθειν, ὥσπερ εἴπαμεν. καὶ γὰρ ὁ κύριος αὐτὸς οὐ βιαζόμενος, ἀλλὰ τῇ προαιρέσει διδοὺς ἔλεγε πᾶσι μέν· «εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν», τοῖς δὲ μαθηταῖς· 67.3 «μὴ καὶ ὑμεῖς θέλετε ἀπελθεῖν»; αὕτη παντελῶς ἀλλοτρία τῆς θεοσεβείας ἐστί. τί ποιεῖν αὐτὴν ἐχρῆν ἢ τἀναντία τοῦ σωτῆρος ὡς χριστομάχον ἡγεμόνα τῆς ἀσεβείας ἐπιγραφο μένην Κωνστάντιον ὡς

26