Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺς δὲ εὖ παθόντας ὡς παραβάτας ἔκρινον. 62.1 Τίς οὖν ἐπὶ τούτοις οὐκ ἐθαύμαζε; τίς οὐ κατηρᾶτο τὴν αἵρεσιν καὶ τοὺς ἐκδικοῦντας αὐτήν; τίς οὐκ ἐγίνωσκεν, ὅτι καὶ θηρίων ἀγριώτεροι τυγχάνουσιν οἱ Ἀρειανοί; οὐδὲ γὰρ οὐδὲ ὧν ἕνεκα ταῦτα ἐποίουν ἐκέρδαινον οἱ μιαροί, ἀλλὰ καὶ μᾶλλον τὸ καθ' ἑαυτῶν μῖσος παρὰ πᾶσιν ηὔξανον. ἐνόμιζον ἐξ ἐπιβουλῆς καὶ φόβου βιάζεσθαί τινας εἰς τὴν αἵρεσιν, 62.2 ὥστε καὶ συνάγεσθαι μετ' αὐτῶν. ἀπέβαινε δὲ αὐτοῖς τὰ ἐναντία. οἱ μὲν γὰρ πάσχοντες ὡς μαρτύριον ὑπέφερον τὰ παρ' ἐκείνων γιγνόμενα καὶ οὔτε προεδίδουν οὔτε ἠρνοῦντο τὴν εἰς Χριστὸν εὐσέβειαν, οἱ δὲ θεωροῦντες ἔξωθεν αὐτούς, λοιπὸν δὲ καὶ οἱ Ἕλληνες βλέ ποντες ὡς ἀντιχρίστους ὡς δημίους κατηρῶντο· φιλόπτωχον γὰρ καὶ συμπαθὲς τὸ τῶν ἀνθρώπων γένος. οὗτοι δὲ καὶ τὸν ἀνθρώπων λογισμὸν ἀπώλεσαν. καὶ οἱ πάσχοντες ἂν ηὔξαντο παρ' ἑτέρων εὖ παθεῖν, αὐτοὶ τοῦτο παθεῖν τοὺς ἄλλους οὐκ ἐπέτρεπον ἔχοντες τὴν τῶν δικαστῶν καὶ μάλιστα τὴν παρὰ τοῦ δουκὸς ἐπιτριβὴν καὶ ἐξουσίαν. 63.1 Ἃ γὰρ καὶ τοῖς πρεσβυτέροις καὶ διακόνοις πεποιήκασι, καὶ πῶς αὐτοὺς ἐπὶ τοῦ δου κὸς καὶ τῶν δικαστῶν ἐφυγάδευσαν καταφέροντες ἐκ τῶν οἴκων τοὺς οἰκείους αὐτῶν διὰ τῶν στρατιωτῶν καὶ τοῦ στρατηγοῦ Γοργονίου καὶ πληγαῖς κατακόπτοντος, καὶ πῶς αὐτῶν (τό γε πάντων ὠμότερον) καὶ τῶν ἤδη τετελευτηκότων τοὺς ἄρτους μεθ' ὅσης ὕβρεως διήρπασαν, οὐκ ἔστιν οὐδὲ λόγῳ φράσαι νικώσης τῆς ὠμότητος αὐτῶν τὴν ἐκ τῶν λόγων 63.2 διήγησιν. τί γὰρ ἄν τις εἰπὼν εἰρηκέναι δόξειεν; ἢ ποίου πρώτου μνημονεύσας, οὐχ εὑρίσκει τὰ δεύτερα δεινότερα, τῶν δευτέρων τὰ μετὰ ταῦτα; πάντα γὰρ αὐτῶν τὰ ἐπιχει ρήματα καὶ τὰ ἀσεβήματα φόνου καὶ ἀσεβείας πεπλήρωται. καὶ οὕτως εἰσὶ πανοῦργοι τὴν γνώμην καὶ ποικίλοι τὸν τρόπον, ὡς καὶ ἐπαγγελίᾳ προστασίας καὶ δόσει χρημάτων ἐπι χειρεῖν ἀπατᾶν, ἵν', ἐπεὶ μὴ ἐξ εὐλόγων ἔχουσι τὴν σύστασιν, κἂν ἐκ τούτων δόξωσι φαν τασίαν τινὰ τοῖς ἀκεραίοις ἐμποιεῖν. 64.1 Τίς οὖν ἔτι τούτους κἂν ἐθνικοὺς καλέσειεν ἁπλῶς, μήτιγε Χριστιανούς; τίς τούτων τὸν τρόπον ἀνθρώπινον καὶ μὴ μᾶλλον τοῦτον θηριώδη ὑπολάβοι διά τε τὸ ὠμὸν καὶ τὸ ἄγριον τῆς πράξεως; καὶ γὰρ καὶ δημίων εἰσὶ πονηρότεροι καὶ τῶν ἄλλων αἱρέσεων τολμη 64.2 ρότεροι. Ἑλλήνων γὰρ πολὺ δεύτεροι, μᾶλλον δὲ καὶ μακρὰν αὐτῶν τυγχάνουσιν. ἐγὼ γὰρ ἤκουσα τῶν πατέρων καὶ πιστὸν ἡγοῦμαι τὸν ἐκείνων λόγον ὅτι τὸ πρῶτον, ὅτε γέ γονε καὶ ἐπὶ Μαξιμιανῷ τῷ πάππῳ Κωνσταντίου διωγμός, Ἕλληνες ἔκρυπτον τοὺς ἀδελ φοὺς ἡμῶν τοὺς Χριστιανοὺς ζητουμένους. καὶ πολλάκις ἀπώλεσαν αὐτοὶ χρήματα δεσμω τηρίων τε ἐπειράθησαν, ἵνα μόνον τῶν φευγόντων μὴ γένωνται προδόται, ὡς γὰρ ἑαυτοὺς 64.3 ἐφύλαττον τοὺς προσφεύγοντας καὶ κινδυνεύειν πρὸ αὐτῶν ἐβουλεύοντο. ἀλλὰ νῦν οἱ θαυμαστοὶ οὗτοι, οἱ τῆς νέας αἱρέσεως ἐφευρεταί, ἐκ μηδενὸς ἑτέρου ἢ ἐκ τοῦ ἐπιβουλεύειν ἐπιγινωσκόμενοι πάντα τἀναντία πράττουσιν. αὐτοί τε γὰρ δι' ἑαυτῶν δήμιοι γιγνό μενοι πάντας ζητοῦσι παραδιδόναι καὶ τοὺς κρύπτοντας ἐπιβουλεύεσθαι ποιοῦσιν ἴσον ἐχθρὸν ἡγούμενοι τόν τε κρύπτοντα καὶ τὸν κρυπτόμενον· οὕτως εἰσὶ φονευταὶ καὶ τὴν Ἰούδα πονηρίαν ἐξήλωσαν οἱ κακοῦργοι. 65.1 Καὶ οὐκ ἔστι κατ' ἀξίαν ὧν διαπράττονται κακῶν εἰπεῖν ἢ τοῦτο μόνον ὅτι γρά φοντά με καὶ θέλοντα καταλέγειν τῆς πονηρίας ἐκείνων τὰς πράξεις ὑπεισέρχεται νοεῖν, μὴ ἆρα τῆς ἐν ταῖς Παροιμίαις «βδέλλης ἡ τετάρτη θυγάτηρ» ἐστὶν ἡ αἵρεσις αὕτη, ἥτις μετὰ τὰς τοσαύτας ἀδικίας καὶ τοὺς τοσούτους φόνους οὐκ εἶπεν «ἀρκεῖ». ἔτι γὰρ νεανιεύεται· καὶ τοὺς μὲν μηδέπω γνωσθέντας αὐτῇ περιέρχεται ζητοῦσα, οὓς δὲ ἔφθασεν ἀδικῆσαι, 65.2 πάλιν ἐπαδικεῖν σπουδάζει. ἰδοὺ γὰρ μετὰ τὴν νυκτερινὴν ἔφοδον, μετὰ τὰ ἐξ αὐτῆς

25