Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτισμὸν τῷ ∆αυίδ, κελεύει καὶ ἀναιροῦνται πάντες τὸν ἀριθμὸν ὄντες τριακόσιοι καὶ πέντε, οὗτος δέ, ἐπειδὴ τὴν μὲν αἵρεσιν πάντες φεύγουσιν, ἡ δὲ ὑγιαίνουσα πίστις ἡ εἰς τὸν κύριον ὡμολογήθη, τριακοσίων ὅλων σύνοδον ἐπισκόπων ἀναιρεῖ. καὶ τοὺς μὲν ἐπι σκόπους αὐτοὺς ἐξορίζει, τοὺς δὲ λαοὺς ἐμποδίζει μελετᾶν τὴν εὐσέβειαν καὶ εὔχεσθαι τῷ 67.4 θεῷ κωλύων αὐτῶν τὰς συναγωγάς. καὶ ὥσπερ Σαοὺλ κατέσκαψε «τὴν Νομβὰ τὴν πόλιν τῶν ἱερέων», οὕτως οὗτος καὶ πλέον τὸ κακὸν αὐξάνων τὰς ἐκκλησίας τοῖς ἀσεβοῦσι παραδέδωκε καὶ ὡς ἐκεῖνος ∆ωὴκ τὸν διαβαλόντα προτετίμηκε τῶν ἀληθῶς ἱερέων τόν τε ∆αυὶδ ἐδίωκε προσέχων τοῖς Ζιφαίοις, οὕτως οὗτος τοὺς μὲν αἱρετικοὺς προκρίνει τῶν εὐ σεβῶν, τοὺς δὲ φεύγοντας αὐτὸν ἔτι διώκει προσέχων τοῖς θλαδίαις ἑαυτοῦ, τοῖς καὶ δια βάλλουσι τοὺς ὀρθοδόξους μὴ συνορῶν, ὡς ὅσα δ' ἂν ὑπὲρ τῆς αἱρέσεως τῶν Ἀρειανῶν πράττῃ τε καὶ γράφῃ, ταῦτα κατὰ τοῦ σωτῆρος ἔχει τὴν ἐπιχείρησιν. 68.1 Οὐχ οὕτως Ἀχαὰβ κατὰ τῶν ἱερέων τοῦ θεοῦ γέγονεν, ὡς οὗτος κατὰ τῶν ἐπισκό πων τετόλμηκεν. ὅλως γὰρ ἐκεῖνος καὶ φονευθέντος τοῦ Ναβουθαὶ «κατενύγη» καὶ τὸν Ἠλίαν ἑωρακὼς ἐφοβήθη, οὗτος δὲ οὐδὲ τὸν τηλικοῦτον Ὅσιον ᾐδέσθη οὐδὲ τοὺς τοσούτους ἐπισκόπους ἐξορίσας ἐνάρκησεν ἢ κἂν κατενύγη, ἀλλ' ὡς ἄλλος Φαραὼ μᾶλλον 68.2 ἐπιτριβόμενος σκληρύνεται καὶ χείρονα καθημέραν ἐπενόει. καὶ ἔστιν αὐτοῦ τοῦτο παράδοξον τῆς πονηρίας. τῶν γὰρ ἐπισκόπων ἐξοριζομένων συνέβαινε καὶ ἄλλους τινὰς δι' ἐγκλήματα φόνου ἢ στάσεως ἢ κλοπῆς κατὰ τὴν τοῦ ἐγκλήματος ποιότητα λαμβάνειν τὴν καταδίκην, καὶ τούτους μὲν μετὰ μῆνας ὀλίγους ἀξιούμενος ὡς τὸν Βαραββᾶν Πιλᾶτος ἀπέλυε, τοὺς δὲ τοῦ Χριστοῦ δούλους οὐκ ἠφίει, ἀλλὰ καὶ μᾶλλον ἀνηλεῶς κατεδίκαζεν ἐν τοῖς ἐξορισμοῖς ἀθάνατον κακὸν γιγνόμενος εἰς αὐτούς. τῶν μὲν γὰρ διὰ τὸν τρόπον φίλος ἦν, τῶν ὀρθοδόξων δὲ διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν 68.3 ἐχθρὸς ἐτύγχανεν. ἆρ' οὖν οὐ πᾶσιν ἐκ τούτου λευκῶς ἐδείκνυεν ὅτι καὶ τότε οἱ Ἰουδαῖοι τὸν μὲν Βαραββᾶν αἰτησάμενοι, τὸν δὲ κύριον σταυρώσαντες τοιοῦτοι ἦσαν, οἷοι καὶ νῦν οἱ μετὰ Κωνσταντίου χριστομάχοι; καὶ τάχα πικρότερος οὗτος ἢ Πιλᾶτος. ὁ μὲν γὰρ κἂν ἐνίψατο συνορῶν τὴν ἀδικίαν, οὗτος δὲ καὶ μᾶλλον τρίζει τοὺς ὀδόντας ἐξορίζων τοὺς ἁγίους. 69.1 Τί δὲ θαυμαστόν, εἰ πλανηθεὶς εἰς ἀσέβειαν οὕτω κατὰ τῶν ἐπισκόπων ἐστιν ὠμός, ὅπου γε οὐδὲ τῆς ἰδίας συγγενείας ὡς ἄνθρωπος ἐφείσατο; τοὺς μὲν γὰρ θείους κατέσφαξε καὶ τοὺς ἀνεψίους ἀνεῖλε, καὶ πενθερὸν μέν, ἔτι τὴν θυγατέρα γαμῶν αὐτοῦ, συγγενεῖς δὲ πάσχοντας οὐκ ἠλέησεν, ἀλλὰ καὶ ὅρκων ἀεὶ πρὸς πάντας παραβάτης γέγονεν. οὕτω γὰρ καὶ εἰς τὸν ἀδελφὸν ἀσεβεῖν τετόλμηκε· καὶ προσποιεῖται μὲν οἰκοδομεῖν αὐτῷ μνημεῖον, τὴν δὲ μνηστὴν αὐτοῦ τὴν Ὀλυμπιάδα βαρβάροις ἐκδέδωκεν, ἣν ἐκεῖνος μέχρι 69.2 τελευτῆς ἐφύλαττε καὶ ὡς ἰδίαν ἀνέτρεφεν ἑαυτῷ γυναῖκα. καὶ τὴν γνώμην δὲ αὐτοῦ παραλύειν ἐπεχείρησεν, οὗ καὶ κληρονόμος εὔχεται εἶναι γράφων τοιαῦτα, ἐφ' οἷς καὶ ὀλίγην αἴσθησιν ἔχων ἄν τις ᾐσχύνθη. ἐγὼ δὲ συμβάλλων αὐτοῦ τὰς ἐπιστολὰς εὑρίσκω τοῦτον μὴ κατὰ φύσιν ἔχοντα τὰς φρένας, ἀλλὰ μόνον πρὸς τοὺς ὑποβάλλοντας κινού μενον, ἴδιον δὲ νοῦν καθόλου μὴ ἔχοντα. ὁ μὲν οὖν Σολομών φησι· «βασιλέως ὑπακούοντος λόγον ἄδικον, πάντες οἱ ὑπ' αὐτὸν παράνομοι», οὗτος δὲ ἐξ ὧν ποιεῖ, δείκνυσιν ἑαυτὸν ἐκεῖνον εἶναι τὸν ἄδικον καὶ τοὺς περὶ αὐτὸν παρανόμους. 70.1 Πότε οὖν οὗτος τοιοῦτος ὢν καὶ τοιούτοις χαίρων δύναταί τι δίκαιον ἢ κατὰ λόγον φρονῆσαι; ἄνθρωπος δεδεμένος τῇ τῶν συνόντων παρανομίᾳ καὶ τούτων ὄντων ἐπᾳ δόντων, οἵτινες τὸν ἐγκέφαλον μᾶλλον ἐν ταῖς πτέρναις καταπεπατημένον ἔχουσι. διὰ τοῦτο γὰρ καὶ γράφει καὶ

27