Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀποστειλάντων πληρῶσαι καὶ τὴν αἵρεσιν συστῆσαι. διὰ τοῦτο καὶ ἀνδροφόνος γέγονε καὶ δήμιος καὶ 13.2 ὑβριστὴς καὶ δόλιος καὶ βέβηλος καὶ τὸ ὅλον χριστομάχος ὁ ἀνόητος. τὴν γοῦν τοῦ ἐπισκόπου θείαν οὕτως ἐδίωξεν, ὡς μηδὲ ἀποθανοῦσαν ἀφεῖναι ταφῆναι. καὶ τοῦτ' ἂν ἐγεγόνει καὶ ἄταφος ἐρρίφη, εἰ μὴ οἱ ὑποδεξάμενοι αὐτὴν ὡς ἴδιον νεκρὸν ἐξήνεγκαν· 13.3 οὕτω καὶ ἐν τούτοις εἶχεν ἀνόσιον τὸν τρόπον. καὶ γὰρ καὶ χηρῶν καὶ ἄλλων ἀνεξόδων λαβόντων ἐλεημοσύνην ἐκέλευε τὰ δεδομένα διαρπάζεσθαι καὶ τὰ ἀγγεῖα, ἐν οἷς ἔφερον τὸ ἔλαιον καὶ τὸν οἶνον, κατεάσσασθαι, ἵνα μὴ μόνον λαβὼν ἀσεβήσῃ, ἀλλὰ καὶ ἔργοις ἀτιμάζῃ τὸν κύριον ἀκουσόμενος ὅσον οὐδέπω παρ' αὐτοῦ· «ἐφ' ὅσον ἠτίμασας τούτους, ἐμὲ ἠτίμασας». 14.1 Πολλά τε ἕτερα ἐποίει, ἃ καὶ λόγου φράσιν ὑπεραίρει καὶ ἀκούσας τις ἄπιστα νομίσειε. ταῦτα δὲ διὰ τοῦθ' οὕτως ἔπραττεν, ἐπεὶ μήτε ἐκκλησιαστικῷ κανόνι τὴν κατά στασιν εἶχε μήτε ἀποστολικῇ παραδόσει κληθεὶς ἦν ἐπίσκοπος· ἀλλ' ἐκ παλατίου μετὰ στρατιωτικῆς ἐξουσίας καὶ φαντασίας ἀπέσταλτο ὥσπερ ἀρχὴν κοσμικὴν ἐγκεχειρισμένος. 14.2 διὰ τοῦτο καὶ ἀρχόντων μᾶλλον ηὔχετο φίλος εἶναι ἢ ἐπισκόπων καὶ μοναζόντων. εἴ ποτε οὖν καὶ ὁ πατὴρ Ἀντώνιος ἐκ τοῦ ὄρους ἔγραφεν, ὥσπερ βδέλυγμα ἁμαρτωλῷ 14.3 θεοσέβεια οὕτως ἐβδελύσσετο τὰ τοῦ ἁγίου γράμματα. εἴ ποτε δὲ βασιλεὺς ἢ στρα τηλάτης ἢ ἄλλος δικαστὴς ἐπέστελλεν, οὕτω περιχαρὴς ἐγίγνετο ὡς οἱ ἐν ταῖς Παροιμίαις, καθὼς σχετλιάζων ἔλεγεν ὁ λόγος· «ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας, οἱ εὐφραι 14.4 νόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῶν». ἀμέλει τοὺς μὲν ταῦτα κομίζοντας ἐτίμα χρήμασιν, Ἀντωνίου δέ ποτε γράψαντος πεποίηκε τὸν δοῦκα Βαλάκιον καταπτῦσαι τῆς ἐπιστολῆς καὶ ταύτην ἀπορρίψαι. ἀλλ' οὐ παρεῖδεν ἡ θεία δίκη, μετ' οὐ πολὺ γὰρ τὸν λεγόμενον δοῦκα ἐπικαθήμενον ἵππῳ καὶ ἀπερχόμενον εἰς τὴν πρώτην μονὴν ἐπιστραφεὶς ὁ ἵππος καὶ δακὼν εἰς τὸν μηρὸν κατέβαλε καὶ τριῶν ἡμερῶν ἀπέθανεν. 15.1 Ἐκεῖνοι μὲν οὖν οὕτως ἔπραττον κατὰ πάντων, ἐν δὲ τῇ Ῥώμῃ συνελθόντες ἐπίσκοποί που πεντήκοντα τοὺς μὲν περὶ Εὐσέβιον ὡς ὑπόπτους καὶ φοβηθέντας ἐλθεῖν οὐκ ἀπε δέξαντο, ἀλλὰ καὶ τὰ γραφέντα παρ' αὐτῶν ἠκύρωσαν, ἡμᾶς δὲ ἀπεδέξαντο καὶ τὴν 15.2 πρὸς ἡμᾶς κοινωνίαν ἠγάπησαν. ἕως δὲ ταῦτα ἐγίγνετο, ἦλθεν εἰς γνῶσιν τοῦ βασιλέως Κώνσταντος ἥ τε ἐν Ῥώμῃ γενομένη σύνοδος καὶ τὰ ἐν τῇ Ἀλεξανδρείᾳ καὶ πάσῃ τῇ ἀνατολῇ κατὰ τῶν ἐκκλησιῶν γεγενημένα, καὶ γράφει τῷ ἀδελφῷ Κωνσταντίῳ καὶ λοιπὸν ἀμφοτέροις ἀρέσκει σύνοδον γενέσθαι καὶ διαγνωσθῆναι τὰ πράγματα, ἵν' οἱ μὲν ἀδικηθέντες μηκέτι πάσχωσιν, οἱ δὲ ἀδικοῦντες μηκέτι τοιαῦτα τολμᾶν δύνωνται. 15.3 συνέρχονται τοίνυν ἀπό τε τῆς ἀνατολῆς καὶ τῆς δύσεως ἐν τῇ Σερδῶν πόλει πλέον ἢ ἔλαττον ροʹ τὸν ἀριθμὸν ἐπίσκοποι. καὶ οἱ μὲν ἀπὸ τῆς δύσεως μόνοι ἦσαν ἐπίσκοποι ἔχοντες πατέρα τὸν Ὅσιον, οἱ δὲ ἀπὸ τῆς ἀνατολῆς ἐπήγοντο μεθ' ἑαυτῶν παιδαγωγοὺς καὶ συνηγόρους Μουσουνιανὸν κόμητα καὶ Ἡσύχιον τὸν καστρήσιον, δι' οὓς καὶ προ θύμως ἦλθον νομίζοντες μετ' ἐξουσίας αὐτῶν πάλιν πάντα πράττεσθαι. οὕτω γὰρ ἀεὶ διὰ τούτων φοβεροὺς ἑαυτοὺς ἐδείκνυον οἷς ἐβούλοντο καὶ ἐπεβούλευον οἷς ἂν αὐτοῖς 15.4 ἐδόκει. ὡς δὲ ἀπαντήσαντες ἑωράκασιν ἐκκλησιαστικὴν δίκην μόνην γενομένην, ὡς ἑωράκασι τοὺς ἀφ' ἑκάστης ἐκκλησίας καὶ πόλεως κατηγόρους καὶ τοὺς κατ' αὐτῶν ἐλέγχους, ὡς ἑωράκασιν Ἄρειον καὶ Ἀστέριον, τιμίους ἐπισκόπους, ἀνελθόντας μὲν σὺν αὐτοῖς, ἀποπηδήσαντας δὲ ἀπ' αὐτῶν καὶ ἐλθόντας μεθ' ἡμῶν διηγουμένους τε τὴν πανουργίαν ἐκείνων, ὡς ὕποπτοι εἶεν ἐν τοῖς πράγμασι καὶ φοβοῦνται κρίσιν γενέσθαι, μὴ ἐλεγχθῶσι παρ' ἡμῶν μὲν συκοφάνται, παρὰ δὲ τῶν ἐπλάσαντο

5