Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπούδασαν καὶ ταύτῃ φθόνον ἐπαγαγεῖν οἱ δυσσεβεῖς, μᾶλλον δὲ οὐκ αὐτοί, ἀλλ' ὁ κινήσας αὐτοὺς διάβολος, ἵν' ἐλθὼν ὁ τούτου κῆρυξ ἀντίχριστος εὕρῃ καὶ ἐν τῇ Αἰγύπτῳ τὰς ἐκκλησίας ἑαυτοῦ γενομένας τούς τε Μελιτιανοὺς προκατηχηθέντας ἤδη τὰ ἐκείνου καὶ ἐπιγνῷ ἑαυτὸν ἐν ἐκείνοις ἤδη μορφωθέντα. 79.1 Τοιοῦτον μὲν οὖν ἐστι τὸ ἐξελθὸν παρὰ Κωνσταντίου παράνομον πρόσταγμα, τῶν δὲ λαῶν προθυμία μὲν ἦν εἰς μαρτύριον καὶ μᾶλλον μῖσος κατὰ τῆς ἀσεβεστάτης αἱρέσεως, πένθος δὲ ὅμως διὰ τὰς ἐκκλησίας καὶ στεναγμὸς παρὰ πάντων βοώντων πρὸς τὸν κύριον· » «φεῖσαι, κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῖς ἐχθροῖς σου, ἀλλὰ καὶ τάχυνον τοῦ ἐξελέσθαι ἡμᾶς ἐκ χειρὸς ἀνόμων. ἰδοὺ γὰρ τῶν μέν σου θεραπόντων οὐκ ἐφείσαντο, τῷ δὲ ἀντιχρίστῳ τὴν ὁδὸν παρασκευάζουσιν». 79.2 οὐ γὰρ ἀντιστήσονταί ποτε Μελιτιανοὶ τούτῳ οὐδὲ φροντίσουσι περὶ ἀληθείας οὐδὲ ἀρνήσασθαι τὸν Χριστὸν φαῦλον ἡγήσονται, ἄνθρωποι μηδόλως γνησίως προσελθόντες τῷ λόγῳ, πρὸς πάντα κατὰ τὸν χαμαιλέοντα σχηματιζόμενοι καὶ μισθωτοὶ τῶν ἀνυόντων αὐτῶν τὴν χρείαν γιγνόμενοι. οὐ γὰρ πρὸς τὴν ἀλήθειαν ἔχουσι τὸν σκοπόν, ἀλλὰ ταύτης τὴν παραυτίκα προκρίνουσιν ἡδονήν, καὶ μόνον λέγουσι· «φάγωμεν καὶ πίωμεν· 79.3 αὔριον γὰρ ἀποθνήσκομεν». τῶν μὲν οὖν ὑποκριτῶν [πικριτιανῶν ἀντὶ Μελιτιανῶν] ἡ πρόθεσις τοιαύτη καὶ ὁ τρόπος ἄπιστος· οἱ δὲ πιστοὶ δοῦλοι τοῦ σωτῆρος καὶ ἀληθῶς ἐπίσκοποι, οἱ γνησίως πιστεύσαντες καὶ μὴ ἑαυτοῖς, ἀλλὰ τῷ κυρίῳ ζῶντες, οὗτοι πιστῶς εὐσεβοῦντες εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ γιγνώσκοντες, καθὰ προ εῖπον, ὡς κατὰ τῆς ἀληθείας προφάσεις εἰσὶ ψευδεῖς καὶ φανερῶς ἐπλάσθησαν διὰ τὴν ἀρειανὴν αἵρεσιν· καὶ γὰρ καὶ ἐκ τῆς Οὐρσακίου καὶ Οὐάλεντος μετανοίας κατεμάνθανον τὴν κατὰ Ἀθανασίου συντεθεῖσαν συκοφαντίαν, ἵνα αὐτὸν μὲν ἐκποδὼν ἄρωσι, τὴν δὲ ἀσέβειαν τῶν χριστομάχων εἰς τὰς ἐκκλησίας εἰσάξωσι-ταῦτα συνορῶντες ὡς ἀλη θείας ὄντες ὑπέρμαχοι καὶ κήρυκες ὑβρισθῆναι καὶ ἐξορισθῆναι μᾶλλον εἵλοντο καὶ ὑπέμειναν 79.4 ἢ κατ' αὐτοῦ ὑπογράψαι καὶ τοῖς Ἀρειομανίταις κοινωνῆσαι. οὐ γὰρ ἐπελάθοντο ἃ ἐδίδαξαν, ἀλλὰ καὶ μᾶλλον γιγνώσκουσιν, ὡς τοῖς μὲν προδόταις ἀτιμία πολλή, τοῖς δὲ ὁμολογοῦσι τὴν ἀλήθειαν βασιλεία οὐρανῶν. καὶ τοῖς μὲν ὀλιγώροις καὶ φοβηθεῖσι Κωνστάντιον οὐδὲν ἔσται ἀγαθόν, τοῖς δὲ ὑπομείνασι τὰς ὧδε θλίψεις, ὡς ἐκ χειμῶνος ναύταις εὔδιος λιμήν, ὡς ἀθληταῖς μετὰ τὸν ἀγῶνα στέφανος, οὕτω καὶ αὐτοῖς μεγάλη καὶ αἰώνιος χαρὰ καὶ εὐφροσύνη ἐν τοῖς οὐρανοῖς γενήσεται, οἵαν ἔσχεν Ἰωσὴφ μετὰ τὰς θλίψεις ἐκείνας, οἵαν ὁ μέγας ∆ανιὴλ μετὰ τοὺς πειρασμοὺς καὶ τὰς πολλὰς ἐπιβουλὰς τῶν βασιλικῶν, οἵαν ἔχει νῦν ὁ Παῦλος στεφανούμενος ὑπὸ τοῦ σωτῆρος, οἵαν προσδοκῶντες καὶ οἱ πανταχοῦ τοῦ θεοῦ λαοὶ ταῦτα βλέποντες οὐκ ἠσθένησαν τῇ προαιρέσει, 79.5 ἀλλὰ μᾶλλον ἐνεδυναμώθησαν τῇ πίστει καὶ πλέον ηὔξησαν τὴν προθυμίαν. πληρο φορηθέντες γὰρ ὑπὲρ τῆς συκοφαντίας καὶ ἀσεβείας τῶν αἱρετικῶν καταγινώσκουσι μὲν τοῦ διώκοντος, συντρέχουσι δὲ τοῖς διωκομένοις τῇ γνώμῃ καὶ τῇ ὁμοφροσύνῃ, ἵνα καὶ αὐτοὶ τὸν τῆς ὁμολογίας ἀπολάβωσι στέφανον. 80.1 Πολλὰ μὲν οὖν ἄν τις δύναιτο λέγειν κατὰ τῆς μυσαρᾶς καὶ χριστομάχου ταύτης αἱρέσεως, πολλὰ δὲ καὶ ἀποδείξειεν ἄν τις εἶναι προοίμια τοῦ ἀντιχρίστου τὰ ἐπιτηδεύ ματα Κωνσταντίου. ἐπειδὴ δὲ, ὡς εἶπεν ὁ προφήτης, «ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐδέν ἐστιν εὔλογον ἐν αὐτῇ», παντὸς δὲ ῥύπου καὶ πάσης ἀσεβείας πεπλήρωται, ὥστε καὶ μόνον ἐξ ἀκοῆς φευκτέαν αὐτὴν εἶναι, ὡς ἐξέραμα κυνὸς καὶ δρακόντων ἰόν, ἔστι δὲ καὶ Κοστύλλιος 80.2 ἐκ φανεροῦ τὴν εἰκόνα φέρων τοῦ ἀντικειμένου. ἵνα μὴ μακρὸς ὁ λόγος γένηται, διὰ τοῦτο

32