Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασιλεῖ Κωνσταντίῳ καὶ πεποιήκασιν ἀπὸ τῆς ἐκεῖ καλουμένης Φάβρικος δέκα λαικῶν ἀποτμηθῆναι τὰς κεφαλὰς ὑπουργοῦντος αὐτοῖς καὶ εἰς τοῦτο Φιλαγρίου πάλιν ἐκεῖ κόμητος γενομένου. καὶ τούτων τὰ μνήματα πρὸ τῆς πόλεώς ἐστιν, ἅπερ παρερχόμενοι καὶ ἡμεῖς ἑωράκαμεν. εἶτα ὥσπερ κατορθώσαντες, ὅτι διὰ τοῦτ' ἔφυγον, ἵνα μὴ ἐλεγχθῶσι συκοφάνται, ἅπερ ἐβούλοντο, ταῦτα καὶ βασιλεὺς 18.3 ἐκέλευε. πεποιήκασι γοῦν καὶ ἀπὸ τῆς Ἀλεξανδρείας εἰς τὴν Ἀρμενίαν ἐξορισθῆναι πρεσβυτέρους δύο καὶ διακόνους τρεῖς. καὶ Ἄρειον μὲν καὶ Ἀστέριον, τὸν μὲν ἀπὸ Πέτρων τῆς Παλαιστίνης, τὸν δὲ ἀπὸ τῆς Ἀραβίας, ἐπισκόπους τοὺς ἀποπηδήσαντας ἀπ' αὐτῶν οὐ μόνον ἐξώρισαν εἰς τὴν ἄνω Λιβύην, ἀλλὰ καὶ ὕβρεων μετασχεῖν αὐτοὺς πεποιήκασι, 19.1 Λούκιον δὲ τὸν τῆς Ἀδριανουπόλεως ἐπίσκοπον, ἐπειδὴ ἔβλεπον πολλῇ τῇ κατ' αὐτῶν παρρησίᾳ χρώμενον καὶ ἐλέγχοντα αὐτῶν τὴν ἀσέβειαν, πεποιήκασι πάλιν, ὥσπερ καὶ πρότερον, ἁλύσεσι σιδηραῖς δεθῆναι τὸν τράχηλον καὶ τὰς χεῖρας καὶ οὕτως ἐξώρισαν· 19.2 ἔνθα καὶ ἐτελεύτησεν, ὡς ἐκεῖνοι γινώσκουσι. καὶ ∆ιόδωρον μὲν ἐπίσκοπον ἐκτο πίζουσιν, Ὀλύμπιον δὲ τὸν ἀπὸ Αἴνων καὶ Θεόδουλον τὸν ἀπὸ τῆς Τραιανουπόλεως, ἀμφοτέρους ἀπὸ τῆς Θρᾴκης ἐπισκόπους, ἀγαθοὺς καὶ ὀρθοδόξους ἄνδρας, ἐπειδὴ ἑωράκασι μισοῦντας τὴν αἵρεσιν, διέβαλον, τὸ πρῶτον μὲν οἱ περὶ Εὐσέβιον καὶ ἔγραψε βασιλεὺς Κωνστάντιος, τὸ δεύτερον δὲ ὑπέμνησαν οὗτοι. ἦν δὲ τὰ γραφέντα μὴ μόνον ἐκβάλλεσθαι τῶν πόλεων καὶ τῶν ἐκκλησιῶν αὐτούς, ἀλλὰ καὶ κεφαλικὴν διδόναι δίκην, εἴ που εὑρεθεῖεν 19.3 οὗτοι. τοῦτο δὲ εἰ καὶ θαυμαστόν, ἀλλ' οὐκ ἀλλότριον τῆς προαιρέσεως αὐτῶν, ὡς γὰρ μαθόντες τὸ τοιοῦτον ἀπὸ τῶν περὶ Εὐσέβιον καὶ ὥσπερ κληρονόμοι τῆς ἀσεβείας καὶ τῆς προαιρέσεως αὐτῶν τυγχάνοντες ἠθέλησαν ὡς οἱ πατέρες αὐτῶν ἐν τῇ Θρᾴκῃ, οὕτω καὶ οὗτοι ἐν τῇ Ἀλεξανδρείᾳ φοβεροὺς ἑαυτοὺς δεῖξαι, καὶ ποιοῦσι γραφῆναι, ὥστε τοὺς λιμένας καὶ τὰς εἰσόδους τῶν πόλεων τηρεῖσθαι, μήπως διὰ τὴν ἀπὸ τῆς 19.4 συνόδου συγχώρησιν ἐπανέλθωσιν εἰς τὰς ἐκκλησίας. ποιοῦσι δὲ γραφῆναι καὶ τοῖς ἐν Ἀλεξανδρείᾳ δικασταῖς περὶ Ἀθανασίου καὶ πρεσβυτέρων τινῶν ἐξ ὀνόματος, ἵνα, εἴτε ἐπίσκοπος εἴτε τις ἐξ ἐκείνων εὑρεθείη τῆς πόλεως ἢ τῶν ὅρων αὐτῆς ἐπιβάς, ἐξῇ τῷ δικαστῇ τῶν εὑρισκομένων τὰς κεφαλὰς ἀποτέμνειν. οὕτως ἡ ἰουδαικὴ νέα αἵρεσις οὐ μόνον ἀρνεῖται τὸν κύριον, ἀλλὰ καὶ φονεύειν μεμάθηκεν. 20.1 Οὐδὲ οὕτω δὲ ἠρέμουν, ἀλλ' ὥσπερ ὁ πατὴρ τῆς αἱρέσεως αὐτῶν «περιέρχεται ὡς λέων ζητῶν τίνα καταπίῃ», οὕτως οὗτοι δημοσίου δρόμου τὴν ἐξουσίαν λαβόντες καὶ περιερχόμενοι, ὃν ἂν ηὕρισκον ὀνειδίζοντα τούτοις τὴν φυγὴν καὶ μισοῦντα τὴν ἀρειανὴν αἵρεσιν, τούτους ἐμάστιζον, ἐδέσμενον, ἐποίουν ἐξορίζεσθαι τῆς ἰδίας πατρίδος, φοβερούς τε ἑαυτοὺς οὕτως ἐποίουν, ὡς πολλοὺς μὲν ὑποκριτὰς ποιῆσαι, πολλοὺς δὲ 20.2 εἰς ἐρημίας φεύγειν ἢ τούτοις βούλεσθαι κἂν ὅλως συντυγχάνειν. τοιαῦτα ἦν αὐτῶν μετὰ τὴν φυγὴν τῆς μανίας τὰ τολμήματα. καὶ γὰρ καὶ δρῶσιν ἄλλο τι καινόν, ὅπερ τῆς μὲν αἱρέσεως αὐτῶν ἐστι κατάλληλον, οὔπω δὲ πρότερον ἠκούσθη, ἀλλ' οὐδὲ τάχα γενήσεταί ποτε οὐδὲ παρὰ τοῖς ἀσελγεστέροις τῶν Ἑλλήνων, μήτιγε Χριστιανοῖς. τῆς γὰρ ἁγίας συνόδου πρεσβευτὰς ἀποστειλάσης ἐπισκόπους, Βικέντιον μὲν τὸν ἀπὸ Καπύης (ἔστι δὲ αὕτη μητρόπολις τῆς Καμπανίας), Εὐφράτην δὲ τὸν ἀπὸ Ἀγριππίνης (ἔστι δὲ καὶ αὕτη μητρόπολις τῆς ἄνω Γαλλίας), ἵνα, ὡς ἡ σύνοδος ἔκρινε, συγχωρήσῃ βασιλεὺς εἰς τὰς ἐκκλησίας τοὺς ἐπισκόπους ἐπανελθεῖν, ἐπειδὴ καὶ αὐτὸς ἐξέβαλε, γρά ψαντός τε καὶ τοῦ εὐσεβεστάτου Κώνσταντος τῷ ἀδελφῷ ἑαυτοῦ καὶ συστήσαντος τοὺς 20.3 ἐπισκόπους. οἱ

7