Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φοβουμένους, ὡς ἑωράκασι 15.5 καὶ τὴν ἡμῶν προθυμίαν, ἀποκλείουσιν ἑαυτοὺς ἐν τῷ παλατίῳ· ἐκεῖ γὰρ ᾤκουν. καὶ λοιπὸν ἀλλήλοις συνελάλουν· «ἤλθομεν ἐπ' ἄλλοις καὶ ἄλλα βλέπομεν· ἀπηντήσαμεν μετὰ κομήτων καὶ χωρὶς κομήτων ἡ κρίσις γίνεται· κατακρινόμεθα πάντως. οἴδατε πάντες τὰ προστάγματα· ἔχουσιν οἱ περὶ Ἀθανάσιον τὰ ἐν τῷ Μαρεώτῃ ὑπομνήματα, ἐξ ὧν αὐτὸς μὲν καθαρίζεται, ἡμεῖς δὲ καταισχυνόμεθα. τί δὴ οὖν μέλλομεν; τί βραδύ νομεν; πλασώμεθα προφάσεις καὶ ἀπέλθωμεν, μὴ μένοντες κατακριθῶμεν. βέλτιον φεύ γοντας ἐρυθριᾶν ἢ ἐλεγχθέντας συκοφάντας κατακρίνεσθαι. ἐὰν φύγωμεν, δυνάμεθά πως κἂν τῆς αἱρέσεως προίστασθαι· ἐὰν δὲ καὶ φεύγοντας ἡμᾶς κατακρίνωσιν, ἀλλ' ἔχομεν βασιλέα προστάτην τὸν μὴ ἀφιέντα ἡμᾶς ὑπὸ τῶν λαῶν ἐκβάλλεσθαι ἀπὸ τῶν ἐκκλησιῶν». 16.1 Τοιαῦτα μὲν οὖν ἐκεῖνοι διελογίζοντο· Ὅσιος δὲ καὶ οἱ ἄλλοι πάντες ἐπίσκοποι πυκνότερον αὐτοῖς ἐσήμαινον τὴν προθυμίαν τῶν περὶ Ἀθανάσιον καὶ ὡς «ἕτοιμοι πρὸς ἀπολογίαν εἰσὶν ἐπαγγελλόμενοι διελέγχειν ὑμᾶς συκοφάντας», ἔλεγόν τε «εἰ φοβεῖσθε 16.2 τὴν κρίσιν, τί ἀπηντᾶτε; ἔδει γὰρ ἢ μὴ ἐλθεῖν ἢ ἐλθόντας μὴ φεύγειν». ἐκεῖνοι ταῦτα ἀκούοντες καὶ μᾶλλον καταπλήξαντες ἀπρεπεστέρᾳ τῆς ἐν Ἀντιοχείᾳ προφάσεως ἄλλῃ προφάσει χρησάμενοι, ὡς βασιλέως αὐτοῖς ἐπινίκια κατὰ Περσῶν γράψαντος, ἐπεχείρησαν φεύγειν. καὶ ταύτην τὴν πρόφασιν οὐκ αἰδεσθέντες ἔπεμψαν δι' Εὐσταθίου πρεσβυτέρου 16.3 τῆς κατὰ Σαρδικὴν ἐκκλησίας. ἀλλ' οὐδὲ οὕτως αὐτοῖς ἡ φυγὴ καταθυμίως ἀπέβη· εὐθὺς γὰρ ἡ ἁγία σύνοδος, ἧς προήγορος ἦν ὁ μέγας Ὅσιος, ἔγραψεν αὐτοῖς φανερῶς· «ἢ ἀπαντήσατε ἀπολογησόμενοι πρὸς τὰς ἐπιφερομένας καθ' ὑμῶν κατηγορίας καὶ ἃς εἰργάσασθε συκοφαντίας, ἢ γινώσκετε ὅτι ὑμᾶς μὲν ὡς ὑπευθύνους ἡ σύνοδος κατα κρίνει, τοὺς δὲ περὶ Ἀθανάσιον ἐλευθέρους καὶ καθαροὺς ἀπὸ πάσης αἰτίας ἀποφαίνεται». ἐκεῖνοι τοίνυν ὑπὸ φόβου τοῦ συνειδότος ἠλαύνοντο μᾶλλον ἢ τοῖς γράμμασιν ἐπείθοντο· καὶ γὰρ τοὺς ἀδικηθέντας παρ' αὐτῶν ὁρῶντες οὐδὲ πρὸς τοὺς λέγοντας ἐπεστρέφοντο, ἀλλ' ὀξύτερον ἔφευγον. 17.1 Ἐκείνων μὲν οὖν οὕτως αἰσχρῶς καὶ ἀπρεπῶς γέγονεν ἡ φυγή, ἡ δὲ ἁγία σύνοδος ἡ ἀπὸ λεʹ καὶ πλέον ἐπαρχιῶν συναχθεῖσα ἐπιγνοῦσα τὴν τῶν Ἀρειανῶν κακοήθειαν ἐδέξατο τοὺς περὶ Ἀθανάσιον εἰς ἀπολογίαν περὶ ὧν πεπόνθασι κἀκεῖνοι κατηγόρησαν, 17.2 καὶ οὕτως ἀπολογησαμένους, ἅπερ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ἀπεδέξατο καὶ ὑπερ εθαύμασεν, ὥστε αὐτούς τε καὶ τὴν κοινωνίαν αὐτῶν ἀγαπῆσαι καὶ γράψαι πανταχοῦ γράψαι τε καὶ εἰς τὴν ἑκάστου παροικίαν καὶ μάλιστα εἰς Ἀλεξάνδρειαν καὶ τὴν Αἴγυπτον καὶ εἰς τὰς Λιβύας, Ἀθανάσιον μὲν καὶ τοὺς σὺν αὐτῷ καθαροὺς καὶ πάσης μέμψεως ἐκτὸς εἶναι, τοὺς δὲ κατ' αὐτῶν γενομένους συκοφάντας κακούργους καὶ πάντα μᾶλλον 17.3 ἢ Χριστιανοὺς τυγχάνειν. ἀπέλυσαν γοῦν αὐτοὺς μετ' εἰρήνης, καθεῖλον δὲ Στέφανον καὶ Μηνόφαντον, Ἀκάκιον καὶ Γεώργιον τὸν ἐν Λαοδικείᾳ, Οὐρσάκιον καὶ Οὐάλεντα καὶ Θεόδωρον καὶ Νάρκισσον. Γρηγόριον γὰρ τὸν ἀπὸ βασιλέως εἰς Ἀλεξάνδρειαν ἀποσταλέντα οὕτως ἀπεκήρυξαν ὡς μηδὲ ὅλως ἐπίσκοπον γενόμενον μηδὲ ὀφείλοντα Χριστιανὸν ὀνομάζεσθαι. ἠκύρωσαν γοῦν καὶ ἃς ἔδοξε καταστάσεις ποιεῖσθαι προσ τάξαντες μηδὲ αὐτὰς ὅλως ἐν ἐκκλησίαις ὀνομάζεσθαι διὰ τὸ καινὸν τῆς παρανομίας. 18.1 Οὕτω μὲν οὖν Ἀθανάσιος καὶ οἱ σὺν αὐτῷ ἀπελύθησαν μετ' εἰρήνης, τά τε γράμματα ἐν τῷ τέλει γέγραπται διὰ τὸ μῆκος τῆς ἐπιστολῆς, καὶ ἡ σύνοδος διαλέλυται, οἱ δὲ καθ αιρεθέντες δέον καὶ οὕτως ἠρεμεῖν, οἱ δὲ καὶ μετὰ τὴν οὕτως αἰσχρὰν φυγὴν κατελθόντες 18.2 τοιαῦτα ἔδρασαν, ὡς ἐκ τούτων μικρὰς αὐτῶν τὰς προτέρας

6