Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτοὺς μεγάλως ἠδίκη σαν. ὅλως μὲν γὰρ εἰ συνῆσαν ἀλλήλοις καὶ ἐπὶ τὸ αὐτὸ ἐτύγχανον, ἐξ ἑνὸς τόπου τῶν ἀσεβῶν ἐγνωρίζετο τὸ μύσος, νῦν δὲ διαστήσαντες αὐτοὺς πεποιήκασιν εἰς πάντα τόπον διαδραμεῖν ἑαυτῶν καὶ γνωσθῆναι τὴν ἀσεβῆ αἵρεσιν καὶ πονηρίαν. 41.1 Οἷα γὰρ καὶ ταῦτα πράττοντες ἔδρασαν, τίς ἀκούσας οὐχ ἡγήσεται πάντα μᾶλλον αὐτοὺς ἢ Χριστιανοὺς εἶναι; Λιβερίου γὰρ ἀποστείλαντος πρὸς βασιλέα Εὐτρόπιον πρεσ βύτερον καὶ διάκονον Ἱλάριον μετὰ γραμμάτων, ὅτε καὶ οἱ περὶ Λουκίφερον ὡμολόγουν, τὸν μὲν πρεσβύτερον εὐθὺς ἐξώρισαν, τὸν δὲ διάκονον Ἱλάριον γυμνώσαντες καὶ τὰ νῶτα μαστίξαντες ἐξώρισαν ἐπιφωνοῦντες· «διὰ τί μὴ ἀντέστης Λιβερίῳ, ἀλλὰ καὶ παρ' αὐτοῦ κεκόμικας γράμματα»; ἐποίουν δὲ τοῦτο Οὐρσάκιος καὶ Οὐάλης καὶ οἱ σὺν αὐτοῖς σπάδον 41.2 τες. καὶ ὁ μὲν διάκονος μαστιζόμενος ηὐλόγει τὸν κύριον μνησθεὶς αὐτοῦ λέγοντος· «τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας». οἱ δὲ καὶ μαστίζοντες ἐγέλων καὶ ἐχλεύαζον αὐτὸν οὐκ ἐρυθριῶντες, ὅτι Λευίτην ὕβριζον· πρέποντα δὲ ἑαυτοῖς καὶ οὗτοι γελῶντες ἐφρόνουν κἀκεῖνος εὐλογῶν ὑπέμενε. τὸ μὲν γὰρ τύπτεσθαι Χριστιανῶν ἴδιόν ἐστι, τὸ δὲ μαστίζειν 41.3 Χριστιανοὺς Πιλάτου καὶ Καιάφα τὸ τόλμημα. οὕτω μὲν οὖν καὶ τὴν Ῥωμαίων ἐκ κλησίαν καὶ κατὰ τὴν ἀρχὴν ἐπεχείρησαν διαφθεῖραι θελήσαντες ἐγκαταμίξαι καὶ ἐν αὐτῇ τὴν ἀσέβειαν, ὁ δὲ Λιβέριος ἐξορισθεὶς ὕστερον μετὰ διετῆ χρόνον ὤκλασε καὶ φοβηθεὶς τὸν ἀπειλούμενον θάνατον ὑπέγραψεν. ἀλλὰ καὶ τοῦτο δείκνυσιν ἐκείνων μὲν τὴν βίαν, Λιβερίου δὲ τὸ κατὰ τῆς αἱρέσεως μῖσος καὶ τὴν ὑπὲρ Ἀθανασίου ψῆφον, ὅτε τὴν προ41.4 αίρεσιν εἶχεν ἐλευθέραν. τὰ γὰρ ἐκ βασάνων παρὰ τὴν ἐξ ἀρχῆς γνώμην γιγνόμενα, ταῦτα οὐ τῶν φοβηθέντων, ἀλλὰ τῶν βασανιζόντων ἐστὶ βουλήματα. πάντα μέντοι ποιεῖν ὑπὲρ τῆς αἱρέσεως ἐπεχείρησαν. καθ' ἑκάστην δὲ ἐκκλησίαν τηροῦντες ἣν ἔμαθον πίστιν, τοὺς μὲν διδασκάλους προσδοκῶσι, τὴν δὲ χριστομάχον αἵρεσιν κατέβαλον καὶ πάντες ὡς ὄφιν ἐκτρέπονται. 42.1 Τοιαῦτα δὲ καὶ τοσαῦτα ποιήσαντες οἱ δυσσεβεῖς οὐδὲν ἐνόμιζον πεποιηκέναι, ἕως ὁ μέγας Ὅσιος ἀπείρατος ἦν αὐτῶν τῆς πονηρίας. καὶ γὰρ καὶ κατὰ τοῦ τηλικούτου γέ ροντος ἐκτεῖναι τὴν μανίαν ἑαυτῶν ἐσκέψαντο. καὶ οὔθ' ὅτι πατήρ ἐστι τῶν ἐπισκόπων ᾐσχύνθησαν, οὔθ' ὅτι γέγονεν ὁμολογητὴς ηὐλαβήθησαν, οὔτε τὸν χρόνον τῆς ἐπισκοπῆς, ὅτι ἑξήκοντα ἔτη καὶ πλεῖον ἔχει ἐν αὐτῇ, ᾐδέσθησαν, ἀλλὰ πάντα ἐξουθένουν καὶ πρὸς μόνην τὴν αἵρεσιν ἔβλεπον, ἄνθρωποι ἀληθῶς «μήτε τὸν θεὸν φοβούμενοι μήτε ἄνθρωπον 42.2 ἐντρεπόμενοι». προσελθόντες τοίνυν Κωνσταντίῳ τοιούτοις πάλιν ἐχρήσαντο ῥήμασι· «πάντα μὲν πεποιήκαμεν καὶ ἐξωρίσαμεν τὸν Ῥωμαίων ἐπίσκοπον, ἐξωρίσαμεν δὲ καὶ πρὸ αὐτοῦ πλείστους ὅσους ἐπισκόπους, πάντα τε τόπον φόβου πεπληρώκαμεν· ἀλλ' εἰς οὐδὲν ἡμῖν ἐστι τὰ τηλικαῦτά σου ἔργα οὐδὲ κατώρθωται ὁτιοῦν ἡμῖν, ἕως Ὅσιος περι λείπεται. ἐκείνου γὰρ ὄντος ἐν τοῖς ἰδίοις καὶ πάντες ἐν ταῖς ἰδίαις ἐκκλησίαις εἰσίν, 42.3 ἱκανός ἐστιν ἐν λόγῳ καὶ πίστει πείθειν πάντας καθ' ἡμῶν. οὗτος καὶ συνόδων καθη γεῖται καὶ γράφων ἀκούεται πανταχοῦ· οὗτος καὶ τὴν ἐν Νικαίᾳ πίστιν ἐξέθετο καὶ τοὺς Ἀρειανοὺς ἐκήρυξεν αἱρετικοὺς εἶναι πανταχοῦ. ἂν τοίνυν οὗτος μείνῃ, περιττὸς ὁ τῶν ἑτέρων ἐξορισμὸς γέγονεν· ἡ γὰρ αἵρεσις ἡμῶν ἐκποδὼν γίγνεται. ἄρξαι τοίνυν καὶ τοῦτον διώκειν καὶ μὴ φείσῃ, κἂν ἀρχαῖος ᾖ. καὶ γὰρ ἡ αἵρεσις ἡμῶν οὐκ οἶδεν οὐδὲ γερόντων τιμᾶν πολιάν». 43.1 Ταῦτα ἀκούων οὐκ ἐμέλλησε βασιλεύς, ἀλλ' εἰδὼς τὸν ἄνθρωπον καὶ τὸ ἱκανὸν τοῦ γέροντος γράφει καὶ κελεύει τοῦτον ἐλθεῖν πρὸς αὐτόν, ἡνίκα καὶ Λιβέριον κατὰ τὴν ἀρχὴν ἐπείραζεν. ἐλθόντα δὴ οὖν αὐτὸν ἠξίου καὶ προέτρεπε τὰ συνήθη λέγων, οἷς δὴ καὶ τοὺς ἄλλους ἀπατᾶν ἐνόμιζεν, ἵνα

16