Historia Arianorum

 θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐ

 ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατ

 γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρο

 κοινωνίαν ἠξίους παρ' αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ' οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀ

 κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φο

 δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασι

 θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπι τηδείως

 Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν

 λαβόντες παρ' αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολο γοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ' αὐτοῦ, ταῦτα εἶνα

 παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτ

 βασιλεὺς προσέταξε». πόσοι διεσείσθησαν παρ' αὐτῶν κατὰ πόλιν, ἵνα μὴ 31.6 ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφ

 Λουκίφερ ὁ ἀπὸ μητρο πόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ ∆ιονύσιος 33.7 ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρ

 ταῦτα δέξαι». 36.1 Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· «πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος παντ

 τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον,

 μετὰ 40.3 Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ' ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτ

 καθ' ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινω 43.2 νίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι το

 ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνει

 (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύ

 κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθα48.3 νάσιον ἢ γινώσκοιεν ἐχθροὺ

 Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι. 5

 ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον

 θαύματος φανερωτέραν ἔσχε τὴν 57.2 ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορ

 καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδό

 κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παρα λυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺ

 γενόμενα κακά, μετὰ τὸν δι' Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ

 αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτ

 γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. 70.2 οὕτ

 καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακ

 ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς

 τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις,

 ποιήσαντες κἂν ὅλως 78.5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπού

 καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τ

 ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους

παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ' οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ' αὐτοὶ θέλοντες ἀνῆλθον εἰς τὴν Ῥώμην καὶ ἐν τῇ ἐκκλησίᾳ, ἔνθα φόβος μὲν ἔξωθεν οὐκ ἦν, μόνος δὲ ὁ τοῦ θεοῦ φόβος ἐστὶ καὶ ἐλευθέραν ἕκαστος ἔχει τὴν προαίρεσιν δι' ἑαυτῶν μετενόησαν καὶ ἔγραψαν. καὶ ὅμως Ἀρειανοὶ δεύτερον γενόμενοι τοιαύτην πάλιν ἀπρεπῆ πρόφασιν ἐπινοήσαντες οὐκ ἐρυθριῶσιν. 30.1 Ἔπειτα κοινῇ προσελθόντες παρεκάλουν τὸν βασιλέα Κωνστάντιον λέγοντες «καὶ τὸ πρῶτον ἀξιοῦντες οὐκ ἐπιστεύθημεν· ἐλέγομεν γάρ, ὅτε μετεπέμπου τὸν Ἀθα νάσιον, ὅτι τοῦτον προσκαλούμενος τὴν ἡμετέραν αἵρεσιν ἐκβάλλεις. οὗτος γὰρ ἐξ ἀρχῆς 30.2 κατ' αὐτῆς γέγονε καὶ οὐ παύεται ταύτην οὗτος ἀναθεματίζων. αὐτὸς μὲν οὖν ἤδη πεπλήρωκε τὰ πανταχοῦ γράφων καθ' ἡμῶν, καὶ οἱ μὲν πλεῖστοι τὴν μετ' αὐτοῦ κοι νωνίαν ἔχουσι, τῶν δὲ καὶ δοξάντων μεθ' ἡμῶν εἶναι οἱ μὲν προσετέθησαν αὐτῷ, οἱ δὲ μέλλουσιν· ἡμεῖς δὲ ἐμείναμεν μόνοι. καὶ φόβος μὴ καὶ ἡ αἵρεσις γνωσθῇ καὶ λοιπὸν ἡμεῖς καὶ σὺ χρηματίσωμεν αἱρετικοί. κἂν τοῦτο γένηται, σκόπει μὴ μετὰ Μανιχαίων λογισθῶμεν. ἄρξαι πάλιν οὖν διώκειν καὶ πρόστα τῆς αἱρέσεως· καὶ γὰρ καὶ αὕτη σὲ 30.3 βασιλέα ἔχει.» τοιαῦτα μὲν οὖν ἦν τούτων τὰ τῆς πανουργίας ῥήματα. καὶ αὐτὸς δὲ διερχόμενος, ὅτε πρὸς Μαγνέντιον ἔσπευδε, καὶ βλέπων τὴν πρὸς Ἀθανάσιον τῶν ἐπισκόπων κοινωνίαν, ὡς ὑπὸ πυρὸς ἀναφθεὶς μετεβάλλετο τὴν γνώμην καὶ οὔτε τῶν ὅρκων ἐμνημόνευσεν, ἀλλὰ καὶ ὧν ἔγραψεν ἐπελάθετο καὶ τῶν πρὸς τὸν ἀδελφὸν καθη κόντων ἀγνώμων γέγονε. καὶ γὰρ καὶ αὐτῷ γράφων καὶ Ἀθανάσιον ἑωρακὼς ὅρκους δέδωκε, μὴ ἄλλως ποιήσειν, ἢ ὡς ἂν ὁ λαὸς βούληται καὶ τῷ ἐπισκόπῳ καταθυμίως 30.4 τυγχάνοι. ἀλλ' ἡ πρὸς τὴν ἀσέβειαν σπουδὴ πάντων ἀθρόως αὐτὸν ἐπιλαθέσθαι πεποίηκεν. οὐ δεῖ δὲ θαυμάζειν, εἰ μετὰ τοσαῦτα γράμματα καὶ τοσούτους ὅρκους ἠλλοιώθη Κωνστάντιος, ὅπουγε καὶ ὁ τῆς Αἰγύπτου τότε τύραννος Φαραὼ πολλάκις ἐπαγγελ λόμενος καὶ διὰ τοῦτο λαμβάνων τῶν βασάνων ἄνεσιν μετετίθετο, ἕως εἰς τέλος ἀπώλετο σὺν αὐτοῖς τοῖς ὁμονοήσασιν αὐτῷ. 31.1 Τούτους μὲν οὖν κατὰ πόλιν πρῶτον ἐβιάζετο μετατίθεσθαι, γενόμενος δὲ ἐν τῇ Ἀρελατῷ καὶ τῇ Μεδιολάνῳ λοιπόν, ὡς οἱ αἱρετικοὶ συνεβούλευσαν καὶ ὑπέθεντο, οὕτως αὐτὸς ἔπραττε, μᾶλλον δὲ οὕτως καὶ αὐτοὶ διεπράττοντο καὶ ἐνήλλοντο κατὰ πάντων 31.2 ἔχοντες τὴν ἐξουσίαν. καὶ εὐθὺς ὧδε μὲν ἐντολαὶ καὶ γράμματα πρὸς τὸν ἔπαρχον, ἵνα τέως ὁ σῖτος ἀφαιρεθῇ παρὰ Ἀθανασίου καὶ δοθῇ τοῖς τὰ Ἀρείου φρονοῦσι, καὶ ἵνα ἐξῇ ὑβρίζειν τοῖς βουλομένοις τοὺς μετ' αὐτοῦ συναγομένους. ἀπειλή τε ἦν τοῖς δικασταῖς, εἰ μὴ συνάγοιντο μετὰ τῶν Ἀρειανῶν. ἦν δὲ ταῦτα προοίμια τῶν μετὰ 31.3 ταῦτα γενομένων διὰ τοῦ δουκὸς Συριανοῦ. εἰς δὲ τὰ ἔξω μέρη προστάγματα πάλιν, καὶ νοτάριοι κατὰ πόλιν καὶ παλατινοὶ φέροντες ἀπειλὰς ἀπεστέλλοντο πρός τε τοὺς ἐπισκόπους καὶ τοὺς δικαστάς, ἵν' οἱ μὲν δικασταὶ ἐπείγωσιν, οἱ δὲ ἐπίσκοποι ἢ ἵνα κατὰ Ἀθανασίου γράφωσι κοινωνίαν ἔχοντες πρὸς τοὺς Ἀρειανοὺς ἢ τιμωρίαν αὐτοὶ μὲν ὑπομένωσιν ἐξοριστίας, οἱ δὲ τούτοις συνερχόμενοι λαοὶ δεσμὰ καὶ ὕβρεις καὶ πληγὰς 31.4 κατ' αὐτῶν καὶ ἀφαίρεσιν τῶν ἰδίων ὑπαρχόντων ἔσεσθαι γινώσκοιεν. οὐκ ἠμελεῖτο δὲ τὸ πρόσταγμα· καὶ γὰρ εἶχον οἱ ἀποσταλέντες μεθ' ἑαυτῶν κληρικοὺς Οὐρσακίου καὶ Οὐάλεντος, ἵνα καὶ παροξύνωσι καὶ ἀμελοῦντας τοὺς δικαστὰς κατενέγκωσι τῷ βασιλεῖ. καὶ τὰς μὲν αἱρέσεις ὡς μικροτέρας ἑαυτῶν ἀδελφὰς συνεχώρουν βλασφημεῖν εἰς τὸν κύριον, μόνοις δὲ τοῖς Χριστιανοῖς ἐπεβούλευον οὐ φέροντες ἀκούειν περὶ Χριστοῦ λόγων εὐσεβῶν. πόσοι τοιγαροῦν ἐπίσκοποι κατὰ τὸ γεγραμμένον «ἐπὶ ἡγεμόνας καὶ βασιλέας ἤχθησαν» 31.5 καὶ παρὰ δικαστῶν ἤκουσαν· «ἢ ὑπογράψατε ἢ τῶν ἐκκλησιῶν ἀναχωρεῖτε, καθαιρεθῆναι γὰρ ὑμᾶς

11